Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.51.1-3.51.4

部分拉丁城市归降与联合防卫同盟

第 222 段,共 962 段 · 希腊语

内容简介

塔尔奎尼乌斯向拉丁城市进军,部分城市选择投降。感到危机的其余拉丁人组织共同防卫,并谋求与萨宾人和部分伊特鲁里亚城市结盟。

§3.51.1μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν ὁ Ταρκύνιος ἐπὶ τὰς πόλεις αὐτῶν ἐχώρει λόγους προφέρων περὶ φιλίας.
在此战之后,塔尔奎尼乌斯率领整编完毕的罗马军队,向他们的城市进军,并提出友好协商。
οἱ δʼ οὔτʼ ἐν τῷ κοινῷ συνεστῶσαν ἔχοντες δύναμιν οὔτε ταῖς ἰδίαις παρασκευαῖς πεποιθότες ἐδέχοντο τὰς προκλήσεις, καὶ παρεδίδοσαν αὐτῶν τινες τὰς πόλεις ὁρῶντες, ὅτι ταῖς μὲν ἁλούσαις κατὰ κράτος ἀνδραποδισμοί τε ἠκολούθουν καὶ κατασκαφαί, ταῖς δὲ προσχωρούσαις καθʼ ὁμολογίας τὸ πειθαρχεῖν τοῖς κεκρατηκόσι μόνον, ἄλλο δὲ ἀνήκεστον οὐδέν.
然而,由于他们既没有共同组建的军队,也不信任各自的准备,于是接受了这一提议。 他们中的一些人交出了自己的城市,因为他们看到,那些被武力攻克的城市随之而来的是奴役与彻底摧毁,而那些通过协定投降的城市则只需服从征服者,并无其他无法挽回的损害。
§3.51.2πρῶτον μὲν οὖν Φικόλνεοι προσέθεντο αὐτῷ πόλις ἀξιόλογος ἐπὶ συγκειμένοις τισὶ δικαίοις, ἔπειτα Καμαρῖνοι, αἷς ἠκολούθησαν ἄλλαι τινὲς πολίχναι μικραὶ καὶ §3.51.3φρούρια ἐχυρά.
首先,菲科尔内奥伊——这是一座值得关注的城市——在某些商定的权利条件下归顺了他,接着是卡马里诺伊,随后还有一些其他小城镇和坚固的堡垒也效仿了他们。
ἐφʼ οἷς ταραχθέντες οἱ λοιποὶ Λατῖνοι καὶ δείσαντες μὴ πᾶν ὑφʼ ἑαυτῷ ποιήσηται τὸ ἔθνος εἰς τὴν ἐν Φερεντίνῳ συνελθόντες ἀγορὰν ἐψηφίσαντο τήν τε οἰκείαν δύναμιν ἐξ ἁπάσης πόλεως ἐξάγειν καὶ τῶν πλησιοχώρων ἐθνῶν τὰ κράτιστα παρακαλεῖν, καὶ διεπρεσβεύοντο πρὸς Τυρρηνούς τε καὶ §3.51.4Σαβίνους αἰτούμενοι συμμαχίαν.
其余的拉丁人对此感到恐慌,并担心他会将整个民族置于他自己的统治之下,于是他们在费伦蒂努姆的集会处聚集,投票决定从每个城市调集本土军队,并请求邻近诸族中最强大的势力支援;他们还向伊特鲁里亚人和萨宾人派出了使节,请求结盟。
Σαβῖνοι μὲν οὖν ὑπέσχοντο αὐτοῖς, ἐπειδὰν ἐκείνους ἐμβεβληκότας εἰς τὴν Ῥωμαίων γῆν ἀκούσωσιν, ἀναλαβόντες καὶ αὐτοὶ τὰ ὅπλα τὴν πλησίον αὐτῶν χώραν λεηλατήσειν· Τυρρηνοὶ δὲ συμμαχίαν ἀποστελεῖν ὡμολόγησαν, ἧς ἂν αὐτοὶ δεηθῶσιν, οὐχ ἅπαντες ἐπὶ τῆς αὐτῆς γενόμενοι γνώμης, ἀλλὰ πέντε πόλεις μόναι Κλουσῖνοί τε καὶ Ἀρρητῖνοι καὶ Οὐολατερρανοὶ Ῥουσιλανοί τε καὶ ἔτι πρὸς τούτοις Οὐετυλωνιᾶται.
于是,萨宾人向他们承诺,一旦听说拉丁人已侵入罗马人的土地,他们自己也将拿起武器,掠夺与他们相邻的土地;而伊特鲁里亚人则同意派遣他们所需要的盟军,尽管并非所有人都有相同的意见,而仅仅是五个城市:克卢西乌姆、阿雷提乌姆、沃拉泰拉、鲁塞拉,此外还有维图洛尼亚。

词汇与语法注释

  1. §3.51.1ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν — 分词 ἔχων 与第二 passive 分词 συντεταγμένην 结合,表示维持罗马军队整编就绪的持续状态。
  2. §3.51.1ταῖς μὲν ἁλούσαις ... ταῖς δὲ προσχωρούσαις — 与格阴性复数分词修饰上下文省略的“城市”(πόλεσιν)。在这两个分句中,动词(如 ἦν 或 ἠκολούθει)均被省略,而在后一个分句中,冠词不定式 τὸ πειθαρχεῖν 作主语。
  3. §3.51.3δείσαντες μὴ πᾶν ὑφʼ ἑαυτῷ ποιήσηται τὸ ἔθνος — 由表示恐惧的分词 δείσαντες 引导的 μή 从句,使用不定过去时虚拟式中动态 ποιήσηται。与 ὑφʼ ἑαυτῷ 结合,中动态强调主语将该民族置于自己控制之下的意图与利益。
  4. §3.51.4ἐπειδὰν ἐκείνους ἐμβεβληκότας ... ἀκούσωσιν — 宾格加分词结构,其中宾格 ἐκείνους(指拉丁人)和分词 ἐμβεβληκότας(侵入)作为听觉动词 ἀκούσωσιν 的补足语。
  5. §3.51.4ἧς ἂν αὐτοὶ δεηθῶσιν — 关系代词 ἧς 指向先行词 συμμαχίαν,但由于关系从句中支配属格的动词 δεηθῶσιν(源于 δέομαι,意为需要)的影响,从宾格被吸引为属格。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.51.1-3.51.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.51.1-3.51.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。