Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.25.1-3.25.5

图路斯的胜利与斐德奈和维伊联军的溃败

第 196 段,共 962 段 · 希腊语

内容简介

图路斯的计谋取得成效,斐德奈人因害怕阿尔巴人的反叛而溃败,剩下的维伊人也最终战败,或溺死于底比里斯河,或失去了营地。

§3.25.1ταῦτα παρὰ τὰς τάξεις ἁπάσας παρεξιὼν ἔλεγε, καὶ αὐτίκα τοὺς μὲν Φιδηναίους δέος εἰσέρχεται παλινπροδοσίας ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ, ἐπεὶ οὔτε ἀντιμεταταξάμενον αὐτὸν εἶδον οὔτʼ ἐπὶ τοὺς Ῥωμαίους εὐθὺς αὐτὸν ἐλαύνοντα, ὥσπερ ὑπέσχετο αὐτοῖς, τοὺς δὲ Ῥωμαίους ἐπῆρεν εἰς εὐτολμίαν καὶ θάρσους ἐνέπλησεν ὁ λόγος·
图路斯在经过所有队形时说了这些话;顿时,斐德奈人心中产生了一种对“反叛中之反叛”的恐惧,认为自己被阿尔巴人施计欺骗了,因为他们既没有看到他调整阵型,也没有看到他像向他们承诺的那样立即向罗马人发起进攻。
καὶ μέγα ἐμβοήσαντες ὁρμῶσιν ἐπὶ τοὺς πολεμίους ἀθρόοι.
另一方面,他的话语激起了罗马人的不屈勇气,使他们充满了信心;他们大声呐喊,成群结队地向敌人冲去。
τροπὴ δὲ γίνεται μετὰ τοῦτο τῶν Φιδηναίων καὶ φυγὴ §3.25.2πρὸς τὴν πόλιν ἄκοσμος.
此后,斐德奈人溃败并开始逃跑,乱作一团地逃向城里。
ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐπιρράξας αὐτοῖς τὴν ἵππον περιφόβοις οὖσι καὶ τεταραγμένοις καὶ μέχρι τινὸς διώξας, ὡς ἔμαθεν ἐσκεδασμένους ἀπʼ ἀλλήλων καὶ οὔτε λογισμὸν ἔτι τοῦ συστῆναι ληψομένους οὔτε δύναμιν ἔχοντας, ἀφεὶς τοὺς φεύγοντας ἐπὶ τὸ συνεστηκὸς ἔτι καὶ διαμένον τῶν πολεμίων ἐχώρει μέρος.
罗马人的国王向这些惊恐万分且混乱不堪的敌军发起骑兵冲锋,并追击了一段距离;当他发现他们已经四散,既无法重新集结,也没有力量这样做时,便放弃了对逃兵的追击,转身向仍然坚守阵地、保持完整的敌人主力走去。
καὶ γίνεται καλὸς μὲν καὶ ὁ τῶν πεζῶν ἀγών, ἔτι δὲ καλλίων ὁ τῶν ἱππέων.
此时,步兵的战斗非常精彩,而骑兵的战斗则更加精彩。
§3.25.3οὐ γὰρ ἐνέκλινον οἱ τῇδε τεταγμένοι Οὐιεντανοὶ τὴν ἔφοδον ὑπὸ τῆς Ῥωμαῖκῆς ἵππου καταπλαγέντες, ἀλλʼ ἀντεῖχον ἄχρι πολλοῦ.
因为部署在此处的维伊人并没有因罗马骑兵的冲击而胆怯退缩,而是坚持了很久。
ἔπειτα μαθόντες ὅτι τὸ εὐώνυμον σφῶν ἥττηται καὶ πᾶσα ἡ Φιδηναίων τε καὶ τῶν ἄλλων συμμάχων στρατιὰ φεύγει προτροπάδην, δείσαντες μὴ κυκλωθῶσιν ὑπὸ τῶν ἀναστραφέντων ἐκ τοῦ διωγμοῦ τρέπονται καὶ αὐτοὶ λύσαντες τὰς τάξεις καὶ διὰ τοῦ ποταμοῦ σώζειν ἑαυτοὺς ἐπειρῶντο.
后来,当他们得知自己的左翼已被击败,斐德奈人以及其他所有盟友的军队都在狼狈逃窜时,唯恐被追击归来的罗马军包围,他们也开始溃退,打乱了队形,企图渡河逃生。
§3.25.4ὅσοι μὲν οὖν ἐρρωμενέστατοί τε αὐτῶν ἦσαν καὶ ἥκιστα ὑπὸ τραυμάτων βαρυνόμενοι νεῖν τε οὐκ ἀδύνατοι δίχα τῶν ὅπλων τὸ ῥεῖθρον διεπεραιοῦντο, ὅσοι δὲ τούτων τινὸς ἐνέλιπον ἐν ταῖς δίναις ἀπέθνησκον·
他们之中凡是身体最强壮、受创最轻且能游水的人,都丢弃了武器游过了河水;而凡是在这些条件中有所欠欠的人,则在漩涡中丧命。
ὀξὺ γὰρ τοῦ Τεβέριος περὶ τὴν Φιδήνην καὶ σκολιὸν τὸ ῥεῦμα.
因为底比里斯河在斐德奈附近的水流湍急且曲折。
§3.25.5ὁ δὲ Τύλλος μοίρᾳ τινὶ τῶν ἱππέων κελεύσας τοὺς ἐπὶ τὸν ποταμὸν ὠθουμένους κτείνειν, αὐτὸς ἐπὶ τὸ στρατόπεδον τῶν Οὐιεντανῶν τὴν ἄλλην δύναμιν ἄγων ἐξ ἐφόδου γίνεται κύριος αὐτοῦ·
至于图路斯,他命令一小队骑兵去斩杀那些被驱逐到河里的人,自己则率领其余的主力部队直奔维伊人的营地,并一举夺取了营地。
καὶ τὰ μὲν Ῥωμαίων πράγματα παραδόξου τυχόντα σωτηρίας ἐν τούτοις ἦν.
至此,罗马人的局势获得了意料之外的解救,处于这样的状态中。

词汇与语法注释

  1. 3.25.1παλινπροδοσίας — 此词意为“反叛中之反叛”或“双重背叛”。它指的是斐德奈人的怀疑与恐惧,即阿尔巴人虽口头承诺背叛罗马,实际上却与罗马合谋来陷害他们。
  2. 3.25.1ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ — 这是一个由 ὡς 加上完成时被动分词构成的、表示主观原因的句式。它描述了作为宾格对象的斐德奈人(τοὺς μὲν Φιδηναίους)而非主句主语的主观判断(“认为自己被阿尔巴人施计欺骗了”)。
  3. 3.25.1ἀντιμεταταξάμενον αὐτὸν εἶδον — 这是用作感官动词 εἶδον 补足语的分词用法。宾格代词 αὐτόν(指梅提乌斯)是分词的逻辑主语,意为“看到他调整阵型”。随后的分词 ἐλαύνοντα 同样是依赖于 εἶδον 的补足分词。
  4. 3.25.2ὡς ἔμαθεν ἐσκεδασμένους — 这是由连接词 ὡς(意为“当……时,得知……”)引导的从句。表示知觉的动词 ἔμαθεν 接宾格分词作为补足语。在此,三个宾格分词 ἐσκεδασμένους(四散)、ληψομένους(打算图谋)和 ἔχοντας(拥有力量)并列,表示图路斯察觉到了这些事实。
  5. 3.25.4ὅσοι δὲ τούτων τινὸς ἐνέλιπον — 这是由关系代词 ὅσοι 引导的条件性从句。短语 τούτων τινός 是部分属格,指代前句中提到的三个条件(身体强壮、未受重伤、会游泳)之中的任何一个,意为“凡是在这些条件中有所欠缺的(人)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.25.1-3.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.25.1-3.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。