Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.28.1-3.28.10

图路斯国王演说谴责阿尔巴人的背叛

第 199 段,共 962 段 · 希腊语

内容简介

图路斯国王向罗马市民和盟友发表讲话,宣布战胜斐德奈,并谴责阿尔巴人在战场上与敌人勾结并逃跑的背叛行为。

§3.28.1ἄνδρες Ῥωμαῖοί τε καὶ ἄλλοι φίλοι καὶ σύμμαχοι, τοὺς μὲν ἐκ τοῦ φανεροῦ τολμήσαντας εἰς πόλεμον ἡμῖν καταστῆναι Φιδηναίους καὶ τοὺς συμμάχους αὐτῶν ἐτιμωρησάμεθα σὺν θεοῖς, καὶ δυεῖν θάτερον ἢ παύσονται τὸ λοιπὸν ἐνοχλοῦντες ἡμῖν ἢ
“罗马的男子汉们,以及其他朋友和同盟者们,那些胆敢公开向我们挑战、与我们开战的斐德奈人及其同盟者,我们在神明的帮助下已经惩罚了他们。
§3.28.2δίκας τίσουσιν ἔτι τούτων χείρονας.
今后,他们要么停止骚扰我们,要么他们将付出比这更为惨重的代价。
ἀπαιτεῖ δὲ ὁ καιρός, ἐπεὶ τὰ πρῶτα ἡμῖν κατʼ εὐχὴν κεχώρηκε, καὶ τοὺς ἄλλους τιμωρήσασθαι πολεμίους, ὅσοι φίλων μὲν ἔχουσιν ὀνόματα καὶ παρελήφθησαν εἰς τόνδε τὸν πόλεμον ὡς κακῶς τοὺς κοινοὺς ἐχθροὺς μεθʼ ἡμῶν ποιήσοντες, ἐγκατέλιπον δὲ τὸ πρὸς ἡμᾶς πιστὸν καὶ μετὰ τῶν πολεμίων ἀπορρήτους ποιησάμενοι συνθήκας διαφθεῖραι πάντας ἡμᾶς ἐπεβάλοντο.
既然我们的第一步已经如愿以偿,那么时机便要求我们惩罚其他的敌人——那些徒有朋友之名、被接纳加入这场战争本应与我们一同打击共同敌人,却背弃了对我们的忠诚,与我们的敌人私通缔约,企图毁灭我们所有人的家伙。
§3.28.3πολὺ γὰρ οὗτοι κακίους τῶν ἐκ τοῦ φανεροῦ πολεμίων εἰσὶ καὶ μείζονος τιμωρίας ἄξιοι· τοὺς μὲν γὰρ καὶ φυλάξασθαι ῥᾴδιον τοῖς ἐπιβουλευομένοις καὶ συμπλακέντας ὡς ἐχθροὺς ἀμύνασθαι δυνατόν, φίλους δʼ ἐχθρῶν ἔργα ποιοῦντας οὔτε φυλάξασθαι ῥᾴδιον οὔτε ἀμύνασθαι τοῖς προκαταληφθεῖσι δυνατόν.
因为这些人比公开的敌人要坏得多,理应受到更大的惩罚;因为对于被阴谋对付的人来说,前者易于防备,且在交战时也可以把他们当成敌人来抵御,但对于那些名义上是朋友却干着敌人勾当的人,既不易防备,被占了先机的人也无法抵御。
οὗτοι δʼ εἰσὶν οἱ πεμφθέντες ἡμῖν ὑπὸ τῆς Ἀλβανῶν πόλεως ἐπὶ δόλῳ σύμμαχοι κακὸν μὲν οὐθὲν ὑφʼ ἡμῶν παθόντες,
而这些人,正是阿尔巴城因诡计而派给我们的同盟者,他们未曾受到我们任何伤害,反而得到了许多重大恩惠。
§3.28.4ἀγαθὰ δὲ πολλὰ καὶ μεγάλα. ἄποικοι μὲν γὰρ αὐτῶν ὄντες οὐθὲν τῆς τούτων ἀρχῆς παρασπάσαντες ἰδίαν ἰσχὺν καὶ δύναμιν ἀπὸ τῶν ἰδίων πολέμων ἐκτησάμεθα, ἔθνεσι δὲ μεγίστοις καὶ πολεμικωτάτοις ἐπιτειχίσαντες τὴν ἡμῶν αὐτῶν πόλιν πολλὴν ἀσφάλειαν τούτοις τοῦ τε ἀπὸ Τυρρηνῶν καὶ ἀπὸ Σαβίνων πολέμου παρειχόμεθα·
因为我们虽是他们的殖民者,却没有掠夺他们的任何统治权,而是通过我们自己的战争赢得了我们自己的实力和权力;并且通过把我们自己的城市建成抵御最大且最强悍民族的堡垒,为他们提供了免受伊特鲁里亚人和萨宾人战争侵害的极大安全。
ἧς δὴ πόλεως εὖ τε πραττούσης ἁπάντων μάλιστα χαίρειν αὐτοὺς ἔδει καὶ σφαλλομένης μηδὲν ἐνδεέστερον ἢ περὶ τῆς αὐτῶν ἄχθεσθαι.
当这座城市繁荣昌盛时,他们本应最感到高兴;而当其遭遇挫折时,他们也应当像对待自己的城市一样感到痛心。
§3.28.5οἱ δὲ ἄρα φθονοῦντες οὐχ ἡμῖν μόνον τῶν ἀγαθῶν ἀλλὰ καὶ ἑαυτοῖς τῆς διʼ ἡμᾶς εὐτυχίας διετέλουν καὶ τελευτῶντες ὡς οὐκέτι κατέχειν τὴν ὕπουλον ἔχθραν ἐδύναντο πόλεμον ἡμῖν προεῖπον.
然而,他们实际上不仅嫉妒我们的繁荣,甚至还嫉妒他们因我们而享有的好运;最后,当他们再也无法压制那隐藏的敌意时,便向我们宣战。
μαθόντες δʼ ἡμᾶς εὖ πρὸς τὸν ἀγῶνα παρεσκευασμένους, ὡς οὐθὲν οἷοίτʼ ἦσαν ἐργάσασθαι κακόν, εἰς διαλλαγὰς ἐκάλουν καὶ φιλίαν καὶ τὸ περὶ τῆς ἡγεμονίας νεῖκος ἐν τρισὶν ἀφʼ ἑκατέρας πόλεως σώμασιν ἠξίουν κριθῆναι.
但是,当他们发现我们为战斗做好了充分准备,以至于他们无法对我们造成任何伤害时,他们便呼吁和解与友好,并要求关于领导权争端由两市各派出三名斗士来决定。
ἐδεξάμεθα καὶ ταύτας τὰς προκλήσεις καὶ νικήσαντες τῇ μάχῃ τὴν πόλιν αὐτῶν ἔσχομεν ὑποχείριον.
我们也接受了这些挑战,并在战斗中获获胜,将他们的城市置于我们的控制之下。
§3.28.6φέρε δὴ τί μετὰ ταῦτα ἐποιήσαμεν;
且慢,那之后我们做了什么?
ἐξὸν ἡμῖν ὅμηρά τε αὐτῶν λαβεῖν καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπεῖν καὶ τοὺς κορυφαιοτάτους τῶν διαστησάντων τὰς πόλεις τοὺς μὲν ἀνελεῖν, τοὺς δʼ ἐκβαλεῖν πολιτείας τε αὐτῶν κόσμον μεταστῆσαι πρὸς τὸ ἡμῖν συμφέρον καὶ χώρας καὶ χρημάτων ἀποδασμῷ ζημιῶσαι καί, ὃ πάντων ῥᾷστον ἦν, ἀφελέσθαι τὰ ὅπλα αὐτούς, ἐξ ὧν ἐγκρατεστέραν ἂν τὴν ἀρχὴν κατεστησάμεθα, τούτων μὲν οὐδὲν ἠξιώσαμεν ποιῆσαι, τῷ δʼ εὐσεβεῖ μᾶλλον ἢ τῷ ἀσφαλεῖ τῆς ἀρχῆς ἐπετρέψαμεν καὶ τὸ εὐπρεπὲς τὸ πρὸς ἅπαντας τοῦ λυσιτελοῦντος ἡμῖν αὐτοῖς ἰδίᾳ κρεῖττον ἡγησάμενοι συνεχωρήσαμεν αὐτοῖς ἅπαντα τὰ σφέτερα καρποῦσθαι, Μέττιον δὲ Φουφέττιον, ὃν αὐτοὶ τῇ μεγίστῃ ἀρχῇ ἐκόσμησαν, ὡς δὴ κράτιστον Ἀλβανῶν διοικεῖν τὰ κοινὰ μέχρι τοῦ παρόντος εἰάσαμεν.
我们本可以向他们索取人质,在城里留下驻军,将分裂两市的首恶分子有的处死、有的驱逐,将他们的政体修改得有利于我们,通过割占土地和没收财产来惩罚他们,以及最容易做到的——收缴他们的武器,通过这些手段我们可以将统治确立得更加稳固。 然而,我们认为这些事一件也不该做,而是将统治的安全寄托于敬虔而非防范;我们认为在所有人面前保持体面,重于我们自己私下的利益,因而允许他们享有他们自己的一切财产,并且让梅蒂乌斯·富菲提乌斯——这个他们自己授予最高官职、被视为阿尔巴人中最优秀的人,继续主管公物,直到现在。
§3.28.7ἀνθʼ ὧν τίνας ἡμῖν χάριτας ἀπέδοσαν, ἡνίκα μᾶλλον φίλων τε καὶ συμμάχων εὐνοίας ἔδει, ἀκούσατε·
作为回报,当最需要朋友和同盟者的善意时,他们向我们表达了怎样的感激之情?
ἀπορρήτους ποιησάμενοι συνθήκας πρὸς τοὺς κοινοὺς πολεμίους, ὡς ἐν τῷ ἀγῶνι συνεπιθησόμενοι ἡμῖν μετʼ αὐτῶν, ἐπειδὴ πλησίον ἀλλήλων ἐγινόμεθα καταλιπόντες τὴν τάξιν ἐφʼ ἣν ἐτάχθησαν ᾤχοντο πρὸς τὰ πλησίον ὄρη δρόμῳ προκαταλαβέσθαι σπεύδοντες τὰ ὀχυρά.
听好了:他们与共同的敌人私自缔结协定,企图在战斗中与敌人一同袭击我们,当我们彼此接近时,他们便遗弃了被分派的阵地,奔向附近的群山,急于先占领那些险要之地。
§3.28.8εἰ μὲν οὖν κατὰ νοῦν ἡ πεῖρα αὐτοῖς ἐχώρει, οὐδὲν ἂν τὸ κωλῦον ἦν ἅπαντας ἡμᾶς ἀπολωλέναι κυκλωθέντας ὑπό τε πολεμίων καὶ φίλων, καὶ τοὺς πολλοὺς τῆς πόλεως ἡμῶν ἀγῶνας, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμεθα, ἐν ἡμέρᾳ διαφθαρῆναι μιᾷ.
因此,如果他们的尝试如愿以偿,就没有任何力量能阻止我们所有人被敌友双方包围而毁灭,而我们城市为争夺领导权而进行的多场奋斗,也将在一天之内毁于一旦。
§3.28.9ἐπειδὴ δὲ διέπεσεν αὐτῶν τὸ βούλευμα θεῶν μὲν εὐνοίας προηγησαμένης ʽἁπάσας γὰρ ἔγωγε τὰς καλὰς καὶ ἀγαθὰς πράξεις ἐκείνοις ἀνατίθημἰ, ἔπειτα καὶ τῆς ἐμῆς στρατηγίας οὐκ ἐλαχίστην μοῖραν εἴς τε τὸ δέος τῶν πολεμίων καὶ εἰς τὸ θάρσος τὸ ὑμέτερον παρασχομένης ʽἃ γὰρ ἐγὼ ἐν τῷ τότε ἀγῶνι ἔφην, ὡς ὑπʼ ἐμοῦ κελευσθέντες Ἀλβανοὶ προκαταλαμβάνονται τὰ ὄρη κυκλώσεως τῶν πολεμίων ἕνεκα, πλάσματα καὶ
但是,由于神明的善意引导(就我而言,我把一切美好和善意的行为归功于神明),其次由于我的统帅之策在给敌人带来恐惧、给你们带来勇气方面发挥了不小的作用,他们的计划落空了。 (因为我当时在战斗中所说的话——即阿尔巴人受我命令先占群山是为了包围敌人——只是捏造的,是我的军事策略)——如今事态的发展已经符合我们的利益,如果我们不惩罚那些叛徒,我们就称不上是应有的男子汉了。
§3.28.10στρατηγήματα ἦν ἐμάʼ, κεχωρηκότων δʼ ἡμῖν τῶν πραγμάτων ὡς ἡμῖν συνέφερεν οὐκ ἂν εἴημεν ἄνδρες οἵους ἡμᾶς προσῆκεν εἶναι, εἰ μὴ τιμωρησαίμεθα τοὺς προδότας, οἵ γε χωρὶς τῆς ἄλλης ἀναγκαιότητος, ἣν διὰ τὸ συγγενὲς ἐχρῆν αὐτοὺς φυλάσσειν, σπονδὰς καὶ ὅρκια ποιησάμενοι πρὸς ἡμᾶς ἔναγχος οὔτε θεοὺς δείσαντες, οὓς τῶν ὁμολογιῶν ἐποιήσαντο μάρτυρας, οὔτε τὸ δίκαιον αὐτὸ καὶ τὴν ἀνθρωπίνην νέμεσιν ἐντραπέντες, οὔτε τὸ τοῦ κινδύνου μέγεθος εἰ μὴ κατὰ νοῦν αὐτοῖς ἡ προδοσία χωρήσειεν ὑπολογιζόμενοι, τὸν οἴκτιστον τρόπον ἡμᾶς ἐπεχείρησαν ἀπολέσαι τοὺς ἀποίκους τε καὶ εὐεργέτας, οἱ κτίσται μετὰ τῶν ἐχθίστων τε καὶ πολεμιωτάτων στάντες.
因为他们,且不说因同族血缘而本该遵守的其他必然义务,在最近刚刚与我们缔结和约并宣誓的情况下,既不惧怕被他们当作协定见证人的神明,也不顾及正义本身和人类的惩罚,更不考虑如果背叛不按心意发展将会面临的巨大危险,反而企图以最悲惨的方式消灭我们这些既是他们的殖民者又是他们的恩人的人,他们作为创建者,却与我们最可憎、最敌对的敌人站在一起。 ”

词汇与语法注释

  1. §3.28.1δυεῖν θάτερον — δυεῖν θάτερον(两者之一)为中性单数宾格,用作副词性同位语,预示随后由 ἢ... ἢ... 引导的两个选择从句。
  2. §3.28.4ἧς δὴ πόλεως εὖ τε πραττούσης — 关系代词 ἧς 连同其先行词 πόλεως 置于从句之首,同时作为属格绝对结构 εὖ τε πραττούσης 的主语,意为“当这座城市繁荣昌盛时”。
  3. §3.28.6ἐξὸν ἡμῖν — 这是由无人称动词 ἔξεστι 的中性单数宾格分词构成的宾格绝对结构,形成表示让步的副词性短语,意为“尽管我们本可以……”,支配后面接连出现的多个不定式。
  4. §3.28.9ἃ γὰρ ἐγὼ ἐν τῷ τότε ἀγῶνι ἔφην — 关系代词 ἅ 预示了后续从句 πλάσματα καὶ στρατηγήματα ἦν ἐμά(是我的捏造和策略)的主宾关系,并概括了作为 ἔφην 宾语的 ὡς 从句的内容。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.28.1-3.28.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.28.1-3.28.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。