Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.4.1-3.4.4

两军对峙与克洛伊留斯的猝死

第 171 段,共 962 段 · 希腊语

内容简介

罗马和阿尔巴两军对峙并安营扎寨,但由于察觉到对方实力而陷入持久战。阿尔巴将军克洛伊留斯因焦躁企图发动进攻,却在夜间神秘死亡。

§3.4.1μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι·
在这些借口之后,双方都为战争做了准备,不仅武装了自己本国的军队,还召集了属民的军队。
ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες·
当一切准备就绪时,他们向彼此进军,并在距离罗马四十斯塔迪翁的地方安营扎寨。
οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ʽφυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησινʼ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι.
阿尔巴人驻扎在所谓的“克洛伊留斯壕沟”周围(因为这些壕沟至今仍保留着建造者的名字),而罗马人则在稍内侧的地方,选择了一处最适合安营扎寨的地点。
§3.4.2ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατʼ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν· φυλακῆς δὲ μᾶλλον ἢ προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει.
但是,当双方都看到彼此的军队既不逊色于人数,也不在武器上简陋,在其他准备工作上也不容小觑时,他们便放弃了起初拥有的那种渴望速战、企图以一次突袭便击退敌人的急躁冲动;他们开始更多地考虑防守而非先发制人,将栅栏筑得更高。 而在他们之中最明智的人心里,产生了一种他们并未做出最佳决策的想法,同时也出现了对执政者的指责。
§3.4.3ἑλκομένου δὲ τοῦ χρόνου διὰ κενῆς ʽοὐδὲν γὰρ ὅ τι καὶ λόγου ἄξιον εἴτε καταδρομαῖς ψιλῶν ἢ συμπλοκαῖς ἱππέων ἔβλαπτον ἀλλήλουσʼ ὁ τοῦ πολέμου δόξας αἴτιος γενονέναι Κλοίλιος ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ γνώμην ἔσχεν ἐξάγειν τὴν στρατιὰν καὶ προκαλεῖσθαι τοὺς πολεμίους εἰς μάχην, ἐὰν δὲ μὴ ὑπακούσωσι προσβάλλειν αὐτῶν πρὸς τὰ ἐρύματα.
随着时间白白流逝(因为无论是通过轻装步兵的袭击还是骑兵的交火,他们都没有给对方造成任何值得一提的损失),被认为是战争起因的克洛伊留斯对这种无所作为的对峙感到焦躁,决定率军出击并向敌人挑战,如果他们不接受挑战,就进攻他们的防御工事。
§3.4.4παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.
在准备好战斗所需的一切,并制造了若需要攻城战时适用于此类行动的所有工具后,夜幕降临,当他在有往常的卫兵守护的统帅帐篷里睡觉时,于拂晓时分被发现死亡,他的身上没有任何斩杀、自缢、中毒或其他暴力致死的痕迹。

词汇与语法注释

  1. §3.4.2συνεῖδον ... οὔτε ... λειπομένας ... οὔτε ... οὔσας — 知觉动词 συνεῖδον 支配宾格宾语(ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις,“彼此的军队”),并带有补足分词 λειπομένας 和 οὔσας,构成“察觉到[他们的军队]既不逊色……也不……”的句式。
  2. §3.4.2ὡς οὐ τὰ κράτιστα βουλευομένοις — 与格分词 βουλευομένοις 与前方的与格形容词短语 αὐτῶν τοῖς χαριεστάτοις(他们中最明智的人)一致。小词 ὡς 表示主观想法或判断,表示“认为他们没有做出最佳决策”的心理状态。
  3. §3.4.4παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς — 属格独立结构(genitive absolute),由属格名词 τῆς εἰωθυίας φυλακῆς 和属格现在分词 παρούσης 构成。在此语境中具有让步意味,意为“尽管他往常的卫兵守护在旁”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.4.1-3.4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.4.1-3.4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。