Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.30.1-3.30.7

梅蒂乌斯的煽动失败与车裂之刑

第 201 段,共 962 段 · 希腊语

内容简介

面对图卢斯国王的宣告,富裕的阿尔巴人对迁徙感到悲伤,而梅蒂乌斯企图煽动反抗,促使罗马军队包围了集会。图卢斯警告他们反叛必死,并用双马战车将背叛者梅蒂乌斯残忍地五马分尸,随后处决了其同谋。

§3.30.1ὡς δὲ ταῦτʼ εἶπεν, ὅσοι μὲν ἦσαν Ἀλβανῶν πένητες ἠγάπων εἰ Ῥώμην τε οἰκήσουσι καὶ τῆς γῆς κλῆρον ἕξουσι καὶ ἐπῄνουν μεγάλῃ βοῇ τὰ διδόμενα, οἱ δὲ λαμπρότεροι τοῖς ἀξιώμασι καὶ ταῖς τύχαις κρείττους ἤχθοντο, εἰ δεήσει πόλιν τε τὴν γειναμένην αὐτοὺς ἐκλιπεῖν καὶ προγονικὰς ἑστίας ἐρημῶσαι καὶ τὸ λοιπὸν οἰκεῖν ἐν τῇ ξένῃ·
当他说了这些话后,阿尔巴人中那些贫困的人很高兴能够居住在罗马并获得土地份地,他们大声欢呼称赞所给予的东西;但那些在地位和境遇上更为显赫、优越的人,则因不得不离开生育他们的城市、荒废祖先的炉灶并在今后居住在异乡而感到悲伤。
οἷς οὐδὲν ἐπῄει λέγειν εἰς τὴν ἐσχάτην κατακεκλειμένοις ἀνάγκην.
他们被逼入极端的无奈之中,想不出任何话来反驳。
ὁ δὲ Τύλλος ἐπειδὴ τὴν διάνοιαν εἶδε τῶν πολλῶν, ἀπολογεῖσθαι τὸν Μέττιον ἐκέλευσεν, εἴ τι πρὸς ταῦτα λέγειν βούλεται.
而图卢斯看到了大众的意向,便命令梅蒂乌斯,如果他想对此说些什么,就进行辩解。
§3.30.2οὐκ ἔχων δʼ ὁ Μέττιος ὅ τι χρὴ λέγειν πρὸς τοὺς κατηγοροῦντάς τε καὶ καταμαρτυροῦντας τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν διʼ ἀπορρήτων, ὅτε ἐξῆγε τὴν δύναμιν ἐπὶ τὸν πόλεμον, ἠξίου τε τοὺς Ἀλβανούς, οἷς ἀνακτήσασθαι τὴν ἡγεμονίαν ἐπεχείρει, βοηθεῖν αὐτῷ καὶ μήτε τὴν πατρίδα κατασκαπτομένην περιορᾶν μήτε τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἐπὶ τιμωρίαις συναρπαζομένους.
由于梅蒂乌斯不知道该对那些指控并作证反对他的人说些什么,他声称是阿尔巴的元老院在他率军出征时,秘密指示他采取这些行动的。 他并要求那些他曾企图为其夺回主导权的阿尔巴人帮助他,不要眼睁睁看着祖国被拆毁,也不要容许公民中最显赫的人被抓走受罚。
ταραχῆς δὲ γινομένης κατὰ τὴν ἐκκλησίαν καί τινων φεύγειν ἐπὶ τὰ ὅπλα ὡρμηκότων οἱ περιεστεφανωκότες τὸν ὄχλον ἀρθέντος σημείου τινὸς ἀνέσχον τὰ ξίφη.
当集会中出现骚乱,且有一些人冲动地想逃去拿武器时,随着某个信号被举起,包围着群众的人举起了他们的剑。
§3.30.3περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν ὁ Τύλλος εἶπεν· οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδʼ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί.
在众人都陷入极度恐惧之中时,图卢斯再次站起来说:“阿尔巴的男子汉们,你们再也不可能图谋叛乱或犯下过错了。
ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες ἀπολεῖσθε ὑπὸ τούτων· δείξας τοὺς ἔχοντας τὰ ξίφη.
因为如果你们敢有任何异动,你们都将被这些人杀死”——他指着那些拿着剑的人说。
δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι.
“因此,接受所赐予的一切,从今往后成为罗马人吧。
δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν ἢ Ῥώμην κατοικεῖν ἢ μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα.
因为你们必须在两件事中选择其一:要么居住在罗马,要么没有其他任何土地作为祖国。
§3.30.4οἴχεται γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπʼ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων.
因为马尔库斯·霍拉提乌斯已在黎明时分被我派去,前往彻底拆毁你们的城市,并将所有人迁往罗马。
ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα.
因此,既然知道这些事情即将发生,就不要再自寻死路,执行命令吧。
Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως.
至于梅蒂乌斯·富菲提乌斯,他既暗中对我们施加阴谋,如今又毫不犹豫地召唤那些骚乱分子和造反者拿起武器,我将以配得上他那邪恶且阴险的灵魂的方式惩罚他。
§3.30.5ταῦτα λέξαντος αὐτοῦ τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν, οἷα δὴ κρατούμενον ἀνάγκῃ ἀφύκτῳ, τὸν δὲ Φουφέττιον ἀγανακτοῦντα ἔτι καὶ κεκραγότα μόνον τάς τε συνθήκας ἀνακαλούμενον, ἃς αὐτὸς ἐξηλέγχθη παρασπονδῶν, καὶ οὐδʼ ἐν κακοῖς τοῦ θράσους ὑφιέμενον οἱ ῥαβδοῦχοι κελεύσαντος τοῦ βασιλέως Τύλλου συλλαβόντες καὶ τὴν ἐσθῆτα περικαταρρήξαντες ἔξαινον τὸ σῶμα μάστιξι πάνυ πολλαῖς.
” 他说了这些话后,集会中被煽动起来的那部分人畏缩了,仿佛被不可避免的必然性所征服;而富菲提乌斯仍在表示愤慨,独自大喊大叫,呼唤着那些他自己已被证实违背了的条约,甚至在逆境中也不收敛其傲慢,随从们在图卢斯国王的命令下,将他逮捕,撕碎他的衣服,用极其多的鞭子抽打他的身体。
§3.30.6ἐπεὶ δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, προσελάσαντες δύο συνωρίδας τῇ μὲν ἑτέρᾳ προσήρτων τοὺς βραχίονας αὐτοῦ, τῇ δʼ ἑτέρᾳ τοὺς πόδας ῥυτῆρσι κατεχομένους μακροῖς· ἐλαυνόντων δὲ τῶν ἡνιόχων τὰς συνωρίδας ἀπʼ ἀλλήλων ξαινόμενός τε περὶ τῇ γῇ καὶ ἀνθελκόμενος ὑφʼ ἑκατέρας ἐπὶ τἀναντία ὁ δείλαιος ἐν ὀλίγῳ διασπᾶται χρόνῳ.
当这番惩罚足够之后,他们赶来了两辆双马战车,将他的双臂绑在其中一辆上,将他的双脚绑在另一辆上,并用长皮带固定;当御者们赶着战车朝相反方向驶去时,这个可怜的人在地上被拖曳,并被两辆战车向相反方向拉扯,转瞬间便被撕裂开来。
§3.30.7Μέττιος μὲν δὴ Φουφέττιος οὕτως οἰκτρᾶς καὶ ἀσχήμονος τελευτῆς ἔτυχε, τοῖς δʼ ἑταίροις αὐτοῦ καὶ συνειδόσι τὴν προδοσίαν δικαστήρια ὁ βασιλεὺς καθίσας τοὺς ἁλόντας ἐξ αὐτῶν κατὰ τὸν τῶν λειποτακτῶν τε καὶ προδοτῶν νόμον ἀπέκτεινεν.
梅蒂乌斯·富菲提乌斯就这样落得如此可怜且不体面的结局;而至于他的同伙和那些对背叛知情的人,国王设立了法庭,将其中被判有罪的人按照对待逃兵和叛徒的法律予以处死。

词汇与语法注释

  1. 500οἷς οὐδὲν ἐπῄει λέγειν — 关系代名词 οἷς 为与格,作为动词 ἐπῄει(ἐπέρχομαι 的未完成过去时,意为“涌上心头、想到”)的与格补语,此处 ἐπῄει 呈单部主谓或以 οὐδὲν 为主语。不定式 λέγειν 依赖于该结构。全句意为“对于被逼入极端无奈的他们(οἷς)而言,想不出任何可说的话”。
  2. 500τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν — 由主句动词 ἔφησεν(他说)引导的带对格不定式结构。对格的 τὴν Ἀλβανῶν βουλὴν(阿尔巴元老院)是不定式 ὑποθέσθαι(建议、指示)的逻辑主语,与其搭配的与格代词 αὑτῷ(他自己)指代梅蒂乌斯。不定式 ποιεῖν(做)则作为 ὑποθέσθαι 的宾语。
  3. 502τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν ... τὸν δὲ Φουφέττιον ... οἱ ῥαβδοῦχοι ... ἔξαινον — 这是一个使用 μὲν 和 δέ 构成的对比句式。τὸ μὲν ... μέρος(集会中被煽动的部分)是不及物动词 ἔπτηξεν(畏缩)的主语。相比之下,τὸν δὲ 富菲提乌斯(而富菲提乌斯)被置于下一句的句首以示强调,作为主语 οἱ ῥαβδοῦχοι(随从/侍从武官)的主动词 ἔξαινον(抽打)的直接宾语(对格),中间夹杂了多个分词短语(ἀγανακτοῦντα ... ὑφιέμενον),形成了语序倒装(hyperbaton)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.30.1-3.30.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.30.1-3.30.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。