§3.3.1ἀφικομένων δὲ τῶν πρεσβευτῶν εἰς Ῥώμην ὑποπτεύσας ὁ Τύλλος, ὅτι δίκας αἰτήσοντες ἥκοιεν, αὐτὸς τοῦτο ποιῆσαι πρότερος ἔγνω περιστῆσαι βουλόμενος εἰς ἐκείνους τὴν αἰτίαν τοῦ λύειν τὰ πρὸς τὴν ἀποικίαν συγκείμενα.
使節たちがローマに到着したとき、彼らが補償を求めるために来たのだと察したトゥッルスは、自ら先にこれを行うことを決意した。 それは、植民市との間に取り決められた契約を破棄した責任を、彼ら(アルバ人)に転嫁しようと望んだからであった。
συνθῆκαι γὰρ ἦσαν ταῖς πόλεσιν ἐπὶ Ῥωμύλου γενόμεναι τά τε ἄλλα ἔχουσαι δίκαια καὶ ἵνα μηδετέρα πολέμου ἄρχῃ· ἡ δʼ ἐγκαλοῦσα ὅ τι δή ποτε ἀδίκημα δίκας αἰτοῖ παρὰ τῆς ἀδικούσης, εἰ δὲ μὴ τυγχάνοι τότε τὸν ἐξ ἀνάγκης ἐπιφέροι πόλεμον, ὡς λελυμένων ἤδη τῶν σπονδῶν.
というのも、ロムルスの時代に両都市の間で結ばれた条約があり、それには様々な権利が規定されていたほか、どちらの側も戦争を先に始めないこと、そして、何らかの損害を訴える都市が、損害を与えた側に対して補償を求め、もしそれが得られない場合には、そのときに、すでに条約が破棄されたものとして、やむを得ぬ戦争を起こすことが定められていたからである。
§3.3.2φυλαττόμενος δὲ τὸ μὴ προτέρους αἰτηθέντας δίκας Ῥωμαίους ἀντειπεῖν, ἔπειτα ὑπαιτίους Ἀλβανοῖς γενέσθαι, προσέταξε τοῖς ἐπιφανεστάτοις τῶν ἑαυτοῦ φίλων τοὺς Ἀλβανῶν πρέσβεις ξενίζειν ἁπάσῃ φιλοφροσύνῃ καὶ κατέχειν ἔνδον παρʼ ἑαυτοῖς·
ローマ人が、先に補償を求められた後に拒絶し、その結果としてアルバ人に対して非難されるべき立場に陥ることを警戒した彼は、自分の友人のうち最も著名な者たちに、アルバ人の使節たちをこの上ない厚意をもって持てなし、自分たちのもとに留め置くよう命じた。
αὐτὸς δʼ ἐν ἀσχολίαις εἶναι τισὶν ἀναγκαίοις σκηψάμενος διεκρούσατο §3.3.3τὴν πρόσοδον αὐτῶν.
彼自身は、何か避けられない用事があると言い訳をして、彼らとの会見を避けた。
τῇ δʼ ἔγγιστα νυκτὶ Ῥωμαίων ἄνδρας ἐπιφανεῖς ἐντειλάμενος αὐτοῖς ἃ χρὴ πράττειν ἀπέστειλεν εἰς Ἄλβαν ἅμα τοῖς εἰρηνοδίκαις αἰτήσοντας ὑπὲρ ὧν ἠδίκηντο Ῥωμαῖοι δίκας παρʼ Ἀλβανῶν λαβεῖν, οἳ πρὶν ἥλιον ἀνίσχειν διανύσαντες τὴν ὁδὸν πληθυούσης τῆς ἑωθινῆς ἀγορᾶς ἐντυγχάνουσι τῷ Κλοιλίῳ κατʼ ἀγορὰν ὄντι καὶ διεξιόντες ὅσα ἠδίκηντο Ῥωμαῖοι πρὸς Ἀλβανῶν ἠξίουν πράττειν τὰ συγκείμενα ταῖς πόλεσιν.
そして翌夜、彼はローマの著名な男たちに、なすべきことを指示した上で、神官使節とともにアルバへと派遣し、ローマ人が被った不義についてアルバ人から補償を得るよう求めた。 彼らは、日の昇る前に道を進み終え、朝の広場が賑わう頃に、広場にいたクロイリオスに出会った。 そして、ローマ人がアルバ人から被った不義の数々を詳細に説明し、両都市の間の取り決めを実行するよう要求した。
§3.3.4ὁ δὲ Κλοίλιος, ὡς Ἀλβανῶν προτέρων ἀπεσταλκότων εἰς Ῥώμην τοὺς αἰτήσοντας δίκας καὶ μηδὲ ἀποκρίσεως ἠξιωμένων, ἀπιέναι τοὺς Ῥωμαίους ἐκέλευσεν ως παραβεβηκότας τὰς ὁμολογίας καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον.
しかしクロイリオスは、アルバ人の方が先に補償を求める使節をローマに派遣したにもかかわらず、返答さえ与えられなかったとして、ローマ人に対し、約束に違反した者として立ち去るよう命じ、彼らに戦争を宣告した。
ἀπαλλαττόμενος δὲ ὁ τῆς πρεσβείας ἡγεμὼν τοῦτʼ ἠξίωσεν ἀκοῦσαι παρʼ αὐτοῦ μόνον, εἰ παραβαίνειν τὰς σπονδὰς ὁμολογεῖ τοὺς προτέρους αἰτηθέντας δίκας καὶ μηδὲν ὑπομείναντας ποιεῖν τῶν ὁσίων.
去り際に、使節の代表は、ただこのことについてだけ彼から聞きたいと要求した。 すなわち、先に補償を求められながら、神聖な義務を何一つ果たそうとしない者が条約を破っていると認めるか、ということである。
§3.3.5ὁμολογήσαντος δὲ τοῦ Κλοιλίου, μαρτύρομαι τοίνυν, ἔφη, τοὺς θεούς, οὓς ἐποιησάμεθα τῶν σπονδῶν μάρτυρας, ὅτι Ῥωμαίοις οὐ τυχοῦσι τῶν δικαίων προτέροις ὅσιος ὁ κατὰ τῶν παραβάντων τὰς σπονδὰς πόλεμος ἔσται, οἱ δὲ πεφευγότες τοῦτο τὸ δίκαιον ὑμεῖς ἐστε, ὡς αὐτὰ τὰ ἔργα δηλοῖ.
クロイリオスがそれを認めると、彼は言った。 「それならば、私は、我々が条約の証人とした神々を証人として呼び求めよう。 先に補償を求めながらそれを得られなかったローマ人にとって、条約に違反した者たちに対する戦争は正当なものとなる。 そして、この正義を避けたのはあなた方であることは、事実そのものが示している。
πρότεροί τε γὰρ αἰτηθέντες τὸ δίκαιον οὐχ ὑπέσχετε καὶ πρότερον τὸν πόλεμον ἡμῖν προειρήκατε.
なぜなら、先に補償を求められたにもかかわらずそれを提供せず、さらに我々に対して先に戦争を宣告したからである。
τοιγάρτοι τοὺς ἀμυνουμένους ὑμᾶς προσδέχεσθε μετὰ τῶν ὅπλων οὐκ εἰς μακράν.
それゆえ、遠からず、武器を手にして防衛する我々を迎え撃つがよい。
§3.3.6ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας ὁ Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγειν ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν.
」ローマに帰還した使節たちからこの報告を聞くと、トゥッルスは、そのときはじめてアルバ人の使節たちを召し出し、彼らの来訪の目的を話すよう命じた。
ἀπαγγειλάντων δʼ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι.
彼らが、クロイリオスに命じられたことをすべて報告し、補償が得られなければ戦争を始めると脅したところ、彼は言った。 「私はあなた方よりも先にこれを行い、条約が求めていたものを何一つ得られなかった。
. . τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.
……ゆえに、私はアルバ人に対し、避けることのできない正当な戦争を布告する。 」