§3.51.1μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν ὁ Ταρκύνιος ἐπὶ τὰς πόλεις αὐτῶν ἐχώρει λόγους προφέρων περὶ φιλίας.
After this battle, Tarquinius, keeping the Roman force in good order, marched against their cities, offering proposals of friendship.
οἱ δʼ οὔτʼ ἐν τῷ κοινῷ συνεστῶσαν ἔχοντες δύναμιν οὔτε ταῖς ἰδίαις παρασκευαῖς πεποιθότες ἐδέχοντο τὰς προκλήσεις, καὶ παρεδίδοσαν αὐτῶν τινες τὰς πόλεις ὁρῶντες, ὅτι ταῖς μὲν ἁλούσαις κατὰ κράτος ἀνδραποδισμοί τε ἠκολούθουν καὶ κατασκαφαί, ταῖς δὲ προσχωρούσαις καθʼ ὁμολογίας τὸ πειθαρχεῖν τοῖς κεκρατηκόσι μόνον, ἄλλο δὲ ἀνήκεστον οὐδέν.
But they, having neither an army assembled in common nor trusting in their own private preparations, accepted the invitations; and some of them surrendered their cities, seeing that, while those captured by force were followed by enslavement and demolition, those that went over by agreement had only to obey the conquerors, and suffered no other irreparable harm.
§3.51.2πρῶτον μὲν οὖν Φικόλνεοι προσέθεντο αὐτῷ πόλις ἀξιόλογος ἐπὶ συγκειμένοις τισὶ δικαίοις, ἔπειτα Καμαρῖνοι, αἷς ἠκολούθησαν ἄλλαι τινὲς πολίχναι μικραὶ καὶ §3.51.3φρούρια ἐχυρά.
First, then, the Ficulneans, a noteworthy city, joined him upon certain agreed terms, and then the Camerines; they were followed by some other small towns and strong fortresses.
ἐφʼ οἷς ταραχθέντες οἱ λοιποὶ Λατῖνοι καὶ δείσαντες μὴ πᾶν ὑφʼ ἑαυτῷ ποιήσηται τὸ ἔθνος εἰς τὴν ἐν Φερεντίνῳ συνελθόντες ἀγορὰν ἐψηφίσαντο τήν τε οἰκείαν δύναμιν ἐξ ἁπάσης πόλεως ἐξάγειν καὶ τῶν πλησιοχώρων ἐθνῶν τὰ κράτιστα παρακαλεῖν, καὶ διεπρεσβεύοντο πρὸς Τυρρηνούς τε καὶ §3.51.4Σαβίνους αἰτούμενοι συμμαχίαν.
The rest of the Latins, being alarmed by these things and fearing lest he should bring the whole nation under his own power, assembled at the meeting place in Ferentinum and voted to lead out their domestic forces from every city and to call upon the strongest of the neighboring nations; and they sent embassies to both the Tyrrhenians and the Sabines, asking for an alliance.
Σαβῖνοι μὲν οὖν ὑπέσχοντο αὐτοῖς, ἐπειδὰν ἐκείνους ἐμβεβληκότας εἰς τὴν Ῥωμαίων γῆν ἀκούσωσιν, ἀναλαβόντες καὶ αὐτοὶ τὰ ὅπλα τὴν πλησίον αὐτῶν χώραν λεηλατήσειν· Τυρρηνοὶ δὲ συμμαχίαν ἀποστελεῖν ὡμολόγησαν, ἧς ἂν αὐτοὶ δεηθῶσιν, οὐχ ἅπαντες ἐπὶ τῆς αὐτῆς γενόμενοι γνώμης, ἀλλὰ πέντε πόλεις μόναι Κλουσῖνοί τε καὶ Ἀρρητῖνοι καὶ Οὐολατερρανοὶ Ῥουσιλανοί τε καὶ ἔτι πρὸς τούτοις Οὐετυλωνιᾶται.
Now the Sabines promised them that, as soon as they should hear that the Latins had invaded the territory of the Romans, they too would take up arms and plunder the land adjacent to them; while the Tyrrhenians agreed to send such an alliance as they themselves should need, though not all of them were of the same opinion, but only five cities: Clusium, Arretium, Volaterrae, Rusellae, and in addition to these, Vetulonia.