§3.30.1ὡς δὲ ταῦτʼ εἶπεν, ὅσοι μὲν ἦσαν Ἀλβανῶν πένητες ἠγάπων εἰ Ῥώμην τε οἰκήσουσι καὶ τῆς γῆς κλῆρον ἕξουσι καὶ ἐπῄνουν μεγάλῃ βοῇ τὰ διδόμενα, οἱ δὲ λαμπρότεροι τοῖς ἀξιώμασι καὶ ταῖς τύχαις κρείττους ἤχθοντο, εἰ δεήσει πόλιν τε τὴν γειναμένην αὐτοὺς ἐκλιπεῖν καὶ προγονικὰς ἑστίας ἐρημῶσαι καὶ τὸ λοιπὸν οἰκεῖν ἐν τῇ ξένῃ·
彼がこのように語ると、アルバ人のうち貧しい者たちは、ローマに居住し土地の割り当てを得られることを喜び、与えられるものを大声で称賛したが、地位や境遇においてより際立っていた優れた者たちは、自分たちを生み育んだ都市を去り、先祖伝来の炉を荒廃させ、今後は異郷に暮らさねばならぬことを嫌悪した。
οἷς οὐδὲν ἐπῄει λέγειν εἰς τὴν ἐσχάτην κατακεκλειμένοις ἀνάγκην.
極限の強制に追い込まれていた彼らには、何一つ語る言葉も思い浮かばなかった。
ὁ δὲ Τύλλος ἐπειδὴ τὴν διάνοιαν εἶδε τῶν πολλῶν, ἀπολογεῖσθαι τὸν Μέττιον ἐκέλευσεν, εἴ τι πρὸς ταῦτα λέγειν βούλεται.
一方、トゥッルスは群衆の意向を見て取ると、メッティウスに対し、これらに対して何か言いたいことがあるなら弁明するようにと命じた。
§3.30.2οὐκ ἔχων δʼ ὁ Μέττιος ὅ τι χρὴ λέγειν πρὸς τοὺς κατηγοροῦντάς τε καὶ καταμαρτυροῦντας τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν διʼ ἀπορρήτων, ὅτε ἐξῆγε τὴν δύναμιν ἐπὶ τὸν πόλεμον, ἠξίου τε τοὺς Ἀλβανούς, οἷς ἀνακτήσασθαι τὴν ἡγεμονίαν ἐπεχείρει, βοηθεῖν αὐτῷ καὶ μήτε τὴν πατρίδα κατασκαπτομένην περιορᾶν μήτε τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἐπὶ τιμωρίαις συναρπαζομένους.
メッティウスは、告発し証言する者たちに対して何を言うべきか分からず、自分が軍勢を率いて戦争に赴いた際、アルバの元老院が秘密裏にこれらを実行するよう自分に指示したのだと主張した。 そして、自分がその主導権を取り戻してやろうと企てていた相手であるアルバ人たちに対し、自分を助け、祖国が破壊されるのを取り崩されるままに見過ごしたり、市民のうち最も著名な者たちが処罰のために拉致されるのを黙って見ていたりしないよう求めた。
ταραχῆς δὲ γινομένης κατὰ τὴν ἐκκλησίαν καί τινων φεύγειν ἐπὶ τὰ ὅπλα ὡρμηκότων οἱ περιεστεφανωκότες τὸν ὄχλον ἀρθέντος σημείου τινὸς ἀνέσχον τὰ ξίφη.
民会で混乱が生じ、一部の者が武器を求めて逃げようと動き出すと、合図が掲げられ、群衆を包囲していた者たちが剣を突き上げた。
§3.30.3περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν ὁ Τύλλος εἶπεν·
全員が恐怖に陥ると、トゥッルスは再び立ち上がって言った。
οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδʼ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί.
「アルバの諸君、君たちがこれ以上反乱を起こしたり、過ちを犯したりすることは全く不可能である。
ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες ἀπολεῖσθε ὑπὸ τούτων· δείξας τοὺς ἔχοντας τὰ ξίφη.
なぜなら、もし君たちが何か不穏な動きを企てるなら、君たちは皆、この者たちによって滅ぼされるからだ」と、剣を持つ者たちを指し示しながら言った。
δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι.
「それゆえ、与えられるものを受け入れ、今この時よりローマ人となりなさい。
δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν ἢ Ῥώμην κατοικεῖν ἢ μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα.
なぜなら、君たちは二つのうちどちらか一方をしなければならないからだ。 ローマに居住するか、あるいは他のいかなる土地も祖国として持たないか、そのいずれかである。
§3.30.4οἴχεται γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπʼ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων.
なぜなら、マルクス・ホラティウスが、君たちの都市を根底から破壊し、すべての人々をローマに移住させるために、夜明けに私によって派遣され、すでに赴いているからである。
ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα.
それゆえ、これらのことが今にも起ころうとしていることを知った上で、死に急ぐのをやめ、命じられたことを実行しなさい。
Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως.
一方、我々に対して密かに陰謀を企て、今また騒動を好み反乱を起こす者たちを武器へと呼びかけることを躊躇しなかったメッティウス・フフェティウスには、その邪悪で不実な魂にふさわしい罰を与えるつもりである。
§3.30.5ταῦτα λέξαντος αὐτοῦ τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν, οἷα δὴ κρατούμενον ἀνάγκῃ ἀφύκτῳ, τὸν δὲ Φουφέττιον ἀγανακτοῦντα ἔτι καὶ κεκραγότα μόνον τάς τε συνθήκας ἀνακαλούμενον, ἃς αὐτὸς ἐξηλέγχθη παρασπονδῶν, καὶ οὐδʼ ἐν κακοῖς τοῦ θράσους ὑφιέμενον οἱ ῥαβδοῦχοι κελεύσαντος τοῦ βασιλέως Τύλλου συλλαβόντες καὶ τὴν ἐσθῆτα περικαταρρήξαντες ἔξαινον τὸ σῶμα μάστιξι πάνυ πολλαῖς.
」彼がこのように語ると、民会のうち煽動されていた部分は、避けることのできない必然に支配されたかのように、すくみ上がった。 しかし、依然として憤慨し、ただ一人で大声を上げ、自らが違背したと証明されたはずの条約を繰り返し引き合いに出し、逆境にあっても不遜な態度を和らげようとしないフフェティウスを、トゥッルス王の命令により警護兵たちが捕らえ、その衣服を引き裂いて、非常に多くの鞭でその身体を打ち据えた。
§3.30.6ἐπεὶ δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, προσελάσαντες δύο συνωρίδας τῇ μὲν ἑτέρᾳ προσήρτων τοὺς βραχίονας αὐτοῦ, τῇ δʼ ἑτέρᾳ τοὺς πόδας ῥυτῆρσι κατεχομένους μακροῖς·
この処罰が十分に行われると、二台の二頭馬車を近づけさせ、一方に彼の両腕を、他方には彼の両足を長い引き紐で固定して結びつけた。
ἐλαυνόντων δὲ τῶν ἡνιόχων τὰς συνωρίδας ἀπʼ ἀλλήλων ξαινόμενός τε περὶ τῇ γῇ καὶ ἀνθελκόμενος ὑφʼ ἑκατέρας ἐπὶ τἀναντία ὁ δείλαιος ἐν ὀλίγῳ διασπᾶται χρόνῳ.
そして、御者たちが馬車を互いに反対の方向へ走らせると、哀れな男は地面に擦りつけられ、双方から反対方向に引きずり合われて、瞬く間に引き裂かれた。
§3.30.7Μέττιος μὲν δὴ Φουφέττιος οὕτως οἰκτρᾶς καὶ ἀσχήμονος τελευτῆς ἔτυχε, τοῖς δʼ ἑταίροις αὐτοῦ καὶ συνειδόσι τὴν προδοσίαν δικαστήρια ὁ βασιλεὺς καθίσας τοὺς ἁλόντας ἐξ αὐτῶν κατὰ τὸν τῶν λειποτακτῶν τε καὶ προδοτῶν νόμον ἀπέκτεινεν.
メッティウス・フフェティウスはこのように悲惨で不名誉な最期を遂げた。 一方、王は彼の仲間や裏切りを知っていた者たちのために裁判を設け、彼らのうち有罪とされた者を、脱走兵および裏切り者に関する法に従って処刑した。