§3.3.1ἀφικομένων δὲ τῶν πρεσβευτῶν εἰς Ῥώμην ὑποπτεύσας ὁ Τύλλος, ὅτι δίκας αἰτήσοντες ἥκοιεν, αὐτὸς τοῦτο ποιῆσαι πρότερος ἔγνω περιστῆσαι βουλόμενος εἰς ἐκείνους τὴν αἰτίαν τοῦ λύειν τὰ πρὸς τὴν ἀποικίαν συγκείμενα.
当使者们抵达罗马时,图路斯怀疑他们是来要求赔偿的,于是决定自己先下手为强,企图将破坏与殖民地协定的责任推卸到他们身上。
συνθῆκαι γὰρ ἦσαν ταῖς πόλεσιν ἐπὶ Ῥωμύλου γενόμεναι τά τε ἄλλα ἔχουσαι δίκαια καὶ ἵνα μηδετέρα πολέμου ἄρχῃ· ἡ δʼ ἐγκαλοῦσα ὅ τι δή ποτε ἀδίκημα δίκας αἰτοῖ παρὰ τῆς ἀδικούσης, εἰ δὲ μὴ τυγχάνοι τότε τὸν ἐξ ἀνάγκης ἐπιφέροι πόλεμον, ὡς λελυμένων ἤδη τῶν σπονδῶν.
因为两市之间在罗慕路斯时期曾缔结条约,除了其他权利规定外,还规定任何一方都不得首先开战;而对任何伤害提出控诉的城市应向施害者要求赔偿,如果得不到赔偿,届时便可发起一场无可避免的战争,视同盟约已被解除。
§3.3.2φυλαττόμενος δὲ τὸ μὴ προτέρους αἰτηθέντας δίκας Ῥωμαίους ἀντειπεῖν, ἔπειτα ὑπαιτίους Ἀλβανοῖς γενέσθαι, προσέταξε τοῖς ἐπιφανεστάτοις τῶν ἑαυτοῦ φίλων τοὺς Ἀλβανῶν πρέσβεις ξενίζειν ἁπάσῃ φιλοφροσύνῃ καὶ κατέχειν ἔνδον παρʼ ἑαυτοῖς· αὐτὸς δʼ ἐν ἀσχολίαις εἶναι τισὶν ἀναγκαίοις σκηψάμενος διεκρούσατο §3.3.3τὴν πρόσοδον αὐτῶν.
但为了防止罗马人因先被要求赔偿而后拒绝,从而对阿尔巴人承担罪责,他命令自己最显贵的友人们以最周到的礼数款待阿尔巴使者,并让他们留宿在自己家中;而他自己则借口忙于某些必要的事务,回避了他们的晋见。
τῇ δʼ ἔγγιστα νυκτὶ Ῥωμαίων ἄνδρας ἐπιφανεῖς ἐντειλάμενος αὐτοῖς ἃ χρὴ πράττειν ἀπέστειλεν εἰς Ἄλβαν ἅμα τοῖς εἰρηνοδίκαις αἰτήσοντας ὑπὲρ ὧν ἠδίκηντο Ῥωμαῖοι δίκας παρʼ Ἀλβανῶν λαβεῖν, οἳ πρὶν ἥλιον ἀνίσχειν διανύσαντες τὴν ὁδὸν πληθυούσης τῆς ἑωθινῆς ἀγορᾶς ἐντυγχάνουσι τῷ Κλοιλίῳ κατʼ ἀγορὰν ὄντι καὶ διεξιόντες ὅσα ἠδίκηντο Ῥωμαῖοι πρὸς Ἀλβανῶν ἠξίουν πράττειν τὰ συγκείμενα ταῖς πόλεσιν.
在紧接着的夜晚,他指示罗马的显贵们应做的事,并将他们与祭司使者一同派往阿尔巴,就罗马人所受的侵害向阿尔巴人要求赔偿。 这些人在日出前赶完了路,在早市繁华之时,遇到了正在市场上的克洛伊留斯,并详述了罗马人被阿尔巴人侵害的一切,要求履行两市之间的协定。
§3.3.4ὁ δὲ Κλοίλιος, ὡς Ἀλβανῶν προτέρων ἀπεσταλκότων εἰς Ῥώμην τοὺς αἰτήσοντας δίκας καὶ μηδὲ ἀποκρίσεως ἠξιωμένων, ἀπιέναι τοὺς Ῥωμαίους ἐκέλευσεν ως παραβεβηκότας τὰς ὁμολογίας καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον.
但克洛伊留斯以阿尔巴人先派使者前往罗马要求赔偿、却连答复都没得到为由,命令罗马人作为协定的违背者离去,并对他们宣战。
ἀπαλλαττόμενος δὲ ὁ τῆς πρεσβείας ἡγεμὼν τοῦτʼ ἠξίωσεν ἀκοῦσαι παρʼ αὐτοῦ μόνον, εἰ παραβαίνειν τὰς σπονδὰς ὁμολογεῖ τοὺς προτέρους αἰτηθέντας δίκας καὶ μηδὲν ὑπομείναντας ποιεῖν τῶν ὁσίων.
在离去时,使节团的首领要求仅听他确认一点:他是否承认,那些先被要求赔偿、却不愿履行任何神圣义务的人,才是背弃条约的人。
§3.3.5ὁμολογήσαντος δὲ τοῦ Κλοιλίου, μαρτύρομαι τοίνυν, ἔφη, τοὺς θεούς, οὓς ἐποιησάμεθα τῶν σπονδῶν μάρτυρας, ὅτι Ῥωμαίοις οὐ τυχοῦσι τῶν δικαίων προτέροις ὅσιος ὁ κατὰ τῶν παραβάντων τὰς σπονδὰς πόλεμος ἔσται, οἱ δὲ πεφευγότες τοῦτο τὸ δίκαιον ὑμεῖς ἐστε, ὡς αὐτὰ τὰ ἔργα δηλοῖ.
克洛伊留斯承认后,他便说:“那么,我呼吁我们作为条约见证人的神明见证,对于先要求赔偿而未得正义的罗马人来说,针对违约者的战争将是正当的。 而规避这一正义的人正是你们,正如事实本身所表明的那样。
πρότεροί τε γὰρ αἰτηθέντες τὸ δίκαιον οὐχ ὑπέσχετε καὶ πρότερον τὸν πόλεμον ἡμῖν προειρήκατε.
因为你们先被要求伸张正义却没有履行,而且还先向我们宣战。
τοιγάρτοι τοὺς ἀμυνουμένους ὑμᾶς προσδέχεσθε μετὰ τῶν ὅπλων οὐκ εἰς μακράν.
因此,在不久的将来,准备好迎接拿起武器自卫的我们吧。
§3.3.6ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας ὁ Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγειν ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν.
” 图路斯从返回罗马的使者那里听到这些后,这才命令召见阿尔巴人,让他们陈述来意。
ἀπαγγειλάντων δʼ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι. . . τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.
当他们报告了克洛伊留斯吩咐的一切,并威胁若得不到赔偿就开战时,图路斯说:“我已先于你们做完此事,且未得到任何条约所规定的回应……因此我向阿尔巴人宣布这场无可避免的且正义的战争。 ”