Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.23.8-3.23.15

メッティウスによるアルバ軍校への離反計画の開示

193 / 962 箇所 · ギリシア語

要旨

メッティウス・フフェティウスはアルバ人の将校たちに対し、自らのローマへの反逆の企てが双方の利となる道であることを説き、戦闘中に高地へ退却してローマ人を不意打ちするという具体的な作戦計画を明かす。

§3.23.8εἰς γὰρ τοῦτον ὑπελάμβανον αὐτοὺς καθισταμένους συμμάχων δεήσεσθαι καὶ πρώτων γε ἡμῶν.
というのも、私は彼らがこの戦争に至れば、同盟者を必要とし、とりわけ私たちを真っ先に必要とすることになるだろうと考えたからだ。
τὸ δὴ μετὰ τοῦτο οὐ πολλῆς ὑπελάμβανον ὑμῖν διδαχῆς δεήσειν, ὅτι κάλλιόν τε καὶ δικαιότερον περὶ τῆς ἡμῶν αὐτῶν ἐλευθερίας μᾶλλον ἢ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ποιήσασθαι τὸν ἀγῶνα.
そしてこれに続くことについては、あなた方に多くの説明を要しないと考えた。 すなわち、ローマの覇権のためよりも、むしろ私たち自身の自由のために戦いを行うことの方が、より美しく、より正しいということである。
§3.23.9ταῦτα διανοηθεὶς ὑπενόμενσα Ῥωμαίοις πόλεμον ἐκ τῶν ὑπηκόων Οὐιεντανοὺς καὶ Φιδηναίους πείσας ἐπὶ τὰ ὅπλα χωρεῖν, ὡς συλληψόμενος αὐτοῖς τοῦ πολέμου.
このように考えて、私は彼らの被支配民の中からウェイイ人とフィデナエ人を説得して武器を取らせ、自分が戦争において彼らを助けるつもりであることを示し、ローマ人に対して密かに戦争を画策したのである。
καὶ μέχρι τούτου λέληθα Ῥωμαίους ταῦτα πράττων καὶ ταμιευόμενος ἐμαυτῷ τὸν τῆς ἐπιθέσεως καιρόν·
そして、これを行うこと、また自分自身のために攻撃の機会をうかがっていることを、私はこれまでローマ人に気付かれずに進めてきた。
ἐν ᾧ σκέψασθε ὅσα ὠφεληθησόμεθα.
そこで、私たちがどれほどの利益を得ることになるか、考えてみてほしい。
§3.23.10πρῶτον μὲν οὐκ ἐν φανερῷ βουλεύσαντες ἀπόστασιν, ἐν ᾧ κίνδυνος ἦν καθʼ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι, οὐδετέρου τῶν χαλεπῶν τούτων πειραθέντες τὸ ἐξ ἀμφοτέρων χρήσιμον ἕξομεν.
まず第一に、公然と離反を決意したのではないので、――公然と計画した場合には、一方は、準備なしに急がされ、自らの軍勢だけを頼りにして、すべてをかけた賽を投げる危険、他方は、準備をし支援を募っている間に、すでに準備の整っている者たちによって先手を打たれるという、二つの危険のいずれかが存在したのであるが――これら二つの困難な状況のいずれも経験することなく、私たちは双方からの利を得ることになる。
ἔπειτα πολλὴν καὶ δυσπολέμητον οὖσαν τὴν τῶν ἀντιπάλων ἰσχὺν καὶ τύχην οὐκ ἐκ τοῦ βιαίου τρόπου πειρασόμεθα καθαιρεῖν, ἀλλʼ οἷς ἁλίσκεται πάντα τὰ ὑπέραυχα καὶ μὴ ῥᾴδια τῷ βιαίῳ καθαιρεθῆναι, δόλῳ καὶ ἀπάτῃ, οὔτε πρῶτοι ἄρξαντες αὐτῶν οὔτε μόνοι.
次に、強大で戦うのが困難である敵の力と幸運を、力ずくの方法で打ち倒そうと試みるのではなく、あまりに傲慢で力ずくでは容易に倒されないすべてのものが陥る手段、すなわち計略と欺瞞によって倒そうとするのであり、しかも私たちが最初にそれを始めるのでも、私たちだけで行うのでもない。
§3.23.11πρὸς δὲ τούτοις οὐκ ἀξιομάχῳ οὔσῃ τῇ οἰκείᾳ δυνάμει πρὸς ἅπασαν τὴν Ῥωμαίων τε καὶ τῶν συμμάχων ἰσχὺν ἀντιταχθῆναι Φιδηναίων τε καὶ Οὐιεντανῶν τοσαύτην οὖσαν ὅσην ὁρᾶτε προσειλήφαμέν τε, καὶ ὡς ἂν μάλιστα θάρσος τινὶ συμμαχίας βεβαίου τὸ ἐπικουρικὸν παράσχοι προσγενόμενον οὕτω παρεσκεύασταί μοι.
これらに加えて、私たち自身の軍勢がローマ人とその同盟者全体の力に対抗するのに十分ではないのに対し、私たちは、あなた方が見ている通りの規模であるフィデナエ人とウェイイ人の力を味方に引き入れ、そして、確固たる同盟による援助が加わることで人が最も勇気を得られるような形で、私は準備を整えたのである。
§3.23.12οὐ γὰρ ἐν τῇ ἡμετέρᾳ γῇ Φιδηναῖοι τὸν ἀγῶνα ἀράμενοι, τῆς δὲ αὑτῶν προκινδυνεύοντες ἐν τῷ αὐτῷ καὶ τὴν ἡμετέραν φυλάξουσιν.
なぜなら、フィデナエ人は私たちの土地で戦いを引き受けるのではなく、自らの土地のために先陣を切って危険に身をさらすことで、同時に私たちの土地をも守ることになるからである。
ὃ δὲ πάντων μέν ἐστιν ἥδιστον ἀνθρώποις, σπανίως δέ τισιν ἐκ τοῦ παρελθόντος αἰῶνος ἐξεγένετο, καὶ τοῦθʼ ἡμῖν ὑπάρξει·
そして、人間にとってすべてのことの中で最も喜ばしく、過去の時代において稀にしか人々に生じなかったことが、私たちにもたらされるだろう。
εὖ πάσχοντες ὑπὸ τῶν συμμάχων εὖ δρᾶν ἐκείνους αὐτοὶ δόξομεν.
すなわち、同盟者から恩恵を受けながらも、自分たちこそが彼らに恩恵を施しているように見えることである。
§3.23.13καὶ ἐὰν ἡμῖν κατὰ νοῦν χωρήσῃ τὸ ἔργον, ὥσπερ τὸ εἰκὸς ἔχει, Φιδηναῖοί τε καὶ Οὐιεντανοὶ βαρείας ἀπαλλάξαντες ἡμᾶς ὑποταγῆς ὡς ὑφʼ ἡμῶν τοῦτο πεπονθότες αὐτοὶ χάριν ἡμῖν εἴσονται.
そして、もしこの企てが私たちの望み通りに進むなら、それは十分にあり得ることだが、フィデナエ人とウェイイ人は私たちを重い服従から解放したにもかかわらず、自分たちこそが私たちによってそれを与えられたのだと考えて、私たちに感謝することになるだろう。
ταῦτα μέν ἐστιν ἃ διὰ πολλῆς φροντίδος παρασκευασθέντα ἱκανὰ εἶναι δοκεῖ μοι θάρσος τε καὶ προθυμίαν τῆς ἀποστάσεως ὑμῖν παρασχεῖν.
これらこそ、多大なる配慮によって準備され、あなた方に離反への勇気と熱意を与えるのに十分であると、私に思われる事柄である。
§3.23.14ὃν δὲ τρόπον ἐπιχειρεῖν τῷ ἔργῳ βεβούλευμαι, τοῦτʼ ἀκούσατέ μου·
では、私がこの企てにどのように着手しようと計画しているか、私の言うことを聞きなさい。
τάξιν μὲν ἀποδέδωκέ μοι Τύλλος τὴν ὑπὸ τῷ ὄρει καὶ κελεύει με θατέρου τῶν κεράτων ἄρχειν, ὅταν δὲ μέλλωμεν ὁμόσε τοῖς πολεμίοις χωρεῖν, ἄρξω μὲν ἐγὼ λύσας τὴν τάξιν ἐπὶ τὸ ὄρος ἄγειν, ἀκολουθήσετε δέ μοι ὑμεῖς συντεταγμένους ἄγοντες τοὺς λόχους.
トゥッルスは私に、山の下の隊形を割り当て、二つの翼軍のうちの一方を指揮するように命じている。 そして私たちが敵と白兵戦に入ろうとするとき、私がまず陣形を解いて山へと率い始め、あなた方は中隊を整列させたまま率いて私に続くのだ。
ἁψάμενος δὲ τῶν ἄκρων καὶ ἐν τῷ ἀσφαλεῖ γενόμενος τίνα χρήσομαι τρόπον τοῖς μετὰ ταῦτα πράγμασιν ἀκούσατέ μου·
山頂に達して安全な場所に身を置いた後、私がその後の事態にどのように対処するつもりか、聞きなさい。
§3.23.15ἐὰν μὲν ὁρῶ κατὰ γνώμην ἃ διαλογίζομαι χωροῦντά μοι καὶ θρασεῖς μὲν γεγονότας τοὺς πολεμίους, ὡς ἡμῶν αὐτοῖς συλλαμβανόντων, ταπεινοὺς δὲ καὶ περιφόβους Ῥωμαίους, ὡς προδεδομένους ὑφʼ ἡμῶν, φυγῆς τε μᾶλλον ἢ ἀλκῆς προνοουμένους, ὅπερ εἰκός, ἐπιθήσομαι αὐτοῖς καὶ μεστὸν ποιήσω νεκρῶν τὸ πεδίον ἐξ ὑπερδεξίου τε κατιὼν ἐπὶ τὸ πρανὲς θαρρούσῃ τε καὶ συντεταγμένῃ δυνάμει πρὸς ἐπτοημένους ἀνθρώπους προσφερόμενος καὶ σποράδας.
もし、私が思い描いていることが望み通りに進み、敵は私たちが彼らを助けていると思って大胆になり、他方ローマ人は私たちに裏切られたと思って意気消沈し恐怖にかられ、当然予想されるように、抵抗よりも退却を考えているのを見るならば、私は彼らを攻撃し、高所から坂を下り、恐れおののき散り散りになった者たちに対して、確信に満ちて整列した軍勢で襲いかかることによって、平原を死体で満たすつもりである。

語釈・文法注

  1. §3.23.10ἐν ᾧ κίνδυνος ἦν καθʼ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι — ἐν ᾧ(ここでは「(公然と計画した)場合には」を指す)の後に、ἤ ... ἤ ... による2つの対比的な危険が示されている。前半は ἀπαρασκεύους ἐπειχθέντας(対格分詞、主語の想定)および πιστεύσαντας が ἀναρρῖψαι(不定詞)に係る。後半は παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας が受動不定詞 προκαταληφθῆναι に係る。長大な入れ子構造であり、文脈上、公然の離反が孕む二重のジレンマを整理して理解する必要がある。
  2. §3.23.11ὡς ἂν μάλιστα θάρσος τινὶ συμμαχίας βεβαίου τὸ ἐπικουρικὸν παράσχοι — ὡς ἄν +希求法(παράσχοι)の構文で、「~が最も勇気を与えるように」という目的・様態のニュアンスを含む。τὸ ἐπικουρικὸν が主語であり、προσγενόμενον(加わることで、付加されたときに)という分詞を伴っている。
  3. §3.23.12εὖ πάσχοντες ὑπὸ τῶν συμμάχων εὖ δρᾶν ἐκείνους αὐτοὶ δόξομεν — δόξομεν(私たちは~に見えるだろう)が主動詞。εὖ πάσχοντες(恩恵を受けながら)は主語に対する一致分詞、εὖ δρᾶν は不定詞で「恩恵を施している」の意。ἐκείνους は εὖ δρᾶν の目的語(同盟者たちを)。自分たちが恩恵を受けているにもかかわらず、相手に恩恵を施しているように見なされるという逆説的な構文。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.23.8-3.23.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.23.8-3.23.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。