§3.44.1ἕτερον δέ τι τοῦ προειρημένου πολιτεύματος κρεῖττον, ὃ καὶ τοῖς κατὰ τὸν βίον ἅπασιν εὐδαιμονεστέραν αὐτὴν ἐποίησε καὶ πραγμάτων ἐπῆρεν ἅψασθαι γενναιοτέρων.
しかし、前述の政策よりも優れたもう一つの施策があり、それは市を、生活に関するあらゆる点でより繁栄させるとともに、より高貴な事業に取り組むよう奮い立たせた。
τοῦ γὰρ Τεβέριος ποταμοῦ καταβαίνοντος μὲν ἐκ τῶν Ἀπεννίνων ὀρῶν, παρʼ αὐτὴν δὲ τὴν Ῥώμην ῥέοντος, ἐμβάλλοντος δʼ εἰς αἰγιαλοὺς ἀλιμένους καὶ προσεχεῖς, οὓς τὸ Τυρρηνικὸν ποιεῖ πέλαγος, μικρὰ δὲ καὶ οὐκ ἄξια λόγου τὴν Ῥώμην ὠφελοῦντος διὰ τὸ μηθὲν ἐπὶ ταῖς ἐκβολαῖς ἔχειν φρούριον, ὃ τὰς εἰσκομιζομένας διὰ θαλάττης καὶ καταγομένας ἄνωθεν ἀγορὰς ὑποδέξεταί τε καὶ ἀμείψεται τοῖς ἐμπορευομένοις, ἱκανοῦ δὲ ὄντος ἄχρι μὲν τῶν πηγῶν ποταμηγοῖς σκάφεσιν εὐμεγέθεσιν ἀναπλεῖσθαι, πρὸς αὐτὴν δὲ τὴν Ῥώμην καὶ θαλαττίαις ὁλκάσι μεγάλαις, ἐπίνειον ἔγνω κατασκευάζειν ἐπὶ ταῖς ἐκβολαῖς αὐτοῦ λιμένι χρησάμενος αὐτῷ τῷ στόματι τοῦ ποταμοῦ.
すなわち、テベリス川は、アペニン山脈から流れ下り、ローマ市のすぐ傍らを流れて、ティレニア海が形成する、港のない隣接する海岸へと注ぎ込んでおり、河口に、海から運び込まれ、また上流から下ってくる物資を受け入れ、商人と取引するためのいかなる砦も持たないために、ローマにとって取るに足りないわずかな益しか与えていなかったが、一方で、源流まではかなりの大きさの川船で遡行するのに十分であり、ローマ市自体までは大きな商船でも遡行できるほど十分な能力を持っていたため、王は、川の河口そのものを港として利用して、その河口に外港を建設することを決意した。
§3.44.2εὐρύνεταί τε γὰρ ἐπιπολὺ τῇ θαλάττῃ συνάπτων καὶ κόλπους λαμβάνει μεγάλους, οἵους οἱ κράτιστοι τῶν θαλαττίων λιμένων·
というのも、川は海と交わるところで大いに広がり、最高の海上港湾が持っているような、大きな湾を形成しているからである。
ὃ δὲ μάλιστα θαυμάσειεν ἄν τις, οὐκ ἀποκλείεται τοῦ στόματος ὑπὸ τῆς θαλαττίας θινὸς ἐμφραττόμενος, ὃ πάσχουσι πολλοὶ καὶ τῶν μεγάλων ποταμῶν, οὐδʼ εἰς ἕλη καὶ τέλματα πλανώμενος ἄλλοτε ἄλλῃ προκαταναλίσκεται πρὶν ἢ τῇ θαλάττῃ συνάψαι τὸ ῥεῖθρον, ἀλλὰ ναυσιπέρατός ἐστιν ἀεὶ καὶ διʼ ἑνὸς ἐκδίδωσι τοῦ γνησίου στόματος ἀνακόπτων τὰς πελαγίους ῥαχίας τῆς θαλάττης, καίτοι πολὺς αὐτόθι γίνεται καὶ χαλεπὸς ὁ πνέων ἀπὸ τῆς ἑσπέρας ἄνεμος.
そして、人が最も驚嘆するであろうことは、多くの大河が被るように、海の砂州によって河口が閉塞されて遮断されることがなく、また、あちこち彷徨って湿地や沼地に流れ込み、流れが海に達する前に途中で消滅してしまうこともなく、常に船の通行が可能であり、西から吹く風がそこで強く激しくなるにもかかわらず、海の沖合の波を押し返しつつ、ただ一つの本来の河口を通って注ぎ出していることである。
§3.44.3αἱ μὲν οὖν ἐπίκωποι νῆες ὁπηλίκαι ποτʼ ἂν οὖσαι τύχωσι καὶ τῶν ὁλκάδων αἱ μέχρι τρισχιλιοφόρων εἰσάγουσί τε διὰ τοῦ στόματος αὐτοῦ καὶ μέχρι τῆς Ῥώμης εἰρεσίᾳ καὶ ῥύμασι παρελκόμεναι κομίζονται, αἱ δὲ μείζους πρὸ τοῦ στόματος ἐπʼ ἀγκυρῶν σαλεύουσαι ταῖς ποταμηγοῖς ἀπογεμίζονταί τε καὶ ἀντιφορτίζονται σκάφαις.
したがって、漕ぎ船はどれほど大きなものであれ、また商船は三千アンフォラ積みの規模までのものは、この河口を通って進入し、漕ぐことによって、あるいは曳き綱で引かれることによって、ローマまで運ばれていく。 一方、それより大きな船は、河口の手前で錨を下ろして揺られながら、川船によって荷を降ろされ、また新たな荷を積み込まれる。
§3.44.4ἐν δὲ τῷ μεταξὺ τοῦ τε ποταμοῦ καὶ τῆς θαλάττης ἀγκῶνι πόλιν ὁ βασιλεὺς ἐντειχίσας, ἣν ἀπὸ τοῦ συμβεβηκότος Ὠστίαν ὠνόμασεν, ὡς δʼ ἂν ἡμεῖς εἴποιμεν θύραν, οὐ μόνον ἠπειρῶτιν, ἀλλὰ καὶ θαλαττίαν παρεσκεύασε τὴν Ῥώμην γενέσθαι καὶ τῶν διαποντίων ἀγαθῶν ἔγευσεν.
このように、王は川と海の間の角地に市を築いて壁で囲み、その特徴からこれをオスティア(我々が言うところの「戸口」)と名付け、ローマを単なる内陸の都市としてだけでなく、海の都市としても機能するようにし、海外のあらゆる物資を享受させたのである。