§3.4.1μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι· ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες· οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ʽφυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησινʼ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι.
After these pretexts, both sides prepared for war, not only arming their own forces but also calling upon those of their subjects; and when all was ready for them, they advanced against each other and encamped at a distance of forty stades from Rome—the Albans around the so-called Cluilian trenches (for they still preserve the name of the man who constructed them), and the Romans a little further inland, having chosen the most suitable place for a camp.
§3.4.2ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατʼ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν· φυλακῆς δὲ μᾶλλον ἢ προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει.
But when they both saw that each other's forces were neither inferior in numbers, nor poorly armed, nor contemptible in their other preparations, they desisted from that hasty impulse for battle which they had at the beginning, thinking to rout the enemy by the first onset; and they took thought for defense rather than for making the first attack, raising their palisades higher, while there entered into the minds of the most sensible among them the reflection that they were not planning what was best, and also a censure of those in authority.
§3.4.3ἑλκομένου δὲ τοῦ χρόνου διὰ κενῆς ʽοὐδὲν γὰρ ὅ τι καὶ λόγου ἄξιον εἴτε καταδρομαῖς ψιλῶν ἢ συμπλοκαῖς ἱππέων ἔβλαπτον ἀλλήλουσʼ ὁ τοῦ πολέμου δόξας αἴτιος γενονέναι Κλοίλιος ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ γνώμην ἔσχεν ἐξάγειν τὴν στρατιὰν καὶ προκαλεῖσθαι τοὺς πολεμίους εἰς μάχην, ἐὰν δὲ μὴ ὑπακούσωσι προσβάλλειν αὐτῶν πρὸς τὰ ἐρύματα.
While time was dragged out in vain (for they did no damage to each other worthy of mention, either by the incursions of light-armed troops or by skirmishes of the cavalry), Cluilius, who was believed to have been the cause of the war, vexed at this inactive delay, resolved to lead out his army and challenge the enemy to battle, and, if they did not accept the challenge, to attack their fortifications.
§3.4.4παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.
Having prepared what was necessary for the contest and, in case there should be need of storming walls, having constructed everything useful for such an undertaking, when night came, as he was sleeping in the general's tent with his usual guard present, he was found dead toward dawn, having no mark of slaughter, hanging, poison, or any other violent death upon his body.