Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.27.1-3.27.3

アルバ破壊の命令とメッティウスへの計略

198 / 962 箇所 · ギリシア語

要旨

トゥッルスはホラティウスにアルバの破壊を命じる一方、首謀者のメッティウスを欺いて共謀者の名簿を提出させ、武装解除したアルバ人たちをローマ兵で包囲する。

§3.27.1τετταράκοντα δʼ ὄντων σταδίων τῶν μεταξὺ Φιδήνης τε καὶ Ῥώμης ἐλάσας τὸν ἵππον ἀνὰ κράτος παρῆν ἐπὶ τὸν χάρακα καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καλέσας Μάρκον Ὁράτιον τὸν περιλειφθέντα ἐκ τῶν τριδύμων καὶ δοὺς αὐτῷ τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἐκέλευσεν ἐπὶ τὴν Ἀλβανῶν πόλιν ἄγειν, παρελθόντα δʼ ἐντὸς τείχους ὡς φίλον ὄντα, ὅταν ὑποχειρίους λάβῃ τοὺς ἔνδον, καθελεῖν τὴν πόλιν ἄχρι θεμελίων μηθενὸς μήτε ἰδίου μήτε κοινοῦ κατασκευάσματος φειδόμενον ἔξω τῶν ἱερῶν, ἀνθρώπων δὲ μηθένα μήτε κτείνειν μήτε ἀδικεῖν, §3.27.2ἀλλὰ πάντας ἐᾶν ἔχειν τὰ ἑαυτῶν.
フィデナエとローマの間は四十スタディオンであったが、彼は馬を全力で走らせて(自軍の)陣営に到着し、日が完全に昇る前に、三つ子の生き残りであるマルクス・ホラティウスを呼び寄せ、彼に騎兵と歩兵のうち最も血気盛んな者たちを与えて、アルバ人の都市へと率いて行くよう命じた。 そして、友として城壁の内側に入り、中の人々を支配下に置いたときには、神殿を除いて私有のものであれ公のものであれ、いかなる建造物をも容赦なく、基礎に至るまで都市を破壊すること、しかし人々に対しては誰一人として殺さず、不当に扱わないこと、むしろ、全員に自分たちの財産をそのまま所有させるよう(命じた)。
ἐκπέμψας δὲ τοῦτον ἐκάλει τοὺς ταξιάρχους καὶ τοὺς λοχαγοὺς καὶ τὰ δόξαντα τῇ βουλῇ διασαφήσας φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα·
彼を送り出すと、彼は部隊長や百人隊長たちを呼び寄せ、元老院の決定事項を説明して、彼らのうちから自身の身辺のための護衛を組織した。
καὶ μετʼ οὐ πολὺ παρῆν ὁ Ἀλβανὸς ὡς ἐπὶ νικήματι κοινῷ γεγηθὼς καὶ τῷ Τύλλῳ συνηδόμενος.
そして間もなくして、アルバ人(メッティウス)が、共同の勝利を喜ぶかのように、そしてトゥッルスを祝福するためにやって来た。
ὁ δὲ Τύλλος ἀπόρρητον τὴν γνώμην ἔτι φυλάσσων ἐπῄνει τε αὐτὸν καὶ μεγάλων ἄξιον ἀπέφαινε δωρεῶν παρεκάλει τε γράψαντα καὶ τὰ τῶν ἄλλων Ἀλβανῶν ὀνόματα τῶν ἐπιφανές τι κατὰ τὴν μάχην διαπραξαμένων φέρειν ὡς αὐτόν, ἵνα κἀκεῖνοι τὴν ἐκ τῶν ἐπινικίων ἀπενέγκωνται μοῖραν.
しかしトゥッルスは、その計画をまだ秘密に保ったまま、彼を称賛し、大きな恩賞に値する者であると示し、戦いにおいて目覚ましい働きをした他のアルバ人たちの名前をも書き出して、自分のところに持参するよう求めた。 それは彼らもまた勝利の恩賞の分け前を受け取ることができるようにするためであった。
§3.27.3ὁ μὲν δὴ περιχαρὴς γενόμενος τοὺς πιστοτάτους τῶν φίλων, οἷς ἐχρήσατο τῶν ἀπορρήτων βουλευμάτων συνεργοῖς, εἰσγράψας εἰς δέλτον ἐπιδίδωσιν.
そこで彼は大いに喜び、秘密の計画の共犯者として用いた最も信頼する友人たちの名前を書板に書き込んで差し出した。
ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν ἅπαντας ἀποθεμένους τὰ ὅπλα ἐκάλει·
一方、ローマの王は全員に武器を置かせた上で民会に召集した。
συνιόντων δὲ αὐτῶν τὸν μὲν ἡγεμόνα τῶν Ἀλβανῶν ἅμα τοῖς ταξιάρχοις τε καὶ λοχαγοῖς παρʼ αὐτὸ τὸ βῆμα ἐκέλευσεν ἑστάναι, ἐχομένους δὲ τούτων τοὺς ἄλλους Ἀλβανοὺς ταχθέντας ἐκκλησιάζειν, μετὰ δὲ τοὺς Ἀλβανοὺς τὸ λοιπὸν τῶν συμμάχων πλῆθος·
彼らが集まると、アルバ人の指導者を部隊長や百人隊長たちとともに演壇のすぐ脇に立たせるよう命じ、彼らに続いて他のアルバ人たちを整列させて集会に参加させ、アルバ人たちの後ろには残りの同盟者の群衆を配置した。
ἔξωθεν δὲ πάντων περιέστησε Ῥωμαίους, ἐν οἷς ἦσαν οἱ γενναιότατοι, ξίφη κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς.
そしてそれらすべての外側にローマ人を取り囲むように立たせたが、その中には、外衣の下に剣を隠し持った最も勇敢な者たちがいた。
ὡς δʼ ἐν καλῷ τοὺς ἐχθροὺς ἔχειν ὑπέλαβεν ἀναστὰς ἔλεξε τοιάδε·
敵を好都合な状態に置いたと判断すると、彼は立ち上がって次のように語った。

語釈・文法注

  1. p.v.1p.328παρελθόντα — 対格分詞 παρελθόντα は、先行する命令動詞 ἐκέλευσεν の意味上の主語であるマルクス・ホラティウス(対格)に一致している。一連の不定詞(ἄγειν, καθελεῖν, κτείνειν, ἀδικεῖν, ἐᾶν)はすべてこの ἐκέλευσεν にかかっている。
  2. 491ἐχομένους — 現在分詞 ἐχομένους は属格 τούτων(=アルバ人の指導者や隊長たち)を伴って「これらに隣接して/続いて」を意味し、対格の τοὺς ἄλλους Ἀλβανούς(他のアルバ人たち)に係る。後続の「μετὰ δὲ τοὺς Ἀλβανοὺς τὸ λοιπὸν...」の部分にも不定詞 ἐκκλησιάζειν が省略されており、これら全体が ἐκέλευσεν の支配下にある。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.27.1-3.27.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.27.1-3.27.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。