§3.25.1ταῦτα παρὰ τὰς τάξεις ἁπάσας παρεξιὼν ἔλεγε, καὶ αὐτίκα τοὺς μὲν Φιδηναίους δέος εἰσέρχεται παλινπροδοσίας ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ, ἐπεὶ οὔτε ἀντιμεταταξάμενον αὐτὸν εἶδον οὔτʼ ἐπὶ τοὺς Ῥωμαίους εὐθὺς αὐτὸν ἐλαύνοντα, ὥσπερ ὑπέσχετο αὐτοῖς, τοὺς δὲ Ῥωμαίους ἐπῆρεν εἰς εὐτολμίαν καὶ θάρσους ἐνέπλησεν ὁ λόγος·
トゥッルスは全隊列のそばを通り過ぎながらこれらのことを語った。 すると直ちに、フィデナエ人にはアルバ人に騙されたという二重の裏切りへの恐怖が忍び込んだ。 というのも、彼が陣形を対抗して組み替えるのも、また約束したようにローマ人に向かって直ちに突撃するのも見なかったからである。 一方でローマ人には、その言葉が不屈の勇気を奮い立たせ、彼らを確信で満たした。
καὶ μέγα ἐμβοήσαντες ὁρμῶσιν ἐπὶ τοὺς πολεμίους ἀθρόοι.
そして彼らは大声を上げ、一丸となって敵に襲いかかった。
τροπὴ δὲ γίνεται μετὰ τοῦτο τῶν Φιδηναίων καὶ φυγὴ §3.25.2πρὸς τὴν πόλιν ἄκοσμος.
その後、フィデナエ人の敗走が始まり、街に向かって無秩序に逃げ惑った。
ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐπιρράξας αὐτοῖς τὴν ἵππον περιφόβοις οὖσι καὶ τεταραγμένοις καὶ μέχρι τινὸς διώξας, ὡς ἔμαθεν ἐσκεδασμένους ἀπʼ ἀλλήλων καὶ οὔτε λογισμὸν ἔτι τοῦ συστῆναι ληψομένους οὔτε δύναμιν ἔχοντας, ἀφεὶς τοὺς φεύγοντας ἐπὶ τὸ συνεστηκὸς ἔτι καὶ διαμένον τῶν πολεμίων ἐχώρει μέρος.
ローマ人の王は、恐怖に陥り混乱している彼らに騎兵を突撃させ、あるところまで追跡した。 そして彼らが互いに散り散りになり、もはや再結集を企てることもできず、その力もないことを知ると、逃げる者たちをそのままにして、いまだ持ちこたえて隊列を維持している敵の部分へと進んだ。
καὶ γίνεται καλὸς μὲν καὶ ὁ τῶν πεζῶν ἀγών, ἔτι δὲ καλλίων ὁ τῶν ἱππέων.
そして歩兵の戦いも見事なものであったが、騎兵の戦いはなおいっそう見事なものであった。
§3.25.3οὐ γὰρ ἐνέκλινον οἱ τῇδε τεταγμένοι Οὐιεντανοὶ τὴν ἔφοδον ὑπὸ τῆς Ῥωμαῖκῆς ἵππου καταπλαγέντες, ἀλλʼ ἀντεῖχον ἄχρι πολλοῦ.
なぜなら、そこに配置されていたウェイイ人は、ローマの騎兵の襲撃に怯えて退くことをせず、長い間持ちこたえたからである。
ἔπειτα μαθόντες ὅτι τὸ εὐώνυμον σφῶν ἥττηται καὶ πᾶσα ἡ Φιδηναίων τε καὶ τῶν ἄλλων συμμάχων στρατιὰ φεύγει προτροπάδην, δείσαντες μὴ κυκλωθῶσιν ὑπὸ τῶν ἀναστραφέντων ἐκ τοῦ διωγμοῦ τρέπονται καὶ αὐτοὶ λύσαντες τὰς τάξεις καὶ διὰ τοῦ ποταμοῦ σώζειν ἑαυτοὺς ἐπειρῶντο.
その後、自分たちの左翼が敗北し、フィデナエ人と他のすべての同盟軍が我先にと逃げているのを知ると、追撃から戻ってきた者たちに包囲されるのを恐れ、彼ら自身も隊列を乱して敗走し、川を渡って身を守ろうと試みた。
§3.25.4ὅσοι μὲν οὖν ἐρρωμενέστατοί τε αὐτῶν ἦσαν καὶ ἥκιστα ὑπὸ τραυμάτων βαρυνόμενοι νεῖν τε οὐκ ἀδύνατοι δίχα τῶν ὅπλων τὸ ῥεῖθρον διεπεραιοῦντο, ὅσοι δὲ τούτων τινὸς ἐνέλιπον ἐν ταῖς δίναις ἀπέθνησκον·
彼らのうちで最も強健で、負傷の重荷をほとんど負っておらず、十分に泳ぐことができる者たちは、武具を捨てて流れを渡りきったが、これらの条件のいずれかを欠いていた者たちは、渦の中で命を落とした。
ὀξὺ γὰρ τοῦ Τεβέριος περὶ τὴν Φιδήνην καὶ σκολιὸν τὸ ῥεῦμα.
フィデナエ付近のティベリス川の流れは急で、うねり曲がっているからである。
§3.25.5ὁ δὲ Τύλλος μοίρᾳ τινὶ τῶν ἱππέων κελεύσας τοὺς ἐπὶ τὸν ποταμὸν ὠθουμένους κτείνειν, αὐτὸς ἐπὶ τὸ στρατόπεδον τῶν Οὐιεντανῶν τὴν ἄλλην δύναμιν ἄγων ἐξ ἐφόδου γίνεται κύριος αὐτοῦ·
一方トゥッルスは、騎兵の一部に、川へと追い詰められている者たちを殺すよう命じ、自身は残りの軍勢を率いてウェイイ人の陣営へと向かい、直ちにこれを占領した。
καὶ τὰ μὲν Ῥωμαίων πράγματα παραδόξου τυχόντα σωτηρίας ἐν τούτοις ἦν.
こうして、予期せぬ救済を得たローマ人の事態は、このような結末に至った。