§3.45.1ἐτείχισε δὲ καὶ τὸ καλούμενον Ἰανίκολον ὄρος ὑψηλὸν ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ κείμενον καὶ φρουρὰν ἱκανὴν ἐν αὐτῷ κατέστησεν ἀσφαλείας ἕνεκα τῶν διὰ τοῦ ποταμοῦ πλεόντων·
彼はまた、テベリス川の向こう側に位置する、ヤニクルムと呼ばれる高い山を城壁で囲み、川を通って航行する人々の安全のために、そこに十分な守備隊を配置した。
ἐλῄστευον γὰρ οἱ Τυρρηνοὶ τοὺς ἐμπόρους ἅπασαν κατέχοντες τὴν ἐπέκεινα τοῦ ποταμοῦ χώραν·
なぜなら、テュレニア人たちが川の向こう側の全地域を支配しており、商人を略奪していたからである。
§3.45.2καὶ τὴν ξυλίνην γέφυραν, ἣν ἄνευ χαλκοῦ καὶ σιδήρου δεδέσθαι θέμις ὑπʼ αὐτῶν διακρατουμένην τῶν ξυλίνων, ἐκεῖνος ἐπιθεῖναι τῷ Τεβέρει λέγεται, ἣν ἄχρι τοῦ παρόντος διαφυλάττουσιν ἱερὰν εἶναι νομίζοντες.
また、青銅や鉄を使わずに、木材自体によって緊結されて支えられることが掟とされている木造の橋を、テベリス川に架けたのは彼であると言われている。 彼らはこの橋を、神聖なものであると考えて今日まで維持している。
εἰ δέ τι πονήσειεν αὐτῆς μέρος οἱ ἱεροφάνται θεραπεύουσι θυσίας τινὰς ἐπιτελοῦντες ἅμα τῇ κατασκευῇ §3.45.3πατρίους.
もしその一部が破損したなら、神官たちは、修復作業とともに、ある種の祖先伝来の犠牲を執り行って修復する。
ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς ὁ βασιλεὺς οὗτος ἱστορίας ἄξια καὶ τὴν Ῥώμην οὐκ ὀλίγῳ κρείττονα παραδοὺς τοῖς ἐπιγινομένοις ἧς αὐτὸς παρέλαβεν, ἔτη τέτταρα πρὸς τοῖς εἴκοσι τὴν βασιλείαν κατασχὼν ἀποθνήσκει δύο καταλιπὼν υἱούς, τὸν μὲν ἔτι παῖδα τὴν ἡλικίαν, τὸν δὲ πρεσβύτερον ἀρτίως γενειῶντα.
この王は、自らの治世においてこれら歴史に値する偉業を成し遂げ、ローマを自身が受け継いだ時よりも遥かに優れた状態で後継者たちに引き渡して、24年間王位を維持した後に死去した。 彼は二人の息子を残したが、一人は年齢においてまだ子供であり、年長のもう一人はちょうど髭が生えかけたところであった。