§3.28.1ἄνδρες Ῥωμαῖοί τε καὶ ἄλλοι φίλοι καὶ σύμμαχοι, τοὺς μὲν ἐκ τοῦ φανεροῦ τολμήσαντας εἰς πόλεμον ἡμῖν καταστῆναι Φιδηναίους καὶ τοὺς συμμάχους αὐτῶν ἐτιμωρησάμεθα σὺν θεοῖς, καὶ δυεῖν θάτερον ἢ παύσονται τὸ λοιπὸν ἐνοχλοῦντες ἡμῖν ἢ §3.28.2δίκας τίσουσιν ἔτι τούτων χείρονας.
「ローマの諸君、ならびに他の友人たちと同盟者たちの諸君。 公然と我々に戦いを挑む勇気を持ったフィデナエ人たちとその同盟者たちを、我々は神々とともに処罰した。 そして、彼らが今後我々を煩わすのをやめるか、あるいはこれらよりもさらに過酷な罰を受けるかのいずれかであろう。
ἀπαιτεῖ δὲ ὁ καιρός, ἐπεὶ τὰ πρῶτα ἡμῖν κατʼ εὐχὴν κεχώρηκε, καὶ τοὺς ἄλλους τιμωρήσασθαι πολεμίους, ὅσοι φίλων μὲν ἔχουσιν ὀνόματα καὶ παρελήφθησαν εἰς τόνδε τὸν πόλεμον ὡς κακῶς τοὺς κοινοὺς ἐχθροὺς μεθʼ ἡμῶν ποιήσοντες, ἐγκατέλιπον δὲ τὸ πρὸς ἡμᾶς πιστὸν καὶ μετὰ τῶν πολεμίων ἀπορρήτους ποιησάμενοι συνθήκας διαφθεῖραι πάντας ἡμᾶς ἐπεβάλοντο.
しかし、最初の事柄が我々の望み通りに進んだ以上、時機は求めている。 他の敵をも処罰することを。 彼らは友という名を持ち、我々とともに共通の敵に打撃を与える者たちとしてこの戦争に迎え入れられたにもかかわらず、我々に対する忠誠を放棄し、敵と秘密の同盟を結んで、我々全員を破滅させようと企てたのである。
§3.28.3πολὺ γὰρ οὗτοι κακίους τῶν ἐκ τοῦ φανεροῦ πολεμίων εἰσὶ καὶ μείζονος τιμωρίας ἄξιοι·
実に、彼らは公然たる敵よりもはるかに悪質であり、より大きな処罰に値する。
τοὺς μὲν γὰρ καὶ φυλάξασθαι ῥᾴδιον τοῖς ἐπιβουλευομένοις καὶ συμπλακέντας ὡς ἐχθροὺς ἀμύνασθαι δυνατόν, φίλους δʼ ἐχθρῶν ἔργα ποιοῦντας οὔτε φυλάξασθαι ῥᾴδιον οὔτε ἀμύνασθαι τοῖς προκαταληφθεῖσι δυνατόν.
なぜなら、前者は謀略を巡らされる者たちにとっても警戒することが容易であり、交戦したときには敵として防ぐことが可能であるが、友でありながら敵の所業を行う者たちに対しては、警戒することも容易ではなく、先手を打たれた者たちが防ぐことも不可能だからである。
οὗτοι δʼ εἰσὶν οἱ πεμφθέντες ἡμῖν ὑπὸ τῆς Ἀλβανῶν πόλεως ἐπὶ δόλῳ σύμμαχοι κακὸν μὲν οὐθὲν ὑφʼ ἡμῶν παθόντες,
そして、これら(の裏切り者)こそ、アルバ人の都市から我々のもとへ、欺瞞のために送られた同盟者たちであり、我々からはいかなる悪事も受けていないにもかかわらず、多くの大きな恩恵を受け続けてきた者たちなのである。
§3.28.4ἀγαθὰ δὲ πολλὰ καὶ μεγάλα. ἄποικοι μὲν γὰρ αὐτῶν ὄντες οὐθὲν τῆς τούτων ἀρχῆς παρασπάσαντες ἰδίαν ἰσχὺν καὶ δύναμιν ἀπὸ τῶν ἰδίων πολέμων ἐκτησάμεθα, ἔθνεσι δὲ μεγίστοις καὶ πολεμικωτάτοις ἐπιτειχίσαντες τὴν ἡμῶν αὐτῶν πόλιν πολλὴν ἀσφάλειαν τούτοις τοῦ τε ἀπὸ Τυρρηνῶν καὶ ἀπὸ Σαβίνων πολέμου παρειχόμεθα·
なぜなら、我々は彼らの植民者でありながら、彼らの支配から何も奪い取ることなく、自らの戦争によって自らの力と権力を獲得し、非常に大きく好戦的な諸部族に対して我々の都市を要塞として築くことで、エトルリア人やサビニ人との戦争から彼らに多大な安全を提供してきたからである。
ἧς δὴ πόλεως εὖ τε πραττούσης ἁπάντων μάλιστα χαίρειν αὐτοὺς ἔδει καὶ σφαλλομένης μηδὲν ἐνδεέστερον ἢ περὶ τῆς αὐτῶν ἄχθεσθαι.
このような都市が栄えているときには、彼らは何よりもそれを喜ぶべきであり、躓いているときには、自分たちの都市の危機に対するのと少しも変わらず苦痛を感じるべきであったのだ。
§3.28.5οἱ δὲ ἄρα φθονοῦντες οὐχ ἡμῖν μόνον τῶν ἀγαθῶν ἀλλὰ καὶ ἑαυτοῖς τῆς διʼ ἡμᾶς εὐτυχίας διετέλουν καὶ τελευτῶντες ὡς οὐκέτι κατέχειν τὴν ὕπουλον ἔχθραν ἐδύναντο πόλεμον ἡμῖν προεῖπον.
しかし彼らは、我々の成功を妬むだけでなく、我々を通じて得られる自分たちの幸運をも妬み続け、最後には、もはやその隠された敵意を抑えることができなくなって、我々に宣戦を布告した。
μαθόντες δʼ ἡμᾶς εὖ πρὸς τὸν ἀγῶνα παρεσκευασμένους, ὡς οὐθὲν οἷοίτʼ ἦσαν ἐργάσασθαι κακόν, εἰς διαλλαγὰς ἐκάλουν καὶ φιλίαν καὶ τὸ περὶ τῆς ἡγεμονίας νεῖκος ἐν τρισὶν ἀφʼ ἑκατέρας πόλεως σώμασιν ἠξίουν κριθῆναι.
しかし、我々が戦いに対して十分に準備していることを知り、いかなる悪事も行うことができないと分かると、彼らは和解と友好を呼びかけ、覇権をめぐる争いをそれぞれの都市から三人ずつの代表によって決着させることを要求した。
ἐδεξάμεθα καὶ ταύτας τὰς προκλήσεις καὶ νικήσαντες τῇ μάχῃ τὴν πόλιν αὐτῶν ἔσχομεν ὑποχείριον.
我々もこれらの提案を受け入れ、戦いに勝利して彼らの都市を支配下に置いたのだ。
§3.28.6φέρε δὴ τί μετὰ ταῦτα ἐποιήσαμεν;
さあ、その後に我々は何をしたか。
ἐξὸν ἡμῖν ὅμηρά τε αὐτῶν λαβεῖν καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπεῖν καὶ τοὺς κορυφαιοτάτους τῶν διαστησάντων τὰς πόλεις τοὺς μὲν ἀνελεῖν, τοὺς δʼ ἐκβαλεῖν πολιτείας τε αὐτῶν κόσμον μεταστῆσαι πρὸς τὸ ἡμῖν συμφέρον καὶ χώρας καὶ χρημάτων ἀποδασμῷ ζημιῶσαι καί, ὃ πάντων ῥᾷστον ἦν, ἀφελέσθαι τὰ ὅπλα αὐτούς, ἐξ ὧν ἐγκρατεστέραν ἂν τὴν ἀρχὴν κατεστησάμεθα, τούτων μὲν οὐδὲν ἠξιώσαμεν ποιῆσαι, τῷ δʼ εὐσεβεῖ μᾶλλον ἢ τῷ ἀσφαλεῖ τῆς ἀρχῆς ἐπετρέψαμεν καὶ τὸ εὐπρεπὲς τὸ πρὸς ἅπαντας τοῦ λυσιτελοῦντος ἡμῖν αὐτοῖς ἰδίᾳ κρεῖττον ἡγησάμενοι συνεχωρήσαμεν αὐτοῖς ἅπαντα τὰ σφέτερα καρποῦσθαι, Μέττιον δὲ Φουφέττιον, ὃν αὐτοὶ τῇ μεγίστῃ ἀρχῇ ἐκόσμησαν, ὡς δὴ κράτιστον Ἀλβανῶν διοικεῖν τὰ κοινὰ μέχρι τοῦ παρόντος εἰάσαμεν.
我々には、彼らから人質を取り、彼らの都市に守備隊を残し、都市を引き裂いた首謀者たちの一部を処刑し、一部を追放し、国制を我々の利益に合うように変更し、土地や財産の没収によって罰を与え、そして何よりも容易なこととして彼らから武器を取り上げることができた。 それらによって、我々は支配をより強固なものにすることができたはずである。 しかし、我々はこれらのことを行うべきだとは全く考えず、支配の安全よりもむしろ敬虔さに委ね、また我々自身の個人的な利益よりも、すべての人々に対する体面をより勝るものと考えて、彼らが自分たちのすべての財産を享受することを認め、また彼ら自身が最高の官職を授けたメッティウス・フフェティウスを、アルバ人で最も優れた者として、現在に至るまで国政を執るままにしておいたのである。
§3.28.7ἀνθʼ ὧν τίνας ἡμῖν χάριτας ἀπέδοσαν, ἡνίκα μᾶλλον φίλων τε καὶ συμμάχων εὐνοίας ἔδει, ἀκούσατε·
これに対して、彼らはどのような感謝を我々に返しただろうか。 友人や同盟者の好意が何よりも必要であったときに。 お聞きなさい。
ἀπορρήτους ποιησάμενοι συνθήκας πρὸς τοὺς κοινοὺς πολεμίους, ὡς ἐν τῷ ἀγῶνι συνεπιθησόμενοι ἡμῖν μετʼ αὐτῶν, ἐπειδὴ πλησίον ἀλλήλων ἐγινόμεθα καταλιπόντες τὴν τάξιν ἐφʼ ἣν ἐτάχθησαν ᾤχοντο πρὸς τὰ πλησίον ὄρη δρόμῳ προκαταλαβέσθαι σπεύδοντες τὰ ὀχυρά.
彼らは共通の敵と秘密の協定を結び、戦闘において敵とともに我々に襲いかかろうとした。 そして我々が互いに近づいたとき、彼らは配置されていた陣地を放棄し、近くの山々へと走り去り、その要害を先制して占拠しようと急いだのである。
§3.28.8εἰ μὲν οὖν κατὰ νοῦν ἡ πεῖρα αὐτοῖς ἐχώρει, οὐδὲν ἂν τὸ κωλῦον ἦν ἅπαντας ἡμᾶς ἀπολωλέναι κυκλωθέντας ὑπό τε πολεμίων καὶ φίλων, καὶ τοὺς πολλοὺς τῆς πόλεως ἡμῶν ἀγῶνας, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμεθα, ἐν ἡμέρᾳ διαφθαρῆναι μιᾷ.
したがって、もしその試みが彼らは思う通りに進んでいたならば、我々全員が敵と友人に包囲されて滅びるのを遮るものは何もなかったであろうし、我々が覇権を求めて戦ってきた我が都市の多くの戦いも、ただ一日のうちに無に帰したであろう。
§3.28.9ἐπειδὴ δὲ διέπεσεν αὐτῶν τὸ βούλευμα θεῶν μὲν εὐνοίας προηγησαμένης ʽἁπάσας γὰρ ἔγωγε τὰς καλὰς καὶ ἀγαθὰς πράξεις ἐκείνοις ἀνατίθημἰ, ἔπειτα καὶ τῆς ἐμῆς στρατηγίας οὐκ ἐλαχίστην μοῖραν εἴς τε τὸ δέος τῶν πολεμίων καὶ εἰς τὸ θάρσος τὸ ὑμέτερον παρασχομένης ʽἃ γὰρ ἐγὼ ἐν τῷ τότε ἀγῶνι ἔφην, ὡς ὑπʼ ἐμοῦ κελευσθέντες Ἀλβανοὶ προκαταλαμβάνονται τὰ ὄρη κυκλώσεως τῶν πολεμίων ἕνεκα, πλάσματα καὶ
しかし、神々の好意が導いてくれたこと(なぜなら、私はすべての美しく善い働きを神々に帰するからである)、そしてまた、敵に恐怖を与え、諸君に勇気を与えることにおいて、私の将帥としての手腕が小さからぬ役割を果たしたことによって、彼らの企ては失敗に終わった。 (私がその時の戦闘において、アルバ人たちは敵を包囲するために私の命令によって山々を先制占拠しているのだ、と言ったのは、作り話であり、私の将略であったのだ。
§3.28.10στρατηγήματα ἦν ἐμάʼ, κεχωρηκότων δʼ ἡμῖν τῶν πραγμάτων ὡς ἡμῖν συνέφερεν οὐκ ἂν εἴημεν ἄνδρες οἵους ἡμᾶς προσῆκεν εἶναι, εἰ μὴ τιμωρησαίμεθα τοὺς προδότας, οἵ γε χωρὶς τῆς ἄλλης ἀναγκαιότητος, ἣν διὰ τὸ συγγενὲς ἐχρῆν αὐτοὺς φυλάσσειν, σπονδὰς καὶ ὅρκια ποιησάμενοι πρὸς ἡμᾶς ἔναγχος οὔτε θεοὺς δείσαντες, οὓς τῶν ὁμολογιῶν ἐποιήσαντο μάρτυρας, οὔτε τὸ δίκαιον αὐτὸ καὶ τὴν ἀνθρωπίνην νέμεσιν ἐντραπέντες, οὔτε τὸ τοῦ κινδύνου μέγεθος εἰ μὴ κατὰ νοῦν αὐτοῖς ἡ προδοσία χωρήσειεν ὑπολογιζόμενοι, τὸν οἴκτιστον τρόπον ἡμᾶς ἐπεχείρησαν ἀπολέσαι τοὺς ἀποίκους τε καὶ εὐεργέτας, οἱ κτίσται μετὰ τῶν ἐχθίστων τε καὶ πολεμιωτάτων στάντες.
)そして、事態が我々にとって有利に進んだ今、もし我々が裏切り者たちを処罰しないならば、我々は本来あるべき男たちではないことになるだろう。 彼らは、同族の絆という、それだけで十分に守るべきであった他の必然性を脇に置いても、先日我々と条約と誓いを結んだばかりであるのに、その合意の証人とした神々を恐れることもなく、正義そのものや人間の天罰を顧みることもなく、また、もし裏切りが思う通りに進まなかった場合のリスクの大きさをも考慮に入れることなく、植民者であり恩人でもある我々を最も悲惨な方法で滅ぼそうと企てたのである。 彼ら建国者でありながら、最も憎むべき極悪の敵の側に立って。 」