§3.37.1ταῦτα καθιστάμενος τὰ πολιτεύματα καὶ παντὸς μάλιστα ἐλπίσας ἄνευ πολέμου καὶ κακῶν ἅπαντα τὸν βίον διατελέσειν, ὥσπερ ὁ μητροπάτωρ, οὐκ ἔσχεν ὁμοίαν τῇ προαιρέσει τὴν τύχην, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην πολεμιστὴς ἠναγκάσθη γενέσθαι καὶ μηδένα χρόνον ἄνευ κινδύνου καὶ ταραχῆς βιῶσαι.
これらの国政を整えつつ、母方の祖父のように生涯のすべてを戦争や災いなしに過ごすことを何よりも望んだものの、彼は自らの志にふさわしい運命を得ることはできず、自らの意図に反して戦士となることを余儀なくされ、いかなる時も危険と混乱なしに生きることはできなかった。
§3.37.2εὐθὺς γὰρ ἅμα τῷ παρελθεῖν αὐτὸν ἐπὶ τὴν ἡγεμονίαν καὶ τὴν ἀπράγμονα καθίστασθαι πολιτείαν καταφρονήσαντες αὐτοῦ Λατῖνοι καὶ νομίσαντες διʼ ἀνανδρίαν οὐχ ἱκανὸν εἶναι πολέμους στρατηγεῖν, λῃστήρια διέπεμπον εἰς τὴν ὁμοροῦσαν αὐτοῖς ἕκαστοι χώραν, ὑφʼ ὧν πολλοὶ Ῥωμαίων ἐβλάπτοντο.
というのも、彼が統治権に就き、平和な国政が整えられ始めるとすぐに、ラティウム人たちは彼を軽んじ、彼が臆病さのために戦争を指揮する能力がないとみなして、それぞれ隣接するローマの領土へ略奪部隊を送り込み、それによって多くのローマ人が害を被ったからである。
§3.37.3ἀφικομένων δὲ παρὰ τοῦ βασιλέως πρεσβευτῶν καὶ τὰ δίκαια Ῥωμαίοις ἀξιούντων ὑπέχειν κατὰ τὰς συνθήκας, οὔτε γινώσκειν ἐσκήπτοντο τῶν περὶ τὰ λῃστήρια κατηγορουμένων οὐδὲν ὡς οὐ μετὰ κοινῆς γνώμης γεγονότων οὔτε ὑπόδικοι γενέσθαι Ῥωμαίοις περὶ οὐθενὸς πράγματος·
そして王のもとから使節が到着し、条約に従ってローマ人に対して正義を行うことを要求したとき、彼らは略奪に関して告発されていることを何も知らないと口実を設け、それらの行為は共同の意図に基づいて行われたものではないとし、ローマ人に対していかなる事柄についても裁判に服することを拒んだ。
οὐδὲ γὰρ πρὸς ἐκείνους ποιήσασθαι τὰς συνθήκας, ἀλλὰ πρὸς Τύλλον, τελευτήσαντος δὲ τοῦ Τύλλου λελύσθαι σφίσι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας.
というのも、条約は現在の彼らと結ばれたものではなく、トゥッルスと結ばれたものであり、トゥッルスが死去した以上、平和に関する合意は自分たちに対して失効したのだと主張したからである。
§3.37.4ἀναγκασθεὶς δὴ διὰ ταύτας τὰς αἰτίας καὶ ἀποκρίσεις τῶν Λατίνων ὁ Μάρκιος ἐξάγει στρατιὰν ἐπʼ αὐτοὺς καὶ προσκαθεζόμενος τῇ πόλει αὐτῶν Πολιτωρίῳ, πρὶν ἐπικουρίαν τινὰ τοῖς πολιορκουμένοις ἐκ τῶν ἄλλων ἀφικέσθαι Λατίνων, παραλαμβάνει τὴν πόλιν καθʼ ὁμολογίας·
それゆえ、これらの原因とラティウム人たちの回答によって余儀なくされ、マルキウスは彼らに対して軍隊を率いて出陣し、彼らの都市ポリトリウムを包囲すると、包囲されている者たちへの救援が他のラティウム人から到着する前に、協定によってその都市を占領した。
οὐ μέντοι διέθηκε τοὺς ἀνθρώπους δεινὸν οὐθέν, ἀλλʼ ἔχοντας τὰ σφέτερα πανδημεὶ μετήγαγεν εἰς Ῥώμην καὶ κατένειμεν εἰς φυλάς.
しかし、彼は住民たちに対して過酷なことは何一つ行わず、彼らの私有財産を持たせたまま全員をローマへ移住させ、部族へと編入した。