§3.51.1μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν ὁ Ταρκύνιος ἐπὶ τὰς πόλεις αὐτῶν ἐχώρει λόγους προφέρων περὶ φιλίας.
この戦いの後、タルクィニウスはローマ人の軍勢を整列させた状態で率い、友好に関する提案を行いながら彼らの都市へと進軍した。
οἱ δʼ οὔτʼ ἐν τῷ κοινῷ συνεστῶσαν ἔχοντες δύναμιν οὔτε ταῖς ἰδίαις παρασκευαῖς πεποιθότες ἐδέχοντο τὰς προκλήσεις, καὶ παρεδίδοσαν αὐτῶν τινες τὰς πόλεις ὁρῶντες, ὅτι ταῖς μὲν ἁλούσαις κατὰ κράτος ἀνδραποδισμοί τε ἠκολούθουν καὶ κατασκαφαί, ταῖς δὲ προσχωρούσαις καθʼ ὁμολογίας τὸ πειθαρχεῖν τοῖς κεκρατηκόσι μόνον, ἄλλο δὲ ἀνήκεστον οὐδέν.
しかし彼らは、共同で編成された軍勢を持っているわけでもなく、自分たち自身の準備を信頼しているわけでもなかったので、その呼びかけを受け入れた。 そして、彼らのうちのある者たちは、力によって攻略された都市には奴隷化と破壊が伴い、一方で協定に基づいて降伏した都市には勝者に従うことだけが課され、他にはいかなる回復不可能な被害も及ばないことを見て、都市を引き渡した。
§3.51.2πρῶτον μὲν οὖν Φικόλνεοι προσέθεντο αὐτῷ πόλις ἀξιόλογος ἐπὶ συγκειμένοις τισὶ δικαίοις, ἔπειτα Καμαρῖνοι, αἷς ἠκολούθησαν ἄλλαι τινὲς πολίχναι μικραὶ καὶ §3.51.3φρούρια ἐχυρά.
さて、最初にフィコルネオイが、特定の合意された権利に基づいて彼に加わったが、これは注目に値する都市であった。 次いでカマリノイが加わり、これらに他のいくつかの小さな町や、堅固な砦が従った。
ἐφʼ οἷς ταραχθέντες οἱ λοιποὶ Λατῖνοι καὶ δείσαντες μὴ πᾶν ὑφʼ ἑαυτῷ ποιήσηται τὸ ἔθνος εἰς τὴν ἐν Φερεντίνῳ συνελθόντες ἀγορὰν ἐψηφίσαντο τήν τε οἰκείαν δύναμιν ἐξ ἁπάσης πόλεως ἐξάγειν καὶ τῶν πλησιοχώρων ἐθνῶν τὰ κράτιστα παρακαλεῖν, καὶ διεπρεσβεύοντο πρὸς Τυρρηνούς τε καὶ §3.51.4Σαβίνους αἰτούμενοι συμμαχίαν.
これらのことに動揺し、彼が民族全体を自身の支配下に置くのではないかと恐れた残りのラティウム人たちは、フェレンティヌムにある集会所に集まり、すべての都市から自国の軍勢を出撃させること、および近隣の諸民族のうち最も強力な者たちを支援に招くことを議決し、エトルリア人とサビニ人とに使節を送って同盟を求めた。
Σαβῖνοι μὲν οὖν ὑπέσχοντο αὐτοῖς, ἐπειδὰν ἐκείνους ἐμβεβληκότας εἰς τὴν Ῥωμαίων γῆν ἀκούσωσιν, ἀναλαβόντες καὶ αὐτοὶ τὰ ὅπλα τὴν πλησίον αὐτῶν χώραν λεηλατήσειν·
さて、サビニ人は彼らに対し、彼らがローマ人の土地に侵入したと聞くやいなや、自分たちも武器を取ってその近隣の土地を略奪することを約束した。
Τυρρηνοὶ δὲ συμμαχίαν ἀποστελεῖν ὡμολόγησαν, ἧς ἂν αὐτοὶ δεηθῶσιν, οὐχ ἅπαντες ἐπὶ τῆς αὐτῆς γενόμενοι γνώμης, ἀλλὰ πέντε πόλεις μόναι Κλουσῖνοί τε καὶ Ἀρρητῖνοι καὶ Οὐολατερρανοὶ Ῥουσιλανοί τε καὶ ἔτι πρὸς τούτοις Οὐετυλωνιᾶται.
一方、エトルリア人は、彼らが必要とするだけの同盟軍を送ることに同意したが、全員が同じ意見になったわけではなく、ただ五つの都市、すなわちクルシウム、アッレティウム、ウォラテッラ、ルセルラ、そしてこれらに加えてウェトゥロニアだけがそうした。