Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.23.8-3.23.15

麦提乌斯向阿尔巴军官透露背叛计划

第 193 段,共 962 段 · 希腊语

内容简介

麦提乌斯·富菲提乌斯向阿尔巴军官们解释了他反抗罗马的计划是通往自由的最安全途径,并透露了他具体的作战计划,即在战斗中退往高地以出其不意地袭击罗马人。

§3.23.8εἰς γὰρ τοῦτον ὑπελάμβανον αὐτοὺς καθισταμένους συμμάχων δεήσεσθαι καὶ πρώτων γε ἡμῶν.
因为我估计,一旦他们陷入这种境地,就会需要盟友,而我们正是首要人选。
τὸ δὴ μετὰ τοῦτο οὐ πολλῆς ὑπελάμβανον ὑμῖν διδαχῆς δεήσειν, ὅτι κάλλιόν τε καὶ δικαιότερον περὶ τῆς ἡμῶν αὐτῶν ἐλευθερίας μᾶλλον ἢ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ποιήσασθαι τὸν ἀγῶνα.
在此之后的事,我认为不需向你们多做解释,因为比起为了罗马人的霸权,为了我们自身的自由而战,显然更为光荣也更为正义。
§3.23.9ταῦτα διανοηθεὶς ὑπενόμενσα Ῥωμαίοις πόλεμον ἐκ τῶν ὑπηκόων Οὐιεντανοὺς καὶ Φιδηναίους πείσας ἐπὶ τὰ ὅπλα χωρεῖν, ὡς συλληψόμενος αὐτοῖς τοῦ πολέμου.
考虑到这些,我通过说服他们的臣民维伊人和斐德奈人拿起武器,声称自己将在战争中协助他们,从而暗中策划了针对罗马人的战争。
καὶ μέχρι τούτου λέληθα Ῥωμαίους ταῦτα πράττων καὶ ταμιευόμενος ἐμαυτῷ τὸν τῆς ἐπιθέσεως καιρόν·
直到现在,我做这些事以及为自己保留袭击的时机,都没有被罗马人发觉。
ἐν ᾧ σκέψασθε ὅσα ὠφεληθησόμεθα.
现在,请看我们会从中获得多么巨大的利益。
§3.23.10πρῶτον μὲν οὐκ ἐν φανερῷ βουλεύσαντες ἀπόστασιν, ἐν ᾧ κίνδυνος ἦν καθʼ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι, οὐδετέρου τῶν χαλεπῶν τούτων πειραθέντες τὸ ἐξ ἀμφοτέρων χρήσιμον ἕξομεν.
首先,我们并不是公然策划反叛——在那种情况下,双方都存在危险:要么在毫无准备的情况下仓促行动,仅凭自身的兵力就孤注一掷地投下决定一切的骰子;要么在进行准备、募集援助的过程中,被那些已经做好准备的人抢占先机——我们却不用经历这两者中的任何一种困难,反而能同时获得这两方面的好处。
ἔπειτα πολλὴν καὶ δυσπολέμητον οὖσαν τὴν τῶν ἀντιπάλων ἰσχὺν καὶ τύχην οὐκ ἐκ τοῦ βιαίου τρόπου πειρασόμεθα καθαιρεῖν, ἀλλʼ οἷς ἁλίσκεται πάντα τὰ ὑπέραυχα καὶ μὴ ῥᾴδια τῷ βιαίῳ καθαιρεθῆναι, δόλῳ καὶ ἀπάτῃ, οὔτε πρῶτοι ἄρξαντες αὐτῶν οὔτε μόνοι.
其次,对于对手那强大且难以战胜的力量和运势,我们不试图通过强力手段来摧毁,而是要通过那些能俘获一切过度傲慢、且不易用武力摧毁之物的手段——即通过计谋和欺骗,而且我们既不是最先动手的人,也不是孤军奋战。
§3.23.11πρὸς δὲ τούτοις οὐκ ἀξιομάχῳ οὔσῃ τῇ οἰκείᾳ δυνάμει πρὸς ἅπασαν τὴν Ῥωμαίων τε καὶ τῶν συμμάχων ἰσχὺν ἀντιταχθῆναι Φιδηναίων τε καὶ Οὐιεντανῶν τοσαύτην οὖσαν ὅσην ὁρᾶτε προσειλήφαμέν τε, καὶ ὡς ἂν μάλιστα θάρσος τινὶ συμμαχίας βεβαίου τὸ ἐπικουρικὸν παράσχοι προσγενόμενον οὕτω παρεσκεύασταί μοι.
此外,既然我们自身的兵力不足以同罗马人及其盟友的全部力量相抗衡,我们已经争取到了斐德奈人和维伊人的力量(如你们所见,这力量如此庞大),并且我已经做好了安排,使得这支辅助力量在加入时,能够为人提供最稳固同盟的极大信心。
§3.23.12οὐ γὰρ ἐν τῇ ἡμετέρᾳ γῇ Φιδηναῖοι τὸν ἀγῶνα ἀράμενοι, τῆς δὲ αὑτῶν προκινδυνεύοντες ἐν τῷ αὐτῷ καὶ τὴν ἡμετέραν φυλάξουσιν.
因为斐德奈人并非在我们的土地上承担战斗,而是为了他们自己的土地冲锋陷阵,同时也保护了我们的土地。
ὃ δὲ πάντων μέν ἐστιν ἥδιστον ἀνθρώποις, σπανίως δέ τισιν ἐκ τοῦ παρελθόντος αἰῶνος ἐξεγένετο, καὶ τοῦθʼ ἡμῖν ὑπάρξει· εὖ πάσχοντες ὑπὸ τῶν συμμάχων εὖ δρᾶν ἐκείνους αὐτοὶ δόξομεν.
而对人类来说最令人高兴、且在过去世代中极少有人能获得的事,也将属于我们:即在接受盟友恩惠的同时,我们自己却显得是在对他们施以恩惠。
§3.23.13καὶ ἐὰν ἡμῖν κατὰ νοῦν χωρήσῃ τὸ ἔργον, ὥσπερ τὸ εἰκὸς ἔχει, Φιδηναῖοί τε καὶ Οὐιεντανοὶ βαρείας ἀπαλλάξαντες ἡμᾶς ὑποταγῆς ὡς ὑφʼ ἡμῶν τοῦτο πεπονθότες αὐτοὶ χάριν ἡμῖν εἴσονται.
而且,如果事情如我们所愿地发展(这完全是合乎情理的),斐德奈人和维伊人在将我们从沉重的奴役中解救出来的同时,他们自己反倒会感激我们,仿佛是他们从我们这里得到了这一恩惠。
ταῦτα μέν ἐστιν ἃ διὰ πολλῆς φροντίδος παρασκευασθέντα ἱκανὰ εἶναι δοκεῖ μοι θάρσος τε καὶ προθυμίαν τῆς ἀποστάσεως ὑμῖν παρασχεῖν.
这些就是通过多方思虑准备就绪、在我看来足以给你们带来反叛的勇气和热忱的事项。
§3.23.14ὃν δὲ τρόπον ἐπιχειρεῖν τῷ ἔργῳ βεβούλευμαι, τοῦτʼ ἀκούσατέ μου· τάξιν μὲν ἀποδέδωκέ μοι Τύλλος τὴν ὑπὸ τῷ ὄρει καὶ κελεύει με θατέρου τῶν κεράτων ἄρχειν, ὅταν δὲ μέλλωμεν ὁμόσε τοῖς πολεμίοις χωρεῖν, ἄρξω μὲν ἐγὼ λύσας τὴν τάξιν ἐπὶ τὸ ὄρος ἄγειν, ἀκολουθήσετε δέ μοι ὑμεῖς συντεταγμένους ἄγοντες τοὺς λόχους.
至于我计划以何种方式着手此项行动,请听我说:图路斯确实分配给我山下的位置,并命令我指挥两翼之中的一翼;而当我们准备与敌人交锋时,我将首先散开阵形,率军向山上进发,而你们则要带领整齐的中队跟随我。
ἁψάμενος δὲ τῶν ἄκρων καὶ ἐν τῷ ἀσφαλεῖ γενόμενος τίνα χρήσομαι τρόπον τοῖς μετὰ ταῦτα πράγμασιν ἀκούσατέ μου· §3.23.15ἐὰν μὲν ὁρῶ κατὰ γνώμην ἃ διαλογίζομαι χωροῦντά μοι καὶ θρασεῖς μὲν γεγονότας τοὺς πολεμίους, ὡς ἡμῶν αὐτοῖς συλλαμβανόντων, ταπεινοὺς δὲ καὶ περιφόβους Ῥωμαίους, ὡς προδεδομένους ὑφʼ ἡμῶν, φυγῆς τε μᾶλλον ἢ ἀλκῆς προνοουμένους, ὅπερ εἰκός, ἐπιθήσομαι αὐτοῖς καὶ μεστὸν ποιήσω νεκρῶν τὸ πεδίον ἐξ ὑπερδεξίου τε κατιὼν ἐπὶ τὸ πρανὲς θαρρούσῃ τε καὶ συντεταγμένῃ δυνάμει πρὸς ἐπτοημένους ἀνθρώπους προσφερόμενος καὶ σποράδας.
等到了山顶并处于安全地带后,请听我说明我将如何应对接下来的局势:如果我看到我所谋划的事情正按心意发展:敌军因以为我们是在协助他们而变得大胆,而罗马人则因以为被我们背叛而沮丧恐惧,且正如所料,他们只顾逃跑而非抵抗;我将向他们发动进攻,从高处冲向斜坡,以充满信心且整齐的兵力,扑向那些惊慌失措、四处散落的人,从而让平原上堆满尸体。

词汇与语法注释

  1. §3.23.10ἐν ᾧ κίνδυνος ἦν καθʼ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι — 在 ἐν ᾧ(指代“在这种情况下”)之后,通过 ἤ ... ἤ ... 展示了两个对比鲜明的危险。前半部分中,宾格分词 ἀπαρασκεύους ἐπειχθέντας 和 πιστεύσαντας 修饰动词不定式 ἀναρρῖψαι 的隐含主语。后半部分中,宾格分词 παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας 则修饰被动不定式 προκαταληφθῆναι 的主语。这是一个长句嵌套结构,阐明了公开反叛的双重困境。
  2. §3.23.11ὡς ἂν μάλιστα θάρσος τινὶ συμμαχίας βεβαίου τὸ ἐπικουρικὸν παράσχοι — 这里使用了 ὡς ἄν 搭配希求语气(παράσχοι)的句式,表示“最能赋予……勇气”的目的或方式。τὸ ἐπικουρικὸν 是主语,并带有条件/时间分词 προσγενόμενον(当加入时/通过加入)。
  3. §3.23.12εὖ πάσχοντες ὑπὸ τῶν συμμάχων εὖ δρᾶν ἐκείνους αὐτοὶ δόξομεν — 主动词是 δόξομεν(我们将显得)。εὖ πάσχοντες(接受恩惠)是与主语一致的分词,而 εὖ δρᾶν 是不定式(施予恩惠)。ἐκείνους 是 εὖ δρᾶν 的宾语(指盟友)。这是一个悖论式的结构:虽然自己是在接受恩惠,却显得是在向对方施恩。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.23.8-3.23.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.23.8-3.23.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。