§3.52.1ταύταις ἐπαρθέντες ταῖς ἐλπίσιν οἱ Λατῖνοι παρασκευασάμενοι δύναμιν οἰκείαν συχνὴν καὶ τὴν παρὰ Τυρρηνῶν προσλαβόντες εἰς τὴν Ῥωμαίων γῆν ἐνέβαλον, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τοῦ Σαβίνων ἔθνους αἱ τοῦ πολέμου κοινωνήσειν αὐτοῖς ὑποσχόμεναι πόλεις τὴν προσόμουρον κυροῦσαν αὐταῖς χώραν ἐδῄουν.
これらの希望に励まされたラティウム人たちは、自国のかなりの軍勢を準備し、さらにエトルリア人からの軍勢をも受け入れて、ローマ人の土地に侵入した。 また同時に、サبینی人の中から、彼らと戦争を共にする(協同する)ことを約束していた諸都市が、自分たちに隣接する国境を接した地域を略奪した。
ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς παρασκευασάμενος καὶ αὐτὸς ἐν τῷ μεταξὺ χρόνῳ πολλὴν καὶ ἀγαθὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους διὰ §3.52.2ταχέων.
一方、ローマ人の王も、その間に自身で多くの優れた軍勢を準備し、速やかに敵に向かって出撃させた。
Σαβίνοις μὲν οὖν ἅμα καὶ Λατίνοις πολεμεῖν καὶ διαιρεῖν εἰς δύο μέρη τὴν δύναμιν οὐκ ἀσφαλὲς ὑπέλαβεν εἶναι, ἅπασαν δὲ τὴν στρατιὰν ἐπὶ Λατίνους ἄγειν ἐβουλεύσατο καὶ τίθεται πλησίον αὐτῶν τὸν χάρακα.
それゆえ、サبینی人とラティウム人の双方と同時に戦い、軍勢を二つの部分に分けることは、安全ではないと彼は判断した。 そして、全軍をラティウム人に向けて率いることを決意し、彼らの近くに陣を構えた。
κατʼ ἀρχὰς μὲν οὖν ὀκνηρῶς εἶχον ἑκάτεροι πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσι δεδιότες τὰς ἀλλήλων παρασκευάς, ἀκροβολισμοὺς δὲ κατιόντες ἐκ τῶν ἐρυμάτων οἱ ψιλοὶ παρʼ ἑκατέρων συνεχεῖς ἐποιοῦντο καὶ ἦσαν ὡς τὰ πολλὰ ἰσόμαχοι·
初めのうち、双方はお互いの準備を恐れて、すべての軍勢をかけて危険を冒すことを躊躇していたが、双方の軽装兵たちが砦から下りてきては、絶えず小競り合いを行い、その多くは互角であった。
§3.52.3χρόνῳ δʼ ὕστερον ἐμπεσούσης ἀμφοτέροις ἐκ τῶν τοιούτων ἁψιμαχιῶν φιλονεικίας ἐπιβοηθοῦντες ἑκάτεροι τοῖς σφετέροις, ὀλίγοι μὲν τὸ πρῶτον, ἔπειτα σύμπαντες ἠναγκάσθησαν ἐκ τῶν στρατοπέδων προελθεῖν.
しかしその後、そのような小競り合いから双方に競争心が芽生え、それぞれが自軍の者を支援するうちに、最初は少数が、次いで全員が陣営から進み出ることを余儀なくされた。
καὶ καταστάντες εἰς μάχην ἄνδρες οὔτε πολεμικῶν ἀγώνων ἀτριβεῖς οὔτε πλήθει πολὺ ἀποδέοντες ἀλλήλων πεζοί τε καὶ ἱππεῖς προθυμίᾳ τε ὡρμημένοι πρὸς τὸν πόλεμον ὁμοίᾳ καὶ κινδύνων τὸν ἔσχατον ἀναρριπτεῖν νομίσαντες ἠγωνίσαντο μὲν ἀμφότεροι λόγου ἀξίως, διεκρίθησαν δὲ ἀπʼ ἀλλήλων ἰσόμαχοι νυκτὸς ἐπιλαβούσης.
そして、戦いに突入した人々――戦争の争いに不慣れでもなく、数においても互いに大きく劣らず、歩兵も騎兵も同様の熱意をもって戦争に赴き、極限の危険を冒す覚悟を決めていた人々――は、双方とも賞賛に値する戦いぶりを示したが、夜が訪れたため、互角のままで互いに離れた。
§3.52.4ἡ μέντοι μετὰ τὸν ἀγῶνα διάνοια ἑκατέρων οὐχ ὁμοία γενομένη φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων·
しかしながら、戦闘後の双方の意気込みが異なっていたことで、どちらが相手よりも優れた戦いをしたかが明らかになった。
τῇ γὰρ ἑξῆς ἡμέρᾳ Λατῖνοι μὲν οὐκέτι προῄεσαν ἐκ τοῦ χάρακος, ὅ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐξαγαγὼν τὰς δυνάμεις εἰς τὸ πεδίον ἕτοιμος ἦν ἑτέραν ποιεῖσθαι μάχην καὶ μέχρι πολλοῦ κατέσχεν ἐν τάξει τὴν φάλαγγα.
というのも、翌日、ラティウム人たちはもはや陣営から進み出なかったが、ローマ人の王は軍勢を平原へと引き出して、再び戦闘を行う準備を整え、長い間ファランクスを整然と維持したからである。
ὡς δʼ οὐκ ἀντεπεξῄεσαν οἱ πολέμιοι, σκυλεύσας αὐτῶν τοὺς νεκροὺς καὶ τοὺς ἰδίους ἀνελόμενος σὺν πολλῷ αὐχήματι ἀπῆγε τὴν στρατιὰν ἐπὶ τὸν ἑαυτοῦ χάρακα.
敵が対抗して進み出てこないのを見て、彼は敵の死体から武具を奪い、自軍の遺体を回収した上で、大いなる誇りとともに軍勢を自身の陣営へと連れ帰った。