§3.29.1ταῦτα δʼ αὐτοῦ λέγοντος οἰμωγαί τε τῶν Ἀλβανῶν ἐγίνοντο καὶ παντοδαπαὶ δεήσεις τοῦ μὲν δήμου μηδὲν ἐγνωκέναι λέγοντος ὧν ὁ Μέττιος ἐμηχανᾶτο, τῶν δὲ τὰς ἡγεμονίας ἐχόντων οὐ πρότερον πεπύσθαι τὰς ἀπορρήτους βουλὰς σκηπτομένων ἢ ἐν αὐτῷ γενέσθαι τῷ ἀγῶνι, ἡνίκα οὔτε κωλύειν οὔτε μὴ πράττειν τὰ κελευόμενα ἐν δυνατῷ σφίσιν ἦν, ἤδη δέ τινων καὶ ἐπὶ τὴν ἀκούσιον ἀνάγκην ἀναφερόντων τὸ πρᾶγμα διὰ κηδείαν ἢ διὰ συγγένειαν·
彼がこのように語っている間、アルバ人たちの間から嘆きとあらゆる種類の懇願が生じた。 すなわち、民衆はメッティウスが企てていたことを何も知らなかったと言い、指導権を持つ者たちは、秘密の計画を事前に知らされることはなく、まさに戦闘の最中に至るまで知らなかったと言い訳した。 その時(戦闘の最中)には、命じられたことを拒むことも、実行しないことも、彼らにとって不可能であったからである。 また、すでに一部の者たちは、婚姻関係や血縁関係による不本意な強制にその件を帰していた。
§3.29.2οἷς ὁ βασιλεὺς σιωπῆσαι κελεύσας ἔλεξεν·
彼らに静粛にするよう命じた後、王は言った。
οὐδʼ ἐμὲ λέληθεν, ἄνδρες Ἀλβανοί, τούτων ὧν ἀπολογεῖσθε οὐθέν, ἀλλὰ τὸ μὲν πλῆθος ὑμῶν ἀγνοεῖν τὴν προδοσίαν οἴομαι τεκμαιρόμενος ὅτι πολλῶν συνειδότων οὐδὲ τὸν ἐλάχιστον πέφυκε τἀπόρρητα σιωπᾶσθαι χρόνον, τῶν δὲ ταξιαρχῶν τε καὶ λοχαγῶν βραχύ τι μέρος ἡγοῦμαι τὸ συνεπιβουλεῦσαν ἡμῖν γενέσθαι, τὸ δὲ πλεῖστον ἐξηπατῆσθαι καὶ εἰς ἀκουσίους ἀνάγκας ἀφῖχθαι.
「アルバの諸君、君たちが弁明していることの何一つとして、私に気づかれていないわけではない。 しかし、君たちのうちの大衆は裏切りを知らなかったと私は考えている。 なぜなら、多くの者が知っている場合、秘密がいささかの時間も沈黙したままであることはあり得ないからである。 また、隊長や百人隊長たちのうち、我々に対してともに陰謀を企てたのはごく一部であり、大半は欺かれ、不本意な強制に至ったのだと考えている。
§3.29.3εἰ δέ γε τούτων μηδὲν ἀληθὲς ἦν, ἀλλὰ πάντας εἰσῆλθεν Ἀλβανοὺς καὶ τοὺς ἐνθάδε ὄντας ὑμᾶς καὶ τοὺς ἐν τῇ πόλει καταλειπομένους ἡ τοῦ κακῶς ποιεῖν ἡμᾶς ἐπιθυμία, καὶ τοῦτο οὐ νῦν πρῶτον, ἀλλʼ ἐκ πολλοῦ πάνυ χρόνου δεδογμένον ὑμῖν ἦν, τῆς συγγενείας ἕνεκα πολλὴ Ῥωμαίοις ἀνάγκη καὶ §3.29.4ταῦθʼ ὑμῶν τἀδικήματα φέρειν.
しかし、もしこれらのどれも真実ではなく、ここにいる君たちも、都市に残されている者たちも含め、すべてのアルバ人に我々を害したいという望みが生じており、しかもそれが今に始まったことではなく、非常に以前から君たちによって決議されていたとしても、血縁のゆえに、ローマ人にとっては、君たちのこれらの不義をも耐え忍ぶ大きな義務があるのだ。
ἵνα δὲ μηθὲν βουλεύσητε ἔτι καθʼ ἡμῶν ἄδικον μήτε δὴ βιασθέντες ὑπὸ τῶν ἡγουμένων τῆς πόλεως μήτε παρακρουσθέντες μία φυλακὴ καὶ πρόνοιά·
しかし、君たちが、都市の指導者たちに強制されることも欺かれることもなく、我々に対してこれ以上不義を企てないようにするための、唯一の防備と予防策がある。
ἐστιν, εἰ τῆς αὐτῆς πόλεως πολῖται γενοίμεθα πάντες καὶ μίαν ἡγοίμεθα πατρίδα, ἧς εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης·
それは、我々全員が同じ都市の市民となり、一つの祖国を持つことである。 その祖国が良く、あるいは悪く進むとき、各人が運命の応分の割り当てを担うことになる。
ἕως δʼ ἂν ἐκ διαφόρου γνώμης, ὥσπερ νῦν ἔχει, τό τε πλεῖον καὶ τοὔλαττον ἐπικρίνωμεν ἑκάτεροι, οὐκ ἔσται βέβαιος ἡμῖν ἡ πρὸς ἀλλήλους φιλία, ἄλλως τε καὶ εἰ μέλλοιεν οἱ μὲν πρότεροι ἐπιβουλεύσαντες τοῖς ἑτέροις ἢ κατορθώσαντες πλεῖον ἕξειν ἢ σφαλέντες ἐν μηδενὶ δεινῷ ἔσεσθαι διὰ τὸ συγγενές, καθʼ ὦν δʼ ἂν αἱ ἐπιχειρήσεις γένωνται ὑποχείριοι καταστάντες τὰ ἔσχατα παθεῖν καὶ διαφυγόντες μηθὲν ὥσπερ ἐχθροὶ
しかし、現在のように異なる考えから、我々の双方がより多く、あるいはより少なく見積もる限りは、我々の相互の友情は確固としたものにはならないだろう。 特に、一方(先に陰謀を企てた側)が、成功すればより多くを得、失敗しても血縁のゆえにいかなる危険にも遭わない一方で、企ての対象とされた側は、支配下に置かれれば極限の苦痛を被り、逃れられたとしても敵のように恨みを抱かない、というようなことになるとしたら。
§3.29.5μνησικακεῖν, ὅπερ καὶ ἐν τῷ παρόντι γέγονεν.
これこそ、まさに現在起こったことである。
ἴστε δὴ ταῦτα δεδογμένα Ῥωμαίοις τῇ παρελθούσῃ νυκτὶ συναγαγόντος ἐμοῦ τὴν βουλὴν καὶ τὰ δόξαντα τοῖς συνέδροις γραψαμένου, τὴν μὲν πόλιν ὑμῶν καθαιρεθῆναι καὶ μήτε τῶν δημοσίων μήτε τῶν ἰδιωτικῶν κατασκευασμάτων ὀρθόν τι ἐᾶσαι διαμένειν μηθὲν ἔξω τῶν ἱερῶν·
それゆえ、昨夜、私が元老院を召集し、議員たちの決定を記録した際、ローマ人たちによって以下のことが決定されたと知りなさい。 すなわち、君たちの都市は破壊され、公的および私的な建造物のうち、神殿を除いては、まっすぐ立って残るものは何一つとして残されないということ。
§3.29.6τοὺς δʼ ἐν αὐτῇ πάντας ἔχοντας οὓς καὶ νῦν ἔχουσι κλήρους ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῶν ἄλλων χρημάτων μηθὲν ἀφαιρεθέντας ἐν Ῥώμῃ τὸν ἀπὸ τοῦδε χρόνον οἰκεῖν·
また、都市にいたすべての者は、現在所有している土地の割り当て、奴隷、家畜、およびその他の財産を何一つ奪われることなく、今後はローマに居住すること。
ὅσην τε τὸ κοινὸν ὑμῶν ἐκέκτητο γῆν τοῖς μηθένα κλῆρον ἔχουσιν Ἀλβανῶν διαμερισθῆναι χωρὶς τῶν ἱερῶν κτημάτων, ἐξ ὧν αἱ θυσίαι τοῖς θεοῖς ἐγίνοντο.
そして、君たちの共同体が所有していたすべての土地は、土地の割り当てを持たないアルバ人たちに分配されること。 ただし、神々への犠牲が捧げられていた神聖な領地は除かれる。
οἴκων δὲ κατασκευῆς, ἐν οἷς τοὺς βίους ἱδρύσεσθε οἱ μετανιστάμενοι, καθʼ οὓς ἔσονται τῆς πόλεως τόπους, ἐμὲ ποιήσασθαι πρόνοιαν συλλαμβάνοντα τοῖς ἀπορωτάτοις ὑμῶν τῆς εἰς τὰ ἔργα δαπάνης.
また、移住する君たちが生活の拠点を置く家屋の建設と、それが都市のどの場所に位置するかについては、私が配慮し、最も困窮している者たちに対しては工事の費用を援助すること。
§3.29.7καὶ τὸ μὲν ἄλλο πλῆθος ὑμῶν μετὰ τῶν παρʼ ἡμῖν δημοτικῶν συντελεῖν εἰς φυλὰς καὶ φράτρας καταμερισθέν, βουλῆς δὲ μετέχειν καὶ ἀρχὰς λαμβάνειν καὶ τοῖς πατρικίοις προσνεμηθῆναι τούσδε τοὺς οἴκους·
そして、君たちのうちの他の大多数は、我々の平民とともに、部族やフラトリアに分割されて登録されること。 また、元老院に参加し、官職に就き、貴族に加えられるのは、次の家系である。
Ἰουλίους, Σερουϊλίους, Κορατίους, Κοϊντιλίους, Κλοιλίους, Γεγανίους, Μετιλίους·
すなわち、ユリウス家、セルウィリウス家、コラティウス家、クィンティリウス家、クロエリウス家、ゲガニウス家、メティリウス家。
Μέττιον δὲ καὶ τοὺς σὺν τούτῳ βουλεύσαντας τὴν προδοσίαν δίκας ὑποσχεῖν, ἃς ἂν ἡμεῖς τάξωμεν δικασταὶ περὶ ἑκάστου τῶν ὑπαιτίων καθεζόμενοι·
そしてメッティウスと、彼とともに裏切りを企てた者たちは、我々が個々の被疑者について裁判官として座り、定める罰を受けること。
οὐθένα γὰρ ἀποστερήσομεν κρίσεως οὐδὲ λόγου.
なぜなら、我々は誰からも裁判や弁明の機会を奪うことはしないからである」