§3.2.1πολεμικαὶ δὲ πράξεις πολλαὶ μὲν καὶ ἄλλαι μνημονεύονται, 〈μέγισται δὲ〉 περὶ ὧν ἔρχομαι λέξων τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τοῦ πρὸς Ἀλβανοὺς πολέμου.
軍事的な事績としては、他にも多くのことが記録されているが、〈最も偉大なのは〉、アルバ人との戦争から始めて、私がこれから語ろうとするものである。
αἴτιος δὲ τοῦ διαστῆναι τὰς πόλεις καὶ λῦσαι τὸ συγγενὲς ἀνὴρ Ἀλβανὸς ἐγένετο Κλοίλιος ὄνομα τῆς μεγίστης ἀρχῆς ἀξιωθείς, ὃς ἀχθόμενος ἐπὶ τοῖς Ῥωμαίων ἀγαθοῖς καὶ κατέχειν τὸν φθόνον οὐ δυνάμενος φύσει τε αὐθάδης καὶ ὑπομαργότερος ὢν ἐκ- §3.2.2πολεμῶσαι τὰς πόλεις ἔγνω πρὸς ἀλλήλας.
両都市を引き裂き、親族関係を解消する原因となったのは、クロイリオスという名の、最高官職に就くことを認められたアルバ人の男であった。 彼はローマ人の繁栄を不快に思い、嫉妬を抑えることができず、また生まれつき強情でいささか狂気じみていたため、両都市を互いに戦わせることを決意した。
οὐχ ὁρῶν δὲ ὅπως ἂν πείσειε τοὺς Ἀλβανοὺς στρατὸν αὑτῷ κατὰ Ῥωμαίων ἄγειν ἐπιτρέψαι μήτε δικαίας ἔχοντι προφάσεις μήτε ἀναγκαίας, μηχανᾶται δή τι τοιόνδε·
しかし、正当でも不可避でもない口実しか持たない自分が、ローマ人に対して軍を率いることを自分に許可するよう、どのようにしてアルバ人たちを説得できるか分からなかったので、次のような謀略をめぐらせた。
τοῖς ἀπορωτάτοις Ἀλβανῶν καὶ θρασυτάτοις ἐφῆκε λῃστεύειν τοὺς Ῥωμαίων ἀγροὺς ἄδειαν ὑπισχνούμενος καὶ παρεσκεύασε πολλοὺς ἀκίνδυνα κέρδη διώκοντας, ὧν οὐδὲ κωλυόμενοι ὑπὸ τοῦ δέους ἀποστήσεσθαι ἔμελλον, ἐμπλῆσαι πολέμου λῃστρικοῦ τὴν ὅμορον.
すなわち、彼はアルバ人の中で最も貧しく、最も厚顔無恥な者たちに、処罰を受けないことを約束してローマ人の耕作地を略奪することを許し、危険のない利益を追い求める多くの者たちを動かして、隣国を略奪戦争で満たさせた。 彼らは、恐れによって制止されたとしても、その行いをやめるつもりはなかった。
§3.2.3τοῦτο δʼ ἔπραττε κατὰ λογισμὸν οὐκ ἀπεικότα, ὡς τὸ ἔργον ἐμαρτύρησε.
彼は、結果が証明したように、不合理ではない計算に基づいてこれを行ったのである。
Ῥωμαίους μὲν γὰρ οὐκ ἀνέξεσθαι τὰς ἁρπαγὰς ὑπελάμβανεν, ἀλλʼ ἐπὶ τὰ ὅπλα χωρήσειν, αὑτῷ δʼ ἐξουσίαν ἔσεσθαι κατηγορεῖν αὐτῶν πρὸς τὸν δῆμον ὡς ἀρχόντων πολέμου, Ἀλβανῶν δὲ τοὺς πλείστους φθονοῦντας τοῖς ἀποίκοις τῆς εὐτυχίας δέξεσθαι τὰς διαβολὰς ἀσμένους καὶ τὸν κατʼ §3.2.4αὐτῶν πόλεμον ἐξοίσειν, ὅπερ καὶ συνέβη.
というのも、ローマ人たちは略奪を容認せず、武器をとって立ち上がるだろうし、自分には、彼らが戦争を始めた張本人であるとして、民衆の前で彼らを告発する機会が生まれるだろうと考え、またアルバ人の大半は植民者たちの繁栄を羨んでいたので、その中傷を喜んで受け入れ、彼らに対する戦争を始めるだろうと考えたからであり、まさにその通りになった。
ἀγόντων γὰρ καὶ φερόντων ἀλλήλους τῶν κακουργοτάτων ἐξ ἑκατέρας πόλεως καὶ στρατιᾶς ποτε Ῥωμαϊκῆς ἐμβαλούσης εἰς τὴν Ἀλβανῶν, ὑφʼ ἧς πολλοὶ τῶν λῃστῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ συνελήφθησαν, συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν ὁ Κλοίλιος, ἐν ᾗ πολλὴν ἐποιήσατο τῶν Ῥωμαίων κατηγορίαν, τραυματίας τε συχνοὺς ἐπιδεικνύμενος καὶ τοὺς προσήκοντας τοῖς ἡρπασμένοις ἢ τεθνηκόσι παράγων καὶ πλείω τῶν γεγονότων ἐπικαταψευδόμενος, πρεσβείαν πέμπειν πρῶτον ἐψηφίσατο δίκας αἰτήσουσαν τῶν γεγονότων· ἐὰν δὲ ἀγνωμονῶσι Ῥωμαῖοι τότε τὸν πόλεμον ἐπʼ αὐτοὺς ἐκφέρειν.
両都市の最も悪質な者たちが互いに略奪し合っていたところ、あるときローマの軍勢がアルバの領土に侵入し、その軍勢によって多くの略奪者たちが殺されるか、捕らえられた。 クロイリオスは民衆を民会に召集し、その中で、多くの負傷者を見せ、略奪された者や死んだ者の親族を前に立たせ、さらに起きたこと以上に多くの嘘を重ねて、ローマ人に対して激しい告発を行った。 そして、まずは起きた事柄に対する補償を求めるための使節団を派遣し、もしローマ人が不当な態度をとるならば、そのときには彼らに対して戦争を起こすことを可決させた。