§3.50.1τὰ δʼ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο.
同じ意図を抱いたノウメンタノイ人にとっても、同じ結果を得ることができた。
καὶ γὰρ οὗτοι λῃστήρια πέμποντες ἐπὶ τοὺς Ῥωμαίων ἀγροὺς πολέμιοι κατέστησαν αὐτοῖς ἐκ τοῦ προφανοῦς ταῖς Λατίνων πεποιθότες συμμαχίαις·
というのも、彼らもまたローマ人の田野に略奪隊を送り込んで、ラティウム人の同盟を信頼して公然と彼らの敵となったからである。
στρατεύσαντος δʼ ἐπʼ αὐτοὺς Ταρκυνίου καὶ τῆς Λατίνων ἐπικουρίας ὑστεριζούσης οὐχ οἷοί τε ὄντες αὐτοὶ πρὸς τοσαύτην δύναμιν ἀντέχειν, ἱκετηρίας ἀναλαβόντες ἐξῆλθον ἐκ τῆς πόλεως καὶ παρέδοσαν ἑαυτούς.
しかし、タルクィニウスが彼らに対して遠征し、ラティウム人の救援が遅れたため、彼ら自身ではこれほど大いなる軍勢に対抗することができず、嘆願の枝を手にして都市から出てきて降伏した。
§3.50.2οἱ δὲ τὴν καλουμένην Κολλατίαν κατοικοῦντες ἐπειράθησαν μὲν ἐλθεῖν διὰ μάχης πρὸς τὰς Ῥωμαίων δυνάμεις καὶ προῆλθον ἔξω τῆς πόλεως, ἐν ἁπάσαις δὲ ταῖς συμπλοκαῖς ἐλαττούμενοι καὶ πληγὰς πολλὰς λαμβάνοντες ἠναγκάσθησαν πάλιν εἰς τὸ τεῖχος καταφυγεῖν καὶ διεπέμποντο πρὸς τὰς Λατίνων πόλεις αἰτούμενοι συμμαχίαν.
いわゆるコッラティアに住む者たちは、ローマ人の軍勢と戦闘を交えようと試みて都市の外へと進み出たが、すべての衝突において劣勢となり、多くの打撃を被ったため、再び城壁内へと逃げ帰ることを余儀なくされ、ラティウム人の都市に使者を発して同盟を求めた。
ὡς δὲ βραδύτερα τὰ παρʼ ἐκείνων ἦν, καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους οἱ πολέμιοι τὰς προσβολὰς ἐποιοῦντο, παραδοῦναι τὴν πόλιν ἠναγκάσθησαν σὺν χρόνῳ.
しかし、彼らからの援助は遅く、また敵が城壁の多くの部分で攻撃を加えたため、彼らは時が経つにつれて都市を引き渡すことを余儀なくされた。
§3.50.3οὐ μέντοι τῆς αὐτῆς μετριότητος ἔτυχον, ἧς Νωμεντανοί τε καὶ Κρουστομερῖνοι, ἀλλʼ ὅπλά τε ὁ βασιλεὺς ἀφείλετο καὶ εἰς χρήματα ἐζημίωσε καὶ φρουρὰν κατέλιπεν ἐν τῇ πόλει τὴν ἱκανὴν ἄρχειν τε αὐτῶν ἔταξε τὴν ἀνυπεύθυνον ἀρχὴν διὰ βίου Ταρκύνιον Ἄρροντα τὸν ἴδιον ἀδελφιδοῦν, ὃς μετὰ τὴν τελευτὴν τοῦ τε πατρὸς Ἄρροντος καὶ τοῦ πάππου Δημαράτου γενόμενος οὔτε τῶν πατρῴων οὔτε τῶν τοῦ πάππου χρημάτων τὴν προσήκουσαν ἐκληρονόμησε μοῖραν καὶ διὰ ταύτην τὴν αἰτίαν Ἠγέριος ἐπωνομάσθη.
もっとも、彼らはノウメンタノイ人やクルストメリノイ人が得たのと同じ寛大さを得ることはできなかった。 むしろ王は彼らから武器を奪い、罰金を科し、都市に十分な守備隊を残した。 そして、彼らを終身、責任を問われない権力をもって支配するために、自身の甥であるタルクィニウス・アッルンスを任命した。 彼は、父アッルンスと祖父デマラトスの死後に生まれたため、父の財産からも祖父の財産からもしかるべき分け前を相続できず、その理由からエゲリウスと名付けられていた。
τοὺς γὰρ ἀπόρους καὶ πτωχοὺς οὕτως ὀνομάζουσι Ῥωμαῖοι.
というのも、ローマ人は生活の手段を欠いた貧しい人々をこのように呼ぶからである。
ἐξ οὗ δὲ παρέλαβε τὴν ἐκείνης τῆς πόλεως ἐπιμέλειαν αὐτός τε Κολλατῖνος ἐπεκλήθη καὶ πάντες οἱ ἀπʼ ἐκείνου γενόμενοι.
彼がその都市の管理を引き受けてから、彼自身もコッラティヌスと呼ばれ、彼の子孫たちもすべてそう呼ばれた。
§3.50.4μετὰ δὲ τὴν Κολλατίας παράδοσιν ἐπὶ τὸν καλούμενον Κορνίκολον ὁ βασιλεὺς ἐστράτευσεν·
コッラティアの降伏の後、王はいわゆるコルニコルムへと遠征した。
ἦν δὲ κἀκείνη τοῦ Λατίνων ἔθνους ἡ πόλις.
そこもまたラティウム人の民族の都市であった。
λεηλατήσας δὲ τὴν χώραν αὐτῶν κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου πρὸς αὐτὴν στρατεύεται τὴν πόλιν προκαλούμενος τοὺς ἄνδρας εἰς φιλίαν·
誰も土地を守るために戦おうとしなかったため、全く恐れることなく彼らの土地を略奪した後、彼はその都市へと進軍し、そこの人々を友好関係へと招いた。
οὐ βουλομένων δὲ αὐτῶν εἰς διαλλαγὰς ἐλθεῖν, ἀλλὰ καὶ τοῦ τείχους τῇ ἐχυρότητι πεποιθότων καὶ συμμαχίας πολλαχόθεν ἥξειν οἰομένων, περὶ πάντα τὸν κύκλον τῆς πόλεως τὴν δύναμιν περιστήσας ἐτειχομάχει.
しかし、彼らが和解に応じることを望まず、城壁の堅固さを信頼し、また多方面から同盟が到着すると考えていたため、王は都市の周囲すべてに軍勢を配置して、攻城戦を行った。
§3.50.5οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀνδρείως ἀπομαχόμενοι πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ʽτοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχεινʼ διʼ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν.
コルニコラノイ人たちは、長い間勇敢に防戦し、攻撃する者たちに多くの打撃を与えたが、労苦が連続したことで疲弊し、また全員がもはや同じ意見を維持しなくなり(というのも、ある者たちには都市を引き渡すことが、別の者たちには最後まで対抗することが良いと思われたからである)、まさにその内紛によって最も苦しめられた結果、力によって攻略された。
§3.50.6τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη.
こうして、彼らのうち最も優れた部分は都市の攻略の際に戦って命を落とし、卑俗でそれゆえに命が助かった部分は、女性や子供たちとともに奴隷として売却され、彼らの都市は勝者によって略奪された後に放火された。
§3.50.7ἐφʼ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι.
これらの出来事にラティウム人は激しく憤り、共同してローマ人に対して軍隊を派遣することを議決して、大軍を準備すると、彼らの最も肥沃な土地に侵入し、そこから多くの捕虜を連れ去り、多大な戦利品を手に入れた。
βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε μὲν ἐπʼ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε.
一方、タルクィニウス王は、軽装で即応可能な部隊を率いて彼らに立ち向かうべく出撃したが、彼らに追いつくことができなかったため、今度は彼らの土地へと侵入し、同様の報復を行った。
§3.50.8τοιαῦτα συνέβαινε πολλὰ παραλλὰξ ἑκατέροις ἐπὶ τὰς ὁμόρους χώρας ἐκστρατευομένοις ἐλαττώματά τε καὶ πλεονεκτήματα, μία δὲ αὐτῶν ἐκ παρατάξεως ἐγένετο μάχη Φιδήνης πόλεως πλησίον ἁπάσαις συμβαλόντων ταῖς δυνάμεσιν, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον ἀμφοτέρων, ἐνίκησαν δὲ Ῥωμαῖοι καὶ τοὺς Λατίνους ἠνάγκασαν λιπόντας τὸν χάρακα νύκτωρ εἰς τὰς ἑαυτῶν πόλεις ἀπελθεῖν.
双方が隣接する土地へと遠征を繰り返す中で、このような多くの出来事が交互に起こり、損失や利益が双方にもたらされたが、フィデネの都市の近くで双方が全軍を交えて整列した状態で行われた戦闘は一度だけであり、そこでは双方に多くの戦死者が出たが、ローマ人が勝利し、ラティウム人を夜の間に陣地を捨てて自分たちの都市へと退却せざるを得なくした。