Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.36.1-3.36.5

安库斯·马尔基乌斯的即位与宗教复兴

第 207 段,共 962 段 · 希腊语

内容简介

在图路斯·奥斯蒂里乌斯死后,安库斯·马尔基乌斯被选为新王。他恢复了被忽视的各项祭祀,并劝导公民过上和平而勤勉的生活。

§3.36.1μετὰ δὲ τὴν Ὁστιλίου Τύλλου τελευτὴν ἡ μεσοβασίλειος ὑπὸ τῆς βουλῆς ἀποδειχθεῖσα ἀρχὴ κατὰ τοὺς πατρίους ἐθισμοὺς αἱρεῖται βασιλέα τῆς πόλεως Μάρκιον ἐπίκλησιν Ἄγκον·
在图路斯·奥斯蒂里乌斯死后,由元老院指定的空位摄政机构根据祖宗的习惯,选举了绰号为安库斯的马尔基乌斯为城邦的国王。
ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ καὶ τῶν ἐκ τοῦ θεοῦ καλῶν γενομένων συντελέσας τὰ κατὰ νόμον ἅπαντα παραλαμβάνει τὴν ἀρχὴν ὁ Μάρκιος ἐνιαυτῷ δευτέρῳ τῆς τριακοστῆς καὶ πέμπτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σφαῖρος ὁ Λακεδαιμόνιος, καθʼ ὃν χρόνον Ἀθήνησι τὴν ἐνιαύσιον ἀρχὴν εἶχε Δαμασίας.
在民众批准了元老院的决议且神明降下吉兆之后,马尔基乌斯履行了所有合乎法律的仪式,于第三十五届奥林匹亚德的第二年接管了王权。 在这一届奥林匹亚德中,拉刻代蒙的斯斐洛斯获得了短跑比赛的冠军,当时达马西亚斯在雅典担任年度执政官。
§3.36.2οὗτος ὁ βασιλεὺς πολλὰς τῶν ἱερουργιῶν ἀμελουμένας καταμαθών, ἃς ὁ μητροπάτωρ αὐτοῦ Πομπίλιος Νόμας κατεστήσατο, πολεμιστάς τε καὶ πλεονέκτας τοὺς πλείστους Ῥωμαίων γεγονότας ὁρῶν καὶ οὐκέτι τὴν γῆν ὡς πρότερον ἐργαζομένους, συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τά τε θεῖα σέβειν αὐτοὺς ἠξίου πάλιν, ὥσπερ ἐπὶ Νόμα διετέλουν σέβοντες, διεξιὼν ὅτι παρὰ τὴν τῶν θεῶν ὀλιγωρίαν νόσοι τε λοιμικαὶ πολλαὶ κατέσκηψαν εἰς τὴν πόλιν, ὑφʼ ὧν ἐφθάρη μοῖρα τοῦ πλήθους οὐκ ὀλίγη, καὶ βασιλεὺς Ὁστίλιος ὁ μὴ ποιούμενος αὐτῶν ὴν ἔδει φυλακὴν κάμνων ἐπὶ πολλοὺς χρόνους τὸ σῶμα πάθεσι παντοδαποῖς καὶ οὐδὲ τῆς γνώμης ἔτι τῆς αὑτοῦ καρτερὸς διαμένων, ἀλλὰ συνδιαφθαρεὶς τῷ σώματι τὰς φρένας, οἰκτρᾶς καταστροφῆς ἔτυχεν αὐτός τε καὶ γένος τὸ ἐξ αὐτοῦ·
这位国王发现,由他的外祖父努马·庞皮里乌斯确立的许多宗教仪式都已被忽视,并看到大多数罗马人变得好战且贪婪,不再像以前那样耕作土地。 于是,他召集民众集会,要求他们重新敬奉神明,就像他们在努马时期一直敬奉的那样。 他详细阐明,由于对神明的轻视,许多瘟疫袭击了这座城市,以致大批民众遭遇毁灭;而奥斯蒂里乌斯国王因为没有对这些仪式给予应有的维护,身体长年遭受各种疾病的折磨,甚至不再能主宰自己的意志,而是精神与肉体一同衰败,他本人及其后代都落得个悲惨的结局。
§3.36.3πολιτείας τε ἀγωγὴν τὴν ὑπὸ Νόμα κατασταθεῖσαν Ῥωμαίοις ἐπαινῶν ὡς καλὴν καὶ σώφρονα καὶ ἀπὸ τῶν δικαιοτάτων ἔργων τὰς καθʼ ἡμέραν ἑκάστῳ παρέχουσαν εὐπορίας, ἀνανεώσασθαι πάλιν αὐτὴν παρεκάλει γεωργίαις τε καὶ κτηνοτροφίαις καὶ ταῖς ἄλλαις ἐργασίαις, ὅσαις μηθὲν ἀδίκημα προσῆν, ἁρπαγῆς δὲ καὶ βίας καὶ τῶν ἐκ τοῦ πολέμου γινομένων ὠφελειῶν ὑπεριδεῖν.
他赞美由努马为罗马人确立的政治体制,认为它是美好且温和的,并能通过最正义的劳动为每个人带来日常的富足。 他劝导他们通过农业、畜牧业以及其他不带任何不义的行业来重新恢复这一体制,并鄙视掠夺、暴力以及通过战争获得的利益。
§3.36.4ταῦτα καὶ τὰ τούτοις ὅμοια διαλεγόμενος καὶ εἰς πολλὴν ἐπιθυμίαν καθιστὰς ἅπαντας ἡσυχίας ἀπολέμου καὶ φιλεργίας σώφρονος καὶ μετὰ τοῦτο συγκαλέσας τοὺς ἱεροφάντας καὶ τὰς περὶ τῶν ἱερῶν συγγραφάς, ἃς Πομπίλιος συνεστήσατο, παρʼ αὐτῶν λαβὼν ἀνέγραψεν εἰς δέλτους καὶ προὔθηκεν ἐν ἀγορᾷ πᾶσι τοῖς βουλομένοις σκοπεῖν, ἃς ἀφανισθῆναι συνέβη τῷ χρόνῳ· χαλκαῖ γὰρ οὔπω στῆλαι τότε ἦσαν, ἀλλʼ ἐν δρυΐναις ἐχαράττοντο σανίσιν οἵ τε νόμοι καὶ αἱ περὶ τῶν ἱερῶν διαγραφαί·
通过这些及类似的言论,他使所有人对无战争的安宁和温和的勤勉产生了极大的渴望。 此后,他召集了祭司,从他们那里接过了庞皮里乌斯编纂的关于祭祀的文书,将其抄写在木板上,并陈列在广场上,供所有想看的人查看。 这些木板随着时间的推移而消失了;因为那时还没有青铜石柱,法律和关于祭祀的规章都是刻在橡木板上的。
μετὰ δὲ τὴν ἐκβολὴν τῶν βασιλέων εἰς ἀναγραφὴν δημοσίαν αὖθις ἤχθησαν ὑπʼ ἀνδρὸς ἱεροφάντου Γαίου Παπιρίου, τὴν ἁπάντων τῶν ἱερέων ἡγεμονίαν ἔχοντος.
但在国王被驱逐之后,它们又被一位名叫盖乌斯·帕皮里乌斯的祭司重新整理并载入公共记录,此人拥有所有祭司的领导权。
§3.36.5ἀνακτησάμενος δὲ τὰ κατερρᾳθυμημένα τῶν ἱερῶν καὶ τὸν ἀργὸν ὄχλον ἐπὶ τὰς ἰδίας ἐργασίας ἀποστείλας ἐπῄνει μὲν τοὺς ἐπιμελεῖς γεωργούς, ἐμέμφετο δὲ τοὺς κακῶς προισταμένους τῶν ἰδίων, ὡς οὐ βεβαίους πολίτας.
在恢复了那些被疏忽的祭祀并将无所事事的人群遣回各自的工作后,他赞扬了勤劳的农民,但指责了那些不好好管理自己产业的人,认为他们是不靠谱的公民。

词汇与语法注释

  1. 518ἐπικυρώσαντος δὲ τοῦ δήμου — 分词 `ἐπικυρώσαντος` 以及随后的 `γενομένων` 构成了属格绝对结构,表示在主句主动词 `παραλαμβάνει` 动作发生之前的时间先后关系。
  2. p.v.1p.348αὐτῶν ἣν ἔδει φυλακὴν — 属格代词 `αὐτῶν` 指代前文的“宗教仪式” (`ἱερουργιῶν`)。关系代词 `ἣν` 的先行词 `φυλακήν` 被拉入到关系从句中(即“先行词并入”),其功能相当于 `τὴν φυλακὴν ἣν ἔδει [ποιεῖσθαι]`(“本应给予的维护/关照”)。
  3. p.v.1p.348τὰς φρένας — 这是一个与被动分词 `συνδιαφθαρεὶς` 连用的“关系宾格”(或称限定宾格),用于限定主语奥斯蒂里乌斯国王在“精神/理智”方面[与肉体一同]遭受了毁灭。
  4. 520εἰς ἀναγραφὴν δημοσίαν αὖθις ἤχθησαν — 动词 `ἤχθησαν`(`ἄγω` 的无定过去时被动语态)意味着那些一度丢失的文书,在驱逐国王之后,被大祭司再次“带入”(即重编、整理)到公共记录的状态中。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.36.1-3.36.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.36.1-3.36.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。