§3.27.1τετταράκοντα δʼ ὄντων σταδίων τῶν μεταξὺ Φιδήνης τε καὶ Ῥώμης ἐλάσας τὸν ἵππον ἀνὰ κράτος παρῆν ἐπὶ τὸν χάρακα καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καλέσας Μάρκον Ὁράτιον τὸν περιλειφθέντα ἐκ τῶν τριδύμων καὶ δοὺς αὐτῷ τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἐκέλευσεν ἐπὶ τὴν Ἀλβανῶν πόλιν ἄγειν, παρελθόντα δʼ ἐντὸς τείχους ὡς φίλον ὄντα, ὅταν ὑποχειρίους λάβῃ τοὺς ἔνδον, καθελεῖν τὴν πόλιν ἄχρι θεμελίων μηθενὸς μήτε ἰδίου μήτε κοινοῦ κατασκευάσματος φειδόμενον ἔξω τῶν ἱερῶν, ἀνθρώπων δὲ μηθένα μήτε κτείνειν μήτε ἀδικεῖν, §3.27.2ἀλλὰ πάντας ἐᾶν ἔχειν τὰ ἑαυτῶν.
斐德奈与罗马之间相距四十斯塔德,他策马狂奔,赶回了营地。 在天亮之前,他召见了大三胞胎中唯一的幸存者马尔库斯·奥拉提乌斯,并将骑兵和步兵中最精壮的人交给他,命令他率军前往阿尔巴人的城市;并嘱咐他,一旦以朋友的身份进入城墙内部、并把城内的人置于控制之下时,除了神殿以外,不放过任何私有或公有的建筑,将城市彻底拆毁至地基,但不得杀害或伤害任何一个人,而是允许所有人保留他们自己的财产。
ἐκπέμψας δὲ τοῦτον ἐκάλει τοὺς ταξιάρχους καὶ τοὺς λοχαγοὺς καὶ τὰ δόξαντα τῇ βουλῇ διασαφήσας φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα·
派走他之后,他召集了部队长和百人队长,向他们说明了元老院的决定,并从中选拔人员组成保护自己人身的卫队。
καὶ μετʼ οὐ πολὺ παρῆν ὁ Ἀλβανὸς ὡς ἐπὶ νικήματι κοινῷ γεγηθὼς καὶ τῷ Τύλλῳ συνηδόμενος.
没过多久,阿尔巴人(梅蒂乌斯)就到了,他因共同的胜利而感到高兴,并向图路斯表示祝贺。
ὁ δὲ Τύλλος ἀπόρρητον τὴν γνώμην ἔτι φυλάσσων ἐπῄνει τε αὐτὸν καὶ μεγάλων ἄξιον ἀπέφαινε δωρεῶν παρεκάλει τε γράψαντα καὶ τὰ τῶν ἄλλων Ἀλβανῶν ὀνόματα τῶν ἐπιφανές τι κατὰ τὴν μάχην διαπραξαμένων φέρειν ὡς αὐτόν, ἵνα κἀκεῖνοι τὴν ἐκ τῶν ἐπινικίων ἀπενέγκωνται μοῖραν.
但图路斯依然保守着秘密意图,不仅赞扬他,宣称他应当获得重赏,还要求他把在战斗中表现突出的其他阿尔巴人的名字也写下来带给自己,以便他们也能分得一份胜利的奖赏。
§3.27.3ὁ μὲν δὴ περιχαρὴς γενόμενος τοὺς πιστοτάτους τῶν φίλων, οἷς ἐχρήσατο τῶν ἀπορρήτων βουλευμάτων συνεργοῖς, εἰσγράψας εἰς δέλτον ἐπιδίδωσιν.
于是他大喜过望,将他用作秘密计划同谋的最亲信的朋友们写在书板上呈递上去。
ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν ἅπαντας ἀποθεμένους τὰ ὅπλα ἐκάλει·
而罗马人的国王则召集所有人放下武器前来参加大会。
συνιόντων δὲ αὐτῶν τὸν μὲν ἡγεμόνα τῶν Ἀλβανῶν ἅμα τοῖς ταξιάρχοις τε καὶ λοχαγοῖς παρʼ αὐτὸ τὸ βῆμα ἐκέλευσεν ἑστάναι, ἐχομένους δὲ τούτων τοὺς ἄλλους Ἀλβανοὺς ταχθέντας ἐκκλησιάζειν, μετὰ δὲ τοὺς Ἀλβανοὺς τὸ λοιπὸν τῶν συμμάχων πλῆθος· ἔξωθεν δὲ πάντων περιέστησε Ῥωμαίους, ἐν οἷς ἦσαν οἱ γενναιότατοι, ξίφη κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς.
当他们聚集起来时,他命令阿尔巴人的首领以及部队长和百人队长站在讲台正下方,紧随他们之后的是排好队伍参加大会的其他阿尔巴人,在阿尔巴人之后是其余的同盟者大众;在所有人之外,他让罗马人包围在四周,其中有最勇敢的人,在斗篷下藏着宝剑。
ὡς δʼ ἐν καλῷ τοὺς ἐχθροὺς ἔχειν ὑπέλαβεν ἀναστὰς ἔλεξε τοιάδε·
当他认为已经将敌人置于有利(被包围)的境地时,便站起来发表了如下讲话: