§3.4.1μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι·
これらの弁明ののちに、両者は戦争の準備を進めた。 自らの軍勢を武装させるだけでなく、属民たちからの支援も呼び求めながら。
ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες·
そして、すべての準備が整うと、彼らは互いに進撃し、ローマから40スタディオン離れた場所に陣を張った。
οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ʽφυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησινʼ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι.
アルバ人は、いわゆる「クロイリアの壕」(これは今なおそれを作った者の名を保持している)の周辺に陣を敷き、ローマ人はその少し内側に、陣営地に最も適した場所を選んで陣を張った。
§3.4.2ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατʼ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν·
しかし、双方とも互いの軍勢が、数においても劣らず、武装においても貧弱でなく、その他の準備においても侮りがたいものであることを見て取ると、最初の突撃だけで敵を退散させるつもりで当初抱いていた、戦いへと急ぐ衝動を捨て去った。
φυλακῆς δὲ μᾶλλον ἢ προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει.
そして、防壁をより高く築き上げながら、先制攻撃よりもむしろ防衛に配慮を払うようになり、彼らのうち最も分別のある者たちの心には、自分たちが最善の策を講じていないという考えと、指導者たちへの非難が生じた。
§3.4.3ἑλκομένου δὲ τοῦ χρόνου διὰ κενῆς ʽοὐδὲν γὰρ ὅ τι καὶ λόγου ἄξιον εἴτε καταδρομαῖς ψιλῶν ἢ συμπλοκαῖς ἱππέων ἔβλαπτον ἀλλήλουσʼ ὁ τοῦ πολέμου δόξας αἴτιος γενονέναι Κλοίλιος ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ γνώμην ἔσχεν ἐξάγειν τὴν στρατιὰν καὶ προκαλεῖσθαι τοὺς πολεμίους εἰς μάχην, ἐὰν δὲ μὴ ὑπακούσωσι προσβάλλειν αὐτῶν πρὸς τὰ ἐρύματα.
時間が無駄に引き延ばされる中で(軽装兵による急襲や騎兵の衝突によっても、互いに特筆すべきほどの損害を与えなかったからである)、戦争の原因を作ったと見なされていたクロイリオスは、何もしないでの待機に苛立ち、軍を率い出て敵を戦闘へと誘い出し、もし彼らが応じないならば、その防御陣地を攻撃することを決意した。
§3.4.4παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.
戦闘のための準備を整え、また城壁攻めが必要となる場合に備えてそのような行動に適したあらゆる道具を考案したうえで、夜になると、通常の護衛が周りに控えている中、彼は将軍の幕舎で眠っていたが、夜明け頃に死んでいるのが発見された。 その体に、斬殺、首吊り、毒殺、あるいはその他のいかなる暴力的な死の痕跡も全く見られない状態で。