§3.35.1ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς βασιλεὺς Τύλλος Ὁστίλιος, ἀνὴρ ἐν ὀλίγοις ἄξιος εὐλογεῖσθαι τῆς τε εὐτολμίας ἕνεκα τῆς πρὸς τὰ πολέμια καὶ τῆς φρονήσεως τῆς περὶ τὰ δεινά, ὑπὲρ ἄμφω δὲ ταῦτα, ὅτι οὐ ταχὺς ὢν εἰς πόλεμον ἰέναι βέβαιος ἦν καταστὰς εἰς αὐτὸν ἐν ἅπασι τῶν ἀντιπάλων προέχειν, ἔτη δὲ κατασχὼν τὴν ἀρχὴν δύο καὶ τριάκοντα τελευτᾷ τὸν βίον ἐμπρησθείσης τῆς οἰκίας, καὶ σὺν αὐτῷ γυνή τε ἀπόλλυται καὶ τέκνα καὶ ὁ ἄλλος οἰκετικὸς ἅπας ὄχλος καταληφθεὶς ὑπὸ τοῦ πυρός.
自らの治世においてこれらのことを成し遂げた後、トゥッルス・ホスティリウス王――戦争に対する勇敢さと危機における賢明さのゆえに、称賛されるに値する数少ない人々の一人であり、さらにこれら二つの点以上に、戦争に突入することには慎重であったものの、いったん戦争が始まればすべての点で敵に勝ることに揺るぎがなかった人物であるが――は、三十二年間にわたり王位を保った後に、自宅が放火されたことによって生涯を終えた。 そして彼とともに、妻も子供たちも、その他すべての使用人の群れも火に包まれて命を落とした。
§3.35.2καταπρησθῆναι δὲ τὴν οἰκίαν οἱ μὲν ὑπὸ κεραυνοῦ λέγουσι μηνίσαντος τοῦ θεοῦ διʼ ὀλιγωρίαν ἱερῶν τινων ʽἐκλιπεῖν γὰρ ἐπὶ τῆς ἀρχῆς τῆς ἐκείνου πατρίους τινὰς θυσίας, ἑτέρας δʼ οὐχ ὑπαρχούσας ἐπιχωρίους Ῥωμαίοις παραγαγεῖνʼ, οἱ δὲ πλείους ἐξ ἀνθρωπίνης φασὶν ἐπιβουλῆς τὸ πάθος γενέσθαι ἀνατιθέντες τὸ ἔργον Μαρκίῳ τῷ μετʼ ἐκεῖνον ἄρξαντι τῆς πόλεως.
家が焼け落ちたことについて、ある人々は、いくつかの祭祀を軽視したために神が怒り、落雷があったためであると言う(すなわち、「彼の治世において祖先伝来のいくつかの犠牲式が途絶え、ローマ人にとって本来の地元の習慣ではない他の祭祀が導入されたからである」と)。 しかし、大多数の人々は、人間の陰謀によってこの惨劇が起きたと言い、その犯行を、彼の後に都市を統治したマルキウスのせいにしている。
§3.35.3τοῦτον γὰρ ἐκ τῆς Νόμα Πομπιλίου θυγατρὸς γενόμενον ἄχθεσθαί τε, ὅτι ἐκ βασιλείου γένους πεφυκὼς αὐτὸς ἰδιώτης ἦν, καὶ γένος ἐπιτρεφόμενον ὁρῶντα τῷ Τύλλῳ παντὸς μάλιστα ὑποπτεύειν, εἴ τι πάθοι Τύλλος εἰς τοὺς ἐκείνου παῖδας ἥξειν τὴν ἀρχήν.
というのも、このマルキウスはヌマ・ポンピリウスの娘から生まれた者であり、王家の血統に生まれながら自分自身は一介の市民であることに憤慨しており、またトゥッルスの下で成長していく子供たちを見て、もしトゥッルスに万一のことがあれば支配権は彼の子供たちに渡るのではないかと極めて強く疑っていたからである。
ταῦτα δὴ διανοούμενον ἐκ πολλοῦ στήσασθαι κατὰ τοῦ βασιλέως ἐπιβουλὴν πολλοὺς ἔχοντα Ῥωμαίων τοὺς συγκατασκευάζοντας αὐτῷ τὴν δυναστείαν, φίλον δὲ ὄντα τοῦ Τύλλου καὶ ἐν τοῖς μάλιστα πιστευόμενον φυλάττειν ὅτε καιρὸς ἐπιτήδειος φανείη τῆς ἐπιθέσεως.
このようなことを考えていた彼は、かなり前から王に対する陰謀を企てており、ローマ人の中に自らの権力獲得を共に準備する多くの協力者を得ていた。 そして、トゥッルスの友人であり、最も信頼されている者の一人であった彼は、襲撃の適切な機会が現れるのを伺っていたのである。
§3.35.4μέλλοντος δὲ τοῦ Τύλλου θυσίαν τινὰ κατʼ οἶκον ἐπιτελεῖν, ἣν αὐτοὺς μόνον ἐβούλετο τοὺς ἀναγκαίους εἰδέναι, καὶ κατὰ δαίμονα τῆς ἡμέρας ἐκείνης χειμερίου σφόδρα γενομένης κατά τε ὄμβρον καὶ ζάλην καὶ σκότος, ὥστʼ ἔρημον ἀπολειφθῆναι τὸν πρὸ τῆς οἰκίας τόπον τῶν φυλαττόντων, ἐπιτήδειον ὑπολαμβάνοντα τὸν καιρὸν ἅμα τοῖς ἑταίροις ἔχουσιν ὑπὸ ταῖς περιβολαῖς τὰ ξίφη παρελθεῖν εἴσω τῶν θυρῶν, ἀποκτείναντα δὲ τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τῶν ἄλλων ὅσοις ἐνέτυχεν ἐνεῖναι πῦρ εἰς τὴν οἰκίαν κατὰ πολλοὺς τόπους, ταῦτα δὲ πράξαντα τὸν ὑπὲρ τῆς κεραυνώσεως διασπεῖραι λόγον.
トゥッルスが自宅である犠牲式を執り行おうとしており、それを親族だけが知るようにと望んでいた時、たまたまその日が雨と嵐と暗闇を伴う非常に荒れた天候となり、家の前の護衛の場所から誰もいなくなったため、マルキウスはこれを絶好の機会とみなした。 そして、外套の下に剣を隠し持った仲間たちとともに門をくぐり抜け、王とその子供たち、さらに出くわした他の人々を殺害した後に、家の多くの場所に火を放ち、これらの行為に及んだ後に、落雷による死亡という噂を広めた、というのである。
§3.35.5ἐγὼ δὲ τοῦτον μὲν οὐ δέχομαι τὸν λόγον οὔτʼ ἀληθῆ νομίζων οὔτε πιθανόν, τῷ δὲ προτέρῳ μᾶλλον προστιθέμενος κατὰ δαίμονα νομίζω τὸν ἄνδρα ταύτης τῆς τελευτῆς τυχεῖν.
しかし、私はこの話を真実とも妥当とも思わないので受け入れず、むしろ前者の説を支持し、この王が天の意思によってこのような最期を遂げたのだと考えている。
οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην.
というのも、多くの者によって企てられた行為が秘密裏に保たれることはありそうにないし、それを企てた者にとっても、ホスティリウスの死後にローマ人が彼を都市の王に指名するという確証はなかったからである。
εἰκὸς ἦν, οὔτε τῷ συστήσαντι αὐτὴν βέβαιον ἦν ὅτι μετὰ τὴν Ὁστιλίου τελευτὴν ἐκεῖνον ἀποδείξουσι Ῥωμαῖοι βασιλέα τῆς πόλεως, οὔτʼ εἰ τὰ παρʼ ἀνθρώπων αὐτῷ πιστὰ καὶ βέβαια ἦν, τά γέ τοι παρὰ τῶν θεῶν ὅμοια ἔμελλε ταῖς ἀνθρωπίναις ἀγνοίαις ἔσεσθαι.
また、たとえ人間からの事柄が彼にとって確実で保証されたものであったとしても、神々からの事柄が人間の無知と同様に扱われるはずがなかったからである。
§3.35.6μετὰ γὰρ τὴν ὑπὸ τῶν φυλῶν γενησομένην ψηφηφορίαν τοὺς θεοὺς ἔδει τὴν βασιλείαν αὐτῷ διʼ οἰωνῶν αἰσίων ἐπιθεσπίσαι·
なぜなら、部族による投票の後に、神々が吉兆の鳥占いによって、彼への王権を神託で認めなければならなかったからである。
ἄνδρα δὲ μιαρὸν καὶ τοσούτοις ᾑμαγμένον φόνοις ἀδίκοις τίς ἔμελλε θεῶν ἢ δαιμόνων παρήσειν βωμοῖς τε προσιόντα καὶ θυμάτων καταρχόμενον καὶ τὰς ἄλλας ἐπιτελοῦντα θεραπείας;
不浄であり、これほど多くの不正な殺害で血に染まった男が、祭壇に近づき、犠牲式を開始し、その他の神々への奉仕を行うのを、神々や精霊の誰が許すつもりだっただろうか。
ἐγὼ μὲν δὴ διὰ ταῦτα οὐκ εἰς ἀνθρωπίνην ἐπιβουλὴν ἀλλʼ εἰς θεοῦ βούλησιν τὸ ἔργον ἀναφέρω, κρινέτω δʼ ἕκαστος ὡς βούλεται.
それゆえ、私はこのような理由から、この出来事を人間の陰謀ではなく神の意志によるものと考えているが、各人が望むように判断するがよい。