Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.44.1-3.44.4

安库斯·马尔基乌斯营建奥斯蒂亚港

第 215 段,共 962 段 · 希腊语

内容简介

安库斯·马尔基乌斯国王在第伯里斯河口建立外港奥斯蒂亚。文中阐述了第伯里斯河极佳的通航条件,以及这一施策如何使罗马得以通海并享受海外贸易的繁荣。

§3.44.1ἕτερον δέ τι τοῦ προειρημένου πολιτεύματος κρεῖττον, ὃ καὶ τοῖς κατὰ τὸν βίον ἅπασιν εὐδαιμονεστέραν αὐτὴν ἐποίησε καὶ πραγμάτων ἐπῆρεν ἅψασθαι γενναιοτέρων.
然而,还有另一项比前述政策更为优越的施策,它不仅使该城在生活的一切方面都更为繁荣,而且激励它去致力于更崇高的事业。
τοῦ γὰρ Τεβέριος ποταμοῦ καταβαίνοντος μὲν ἐκ τῶν Ἀπεννίνων ὀρῶν, παρʼ αὐτὴν δὲ τὴν Ῥώμην ῥέοντος, ἐμβάλλοντος δʼ εἰς αἰγιαλοὺς ἀλιμένους καὶ προσεχεῖς, οὓς τὸ Τυρρηνικὸν ποιεῖ πέλαγος, μικρὰ δὲ καὶ οὐκ ἄξια λόγου τὴν Ῥώμην ὠφελοῦντος διὰ τὸ μηθὲν ἐπὶ ταῖς ἐκβολαῖς ἔχειν φρούριον, ὃ τὰς εἰσκομιζομένας διὰ θαλάττης καὶ καταγομένας ἄνωθεν ἀγορὰς ὑποδέξεταί τε καὶ ἀμείψεται τοῖς ἐμπορευομένοις, ἱκανοῦ δὲ ὄντος ἄχρι μὲν τῶν πηγῶν ποταμηγοῖς σκάφεσιν εὐμεγέθεσιν ἀναπλεῖσθαι, πρὸς αὐτὴν δὲ τὴν Ῥώμην καὶ θαλαττίαις ὁλκάσι μεγάλαις, ἐπίνειον ἔγνω κατασκευάζειν ἐπὶ ταῖς ἐκβολαῖς αὐτοῦ λιμένι χρησάμενος αὐτῷ τῷ στόματι τοῦ ποταμοῦ.
因为第伯里斯河虽源自阿朋尼努斯山脉,流经罗马城旁,并注入由第勒尼安海所形成的无港湾的邻接海岸,但因其河口没有任何堡垒来接收海上输入和自上游运下的商品并与商人们进行交易,因而过去对罗马几乎没有带来什么值得一提的益处;然而,该河实际上具备极好的通航能力,相当大尺寸的河船可一路上溯至其源头,而大型的海上商船亦可直接驶抵罗马城下。 因此,国王决定利用该河口本身作为港口,在其河口处建造一座外港。
§3.44.2εὐρύνεταί τε γὰρ ἐπιπολὺ τῇ θαλάττῃ συνάπτων καὶ κόλπους λαμβάνει μεγάλους, οἵους οἱ κράτιστοι τῶν θαλαττίων λιμένων·
因为在与大海交汇之处,河口大大地变宽,形成了巨大的湾口,正如同那些最优秀的天然海港一般。
ὃ δὲ μάλιστα θαυμάσειεν ἄν τις, οὐκ ἀποκλείεται τοῦ στόματος ὑπὸ τῆς θαλαττίας θινὸς ἐμφραττόμενος, ὃ πάσχουσι πολλοὶ καὶ τῶν μεγάλων ποταμῶν, οὐδʼ εἰς ἕλη καὶ τέλματα πλανώμενος ἄλλοτε ἄλλῃ προκαταναλίσκεται πρὶν ἢ τῇ θαλάττῃ συνάψαι τὸ ῥεῖθρον, ἀλλὰ ναυσιπέρατός ἐστιν ἀεὶ καὶ διʼ ἑνὸς ἐκδίδωσι τοῦ γνησίου στόματος ἀνακόπτων τὰς πελαγίους ῥαχίας τῆς θαλάττης, καίτοι πολὺς αὐτόθι γίνεται καὶ χαλεπὸς ὁ πνέων ἀπὸ τῆς ἑσπέρας ἄνεμος.
而最令人惊叹的是,它的河口并不会像许多大河那样被海沙淤积所阻塞,也不会在河水汇入大海之前因四处流散而消耗在沼泽与湿地中;相反,它始终可以通航,并穿过唯一真正的河口注入大海,将海上的波涛击退,尽管当地常有来自西面的强劲而猛烈的风吹袭。
§3.44.3αἱ μὲν οὖν ἐπίκωποι νῆες ὁπηλίκαι ποτʼ ἂν οὖσαι τύχωσι καὶ τῶν ὁλκάδων αἱ μέχρι τρισχιλιοφόρων εἰσάγουσί τε διὰ τοῦ στόματος αὐτοῦ καὶ μέχρι τῆς Ῥώμης εἰρεσίᾳ καὶ ῥύμασι παρελκόμεναι κομίζονται, αἱ δὲ μείζους πρὸ τοῦ στόματος ἐπʼ ἀγκυρῶν σαλεύουσαι ταῖς ποταμηγοῖς ἀπογεμίζονταί τε καὶ ἀντιφορτίζονται σκάφαις.
因此,凡是桨船,无论其体量有多大,以及载重在三千安福拉以下的商船,皆可通过该河口驶入,并通过划桨和拉绳牵引的方式一直运送至罗马;而更大的船只则在河口外锚泊,由河船进行卸货和转运。
§3.44.4ἐν δὲ τῷ μεταξὺ τοῦ τε ποταμοῦ καὶ τῆς θαλάττης ἀγκῶνι πόλιν ὁ βασιλεὺς ἐντειχίσας, ἣν ἀπὸ τοῦ συμβεβηκότος Ὠστίαν ὠνόμασεν, ὡς δʼ ἂν ἡμεῖς εἴποιμεν θύραν, οὐ μόνον ἠπειρῶτιν, ἀλλὰ καὶ θαλαττίαν παρεσκεύασε τὴν Ῥώμην γενέσθαι καὶ τῶν διαποντίων ἀγαθῶν ἔγευσεν.
国王在河流与大海之间的岬角上筑墙建造了一座城市,并根据这一地理特征将其命名为“奥斯蒂亚”(按我们的说法即是“门户”),如此不仅使罗马成为了一座内陆城市,同时也成为了一座沿海城市,并使之得以享受海外的各种物产。

词汇与语法注释

  1. 534τοῦ γὰρ Τεβέριος ποταμοῦ καταβαίνοντος — 此句包含一个长大的属格独立结构(从 τοῦ... Τεβέριος ποταμοῦ 一直延伸到 ὄντος),并伴有多个分词(καταβαίνοντος, ῥέοντος, ἐμβάλλοντος, ὠφελοῦντος, ὄντος),用以修饰主句的主动词 ἔγνω(决定)。主句的主语(国王安库斯·马尔基乌斯)在此处省略,承接上文。
  2. 535ὃ δὲ μάλιστα θαυμάσειεν ἄν τις — 由中性关系代词 ὅ 引导的关系从句作为同格状语,对后面的整个陈述(οὐκ ἀποκλείεται...)起引入作用,意为“最令人惊叹的是”。θαυμάσειεν ἄν 是“希求法 + ἄν”表示的潜在语气(Potential Optative)。
  3. 536ὡς δʼ ἂν ἡμεῖς εἴποιμεν θύραν — 这是一个插叙性说明,希腊语作者将拉丁语地名 Ostia(源自 ostium,意为“河口、入口”的复数形式)对应翻译为希腊语的 θύρα(门、门户)。ὡς ἂν εἴποιμεν 是潜在希求法,意为“正如我们可能会说的”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.44.1-3.44.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.44.1-3.44.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。