Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.36.1-3.36.5

アンクス・マルキウスの即位と祭祀の復興

207 / 962 箇所 · ギリシア語

要旨

トゥッルス・ホスティリウスの死後、アンクス・マルキウスが新王に選出され、怠られていた諸祭祀を復興するとともに、市民に平和と勤勉な生活を勧告する。

§3.36.1μετὰ δὲ τὴν Ὁστιλίου Τύλλου τελευτὴν ἡ μεσοβασίλειος ὑπὸ τῆς βουλῆς ἀποδειχθεῖσα ἀρχὴ κατὰ τοὺς πατρίους ἐθισμοὺς αἱρεῖται βασιλέα τῆς πόλεως Μάρκιον ἐπίκλησιν Ἄγκον·
ホスティリウス・トゥッルスの死後、元老院によって任命された空位期の執政部が、祖先伝来の習慣に従って、アンクスというあだ名のマルキウスを都市の王に選出した。
ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ καὶ τῶν ἐκ τοῦ θεοῦ καλῶν γενομένων συντελέσας τὰ κατὰ νόμον ἅπαντα παραλαμβάνει τὴν ἀρχὴν ὁ Μάρκιος ἐνιαυτῷ δευτέρῳ τῆς τριακοστῆς καὶ πέμπτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σφαῖρος ὁ Λακεδαιμόνιος, καθʼ ὃν χρόνον Ἀθήνησι τὴν ἐνιαύσιον ἀρχὴν εἶχε Δαμασίας.
そして民衆が元老院の決議を承認し、神からの吉兆が得られた後、マルキウスは法律に従うすべてのことを成し遂げて、第三十五回オリンピアードの第二年に王位を継承した。 このオリンピアードではスパルタのスパイロスがスタディオン競走で優勝し、アテナイではダマシアスが年次の執政官職を務めていた。
§3.36.2οὗτος ὁ βασιλεὺς πολλὰς τῶν ἱερουργιῶν ἀμελουμένας καταμαθών, ἃς ὁ μητροπάτωρ αὐτοῦ Πομπίλιος Νόμας κατεστήσατο, πολεμιστάς τε καὶ πλεονέκτας τοὺς πλείστους Ῥωμαίων γεγονότας ὁρῶν καὶ οὐκέτι τὴν γῆν ὡς πρότερον ἐργαζομένους, συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τά τε θεῖα σέβειν αὐτοὺς ἠξίου πάλιν, ὥσπερ ἐπὶ Νόμα διετέλουν σέβοντες, διεξιὼν ὅτι παρὰ τὴν τῶν θεῶν ὀλιγωρίαν νόσοι τε λοιμικαὶ πολλαὶ κατέσκηψαν εἰς τὴν πόλιν, ὑφʼ ὧν ἐφθάρη μοῖρα τοῦ πλήθους οὐκ ὀλίγη, καὶ βασιλεὺς Ὁστίλιος ὁ μὴ ποιούμενος αὐτῶν ὴν ἔδει φυλακὴν κάμνων ἐπὶ πολλοὺς χρόνους τὸ σῶμα πάθεσι παντοδαποῖς καὶ οὐδὲ τῆς γνώμης ἔτι τῆς αὑτοῦ καρτερὸς διαμένων, ἀλλὰ συνδιαφθαρεὶς τῷ σώματι τὰς φρένας, οἰκτρᾶς καταστροφῆς ἔτυχεν αὐτός τε καὶ γένος τὸ ἐξ αὐτοῦ·
この王は、母方の祖父ヌマ・ポンピリウスが制定した多くの宗教儀礼が怠られていることを知り、またローマ人の大半が好戦的で強欲になり、もはや以前のように土地を耕作しなくなっているのを見て、民衆を集会に招集し、ヌマの時代にそうし続けていたように再び神々を崇拝するよう求めた。 その際、神々への軽視のために多くの疫病が都市を襲い、それによって民衆の少なからぬ部分が滅ぼされたこと、そしてホスティリウス王もそれらの儀礼に対してなすべきであった配慮を行わなかったために、長年にわたりあらゆる病で体を患い、もはや自らの判断力においても毅然としておられず、身体とともに精神をも破壊されて、彼自身も彼から生まれた子孫も悲惨な最期を遂げたことを詳細に説明した。
§3.36.3πολιτείας τε ἀγωγὴν τὴν ὑπὸ Νόμα κατασταθεῖσαν Ῥωμαίοις ἐπαινῶν ὡς καλὴν καὶ σώφρονα καὶ ἀπὸ τῶν δικαιοτάτων ἔργων τὰς καθʼ ἡμέραν ἑκάστῳ παρέχουσαν εὐπορίας, ἀνανεώσασθαι πάλιν αὐτὴν παρεκάλει γεωργίαις τε καὶ κτηνοτροφίαις καὶ ταῖς ἄλλαις ἐργασίαις, ὅσαις μηθὲν ἀδίκημα προσῆν, ἁρπαγῆς δὲ καὶ βίας καὶ τῶν ἐκ τοῦ πολέμου γινομένων ὠφελειῶν ὑπεριδεῖν.
さらに、ヌマによってローマ人のために制定された国政のあり方を、美しく節度あるものであり、最も正義にかなった仕事から日々各人に豊かさをもたらすものであると称賛し、農業や牧畜、その他の不義が全く伴わない仕事によって、それを再び復活させるよう勧め、略奪や暴力、戦争から得られる利益は軽視するようにと勧告した。
§3.36.4ταῦτα καὶ τὰ τούτοις ὅμοια διαλεγόμενος καὶ εἰς πολλὴν ἐπιθυμίαν καθιστὰς ἅπαντας ἡσυχίας ἀπολέμου καὶ φιλεργίας σώφρονος καὶ μετὰ τοῦτο συγκαλέσας τοὺς ἱεροφάντας καὶ τὰς περὶ τῶν ἱερῶν συγγραφάς, ἃς Πομπίλιος συνεστήσατο, παρʼ αὐτῶν λαβὼν ἀνέγραψεν εἰς δέλτους καὶ προὔθηκεν ἐν ἀγορᾷ πᾶσι τοῖς βουλομένοις σκοπεῖν, ἃς ἀφανισθῆναι συνέβη τῷ χρόνῳ·
このようなことやこれらに類することを語って、すべての人々に戦争のない平穏と節度ある勤勉さに対する強い熱望を抱かせ、この後に神官たちを招集して、ポンピリウスが定めた祭祀に関する書物を彼らから受け取ると、それらを木版に書き写して、見たいと望むすべての人のために広場に掲げた。 これらは時とともに消失することになった。
χαλκαῖ γὰρ οὔπω στῆλαι τότε ἦσαν, ἀλλʼ ἐν δρυΐναις ἐχαράττοντο σανίσιν οἵ τε νόμοι καὶ αἱ περὶ τῶν ἱερῶν διαγραφαί·
というのも、当時はまだ青銅の石柱はなく、法律も祭祀に関する規定もオークの板に刻まれていたからである。
μετὰ δὲ τὴν ἐκβολὴν τῶν βασιλέων εἰς ἀναγραφὴν δημοσίαν αὖθις ἤχθησαν ὑπʼ ἀνδρὸς ἱεροφάντου Γαίου Παπιρίου, τὴν ἁπάντων τῶν ἱερέων ἡγεμονίαν ἔχοντος.
しかし、王たちの追放の後に、すべての神官たちの指導権を持っていた神官ガイウス・パピリウスという人物によって、再び公的な記録へと書き戻された。
§3.36.5ἀνακτησάμενος δὲ τὰ κατερρᾳθυμημένα τῶν ἱερῶν καὶ τὸν ἀργὸν ὄχλον ἐπὶ τὰς ἰδίας ἐργασίας ἀποστείλας ἐπῄνει μὲν τοὺς ἐπιμελεῖς γεωργούς, ἐμέμφετο δὲ τοὺς κακῶς προισταμένους τῶν ἰδίων, ὡς οὐ βεβαίους πολίτας.
このようにして、怠慢にされていた祭祀を復興し、怠惰な群衆をそれぞれの仕事へと戻らせると、勤勉な農民たちを称賛する一方、自らの家業を疎かに管理する者たちを、信頼できない市民として非難した。

語釈・文法注

  1. 518ἐπικυρώσαντος δὲ τοῦ δήμου — 分詞 `ἐπικυρώσαντος` および続く `γενομένων` は属格絶対を形成しており、主節の主動詞 `παραλαμβάνει` に先立つ時間的先後関係(「民衆が承認し、吉兆が現れた後に」)を表す。
  2. p.v.1p.348αὐτῶν ἣν ἔδει φυλακὴν — `αὐτῶν`(属格)は前出の「宗教儀礼」(`ἱερουργιῶν`)を指す。関係代名詞 `ἣν` の先行詞である `φυλακήν` が関係節内に引き込まれる「関係詞節への先行詞の取り込み(antecedent incorporation)」が起きており、本来は `τὴν φυλακὴν ἣν ἔδει [ποιεῖσθαι]`(なすべきであった配慮)の意味になる。
  3. p.v.1p.348τὰς φρένας — 受動態の分詞 `συνδιαφθαρεὶς` に伴う「関係の対格(または限定の対格)」であり、主語であるホスティリウス王について「精神(知性)において[肉体とともに]損なわれた」という限定的な範囲を表している。
  4. 520εἰς ἀναγραφὴν δημοσίαν αὖθις ἤχθησαν — 動詞 `ἤχθησαν`(`ἄγω` のアオリスト受動態)は、王政追放後に一度失われた文書群が、最高神祇官の手によって再び「公的な再記録・編集」という状態へと「もたらされた(編纂された)」ことを意味する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.36.1-3.36.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.36.1-3.36.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。