Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.23.1-3.23.7

フィデナエ遠征とメッティウスの裏切り工作

192 / 962 箇所 · ギリシア語

要旨

ローマ王トゥッルスがフィデナエへの遠征を決定し、アルバのメッティウス・フフェティウスは表向きはローマを強力に支援する一方で、裏では反乱を企て、アルバの将校たちにその本心を明かす。

§3.23.1ὁ δὲ Ῥωμαίων βασιλεὺς ἐνιαύσιον διαλιπὼν χρόνον, ἐν ᾧ πάντα τὰ πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευάσατο, στρατὸν ἐξάγειν ἐπὶ τὴν Φιδηναίων πόλιν ἔγνω προφάσεις τοῦ πολέμου ποιησάμενος, ὅτι κληθέντες εἰς ἀπολογίαν περὶ τῆς ἐπιβουλῆς, ἣν συνεστήσαντο κατὰ Ῥωμαίων τε καὶ Ἀλβανῶν, οὐχ ὑπήκουσαν, ἀλλʼ εὐθὺς ἀναλαβόντες τὰ ὅπλα καὶ τὰς πύλας κλείσαντες Οὐιεντανῶν τε συμμαχίαν ἐπαγόμενοι ἐκ τοῦ φανεροῦ ἀφειστήκεσαν καὶ τοῖς παραγενομένοις ἐκ Ῥώμης πρεσβευταῖς πυνθανομένοις τὴν αἰτίαν τῆς ἀποστάσεως ἀπεκρίναντο μηδὲν αὐτοῖς ἔτι πρᾶγμα πρὸς τὴν Ῥωμαίων πόλιν εἶναι κοινόν, ἐξ οὗ Ῥωμύλος ὁ βασιλεὺς αὐτῶν ἐτελεύτησε,
ローマの王は1年の期間をあけ、その間に戦争に必要なすべてのものを準備した上で、フィデナエの街に対して軍を進めることを決意した。 彼が戦争の口実としたのは、フィデナエ人がローマ人とアルバ人に対して企てた陰謀について弁明するために召喚されたにもかかわらず、従わなかったこと、それどころか、すぐに武器を取り、門を閉ざし、ウェイイ人との同盟を引き込んで公然と反乱を起こしたこと、そして、離反の理由を尋ねるためにローマからやって来た使節たちに対し、彼らの王ロムルスが亡くなって以来、自分たちとローマの街との間にはもはやいかなる共通の事柄も存在しないと答えたことであった。
§3.23.2πρὸς ὃν ἐποιήσαντο τὰ περὶ τῆς φιλίας ὅρκια.
彼らはロムルスと友好の誓いを立てたのである。
ταύτας δὴ τὰς προφάσεις λαβὼν τήν τε οἰκείαν καθώπλιζε δύναμιν καὶ τὰς παρὰ τῶν συμμάχων μετεπέμπετο.
これらの口実を得て、王は自身の軍勢を武装させ、同盟国からの援軍を招集した。
πλεῖστον δὲ καὶ κράτιστον ἐπικουρικὸν ἐκ τῆς Ἀλβανῶν πόλεως Μέττιος Φουφέττιος ἧκεν ἄγων ὅπλοις κεκοσμημένον ἐκπρεπέσιν, ὥστε πάσας ὑπερβαλέσθαι τὰς συμμαχικὰς δυνάμεις.
アルバの街からは、メッティウス・フフェティウスが、際立って見事な武具で装われた最も多く最も強力な援軍を率いてやって来たため、他のすべての同盟軍を凌駕するほどであった。
§3.23.3ὁ μὲν οὖν Τύλλος ὡς ἐκ προθυμίας τε καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κοινωνεῖν ἐγνωκότα τοῦ πολέμου τὸν Μέττιον ἐπῄνει καὶ πάντων ἐποιεῖτο τῶν βουλευμάτων συνίστορα·
そこでトゥッルスは、メッティウスが熱意から、そして最善の意図から戦争に参加することを決意したのだと考え、彼を称賛し、すべての計画を共有した。
ὁ δὲ ἀνὴρ οὗτος ἐν αἰτίαις παρὰ τοῖς πολίταις ὑπάρχων ὡς κακῶς ἐστρατηγηκὼς τὸν πόλεμον, καὶ δὴ καὶ εἰς προδοσίαν διαβαλλόμενος, ἐπειδὴ τρίτον ἔτος ἐπὶ τῆς αὐτοκράτορος ἀρχῆς διέμενε Τύλλου κελεύσαντος, οὐκ ἀξιῶν τε ἀρχὴν ἔχειν ἑτέρας ἀρχῆς ὑπήκοον οὐδὲ ὑποτάττεσθαι μᾶλλον ἢ οὐκ αὐτὸς ἡγεῖσθαι πρᾶγμά τι ἐπεβούλευσεν ἀνόσιον.
しかし、この男は、戦争を拙劣に指揮したとして市民の間で非難を浴びており、さらには裏切りの疑いさえかけられていたため、トゥッルスの命令によって総督の地位に留まって3年目となっていたが、別の権力に従属する権力を持つことや、自らが指導するのではなく従属させられることを良しとせず、不敬な企てに及んだ。
§3.23.4διαπρεσβευσάμενος γὰρ κρύφα πρὸς τοὺς Ῥωμαίων πολεμίους ἐνδοιαστῶς ἔτι πρὸς τὴν ἀπόστασιν ἔχοντας ἐπῆρεν αὐτοὺς μὴ κατοκνεῖν, ὡς αὐτὸς συνεπιθησόμενος Ῥωμαίοις ἐν τῷ ἀγῶνι, καὶ ταῦτα πράττων τε καὶ διανοούμενος ἅπαντας ἐλάνθανε.
なぜなら、彼はローマの敵に密使を送り、まだ離反を躊躇していた彼らを、戦闘において自分がローマ人を共同で攻撃するつもりであるとして、躊躇うなと鼓舞したからである。 そして、このようなことを行い、また考えていることを、誰にも知られずに進めていた。
Τύλλος δʼ ἐπειδὴ παρεσκευάσατο τήν τʼ οἰκείαν καὶ τὴν συμμαχικὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους καὶ διαβὰς τὸν Ἀνίητα ποταμὸν οὐ μακρὰν τῆς
一方トゥッルスは、自身の軍勢と同盟軍の双方を準備すると、敵に向かって軍を進め、アニオ川を渡って、フィデナエから遠くない場所に陣を敷いた。
§3.23.5Φιδήνης κατεστρατοπέδευσεν. εὑρὼν δὲ πρὸ τῆς πόλεως στρατιὰν ἐκτεταγμένην πολλὴν αὐτῶν τε Φιδηναίων καὶ τῶν συμμαχούντων αὐτοῖς ἐκείνην μὲν τὴν ἡμέραν ἡσυχίαν ἔσχε, τῇ δʼ ἑξῆς Φουφέττιόν τε μεταπεμψάμενος τὸν Ἀλβανὸν καὶ τῶν ἄλλων φίλων τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετʼ ἐκείνων τίνα χρηστέον εἴη τῷ πολέμῳ τρόπον, καὶ ἐπειδὴ πᾶσιν ἔδοξε μάχην τίθεσθαι διαταχέων καὶ μὴ τρίβειν τὸν χρόνον, χώραν καὶ τάξιν, ἣν ἕκαστος ἔμελλεν ἕξειν, προειπὼν ἡμέραν τε ὁρίσας τῆς μάχης τὴν κατόπιν διέλυσε τὸν σύλλογον.
そして街の前に、フィデナエ人自身と同盟軍からなる大軍が整列しているのを見て、その日は静観した。 翌日、アルバ人のフフェティウスと、その他の最も親しい友人たちを呼び寄せ、彼らとともに、どのように戦争を進めるべきかを検討した。 そして、速やかに戦いを行い、時間を引き延ばさないことで全員の意見が一致すると、各自が占めるべき位置と編成をあらかじめ告げ、戦闘の日をその翌日に指定した上で、会議を解散した。
§3.23.6ὁ δὲ Ἀλβανὸς Φουφέττιος ʽἦν γὰρ δὴ ἔτι ἄδηλος καὶ τῶν ἑαυτοῦ φίλων πολλοῖς προδοσίαν μηχανώμενοσʼ συγκαλέσας τοὺς ἐπιφανεστάτους Ἀλβανῶν λοχαγοὺς καὶ ταξιάρχους λέγει πρὸς αὐτοὺς τοιάδε·
一方、アルバ人のフフェティウスは(裏切りを企てていることを、自らの友人の多くに対してもまだ隠していたが)、アルバ人の最も著名な千人隊長や百人隊長たちを召集し、彼らに次のように語った。
ἄνδρες ταξίαρχοι καὶ λοχαγοί, πράγματα μέλλω ἐς ὑμᾶς μεγάλα καὶ ἀπροσδόκητα ἐκφέρειν, ἃ τέως ἔκρυπτον, ἱκετεύω δὲ ὑμᾶς ἀπόρρητα ποιήσασθαι, εἰ μή με διεργάσεσθε, καὶ ἐὰν δόξῃ συνοίσειν ἐπιτελῆ γενόμενα συλλαβέσθαι μοι αὐτῶν.
「千人隊長、百人隊長の諸君、私はこれまで隠してきた重大で予想外の事柄を君たちに明かそうとしている。 もし私を破滅させたくないのなら、これを秘密にしておくよう懇願する。 そして、それが実行されて有益であると思われるならば、その実現に協力してほしい。
πολλὰ μὲν οὖν λέγειν ὁ καιρὰς οὐκ ἐπιτρέπει βραχὺς ὤν, αὐτὰ δὲ τὰ ἀναγκαιότατα ἐρῶ.
時間が限られているため多くを語ることは許されないが、最も必要なことだけを語ろう。
§3.23.7ἐγὼ πάντα τὸν μεταξὺ χρόνον ἐξ οὗ Ῥωμαίοις ὑπετάχθημεν ἕως τῆς2δε τῆς ἡμέρας αἰσχύνης μεστὸν καὶ ὀδύνης ἔχων τὸν βίον διατετέλεκα καίτοι τιμηθείς γε ὑπὸ τοῦ βασιλέως αὐτῶν τῇ αὐτοκράτορι ἀρχῇ, ἣν τρίτον ἔτος ἤδη τοῦτο ἔχω καὶ εἰ βουλοίμην μέχρι παντὸς ἕξω.
」「私は、私たちがローマ人に服属させられてから今日に至るまでの間ずっと、恥辱と苦痛に満ちた人生を送ってきた。 たとえ彼らの王から絶対的な指揮権を与えられて名誉を得ており、その指揮権を今年で既に3年目の間保持しており、望むなら永遠に保持し続けることができるとしても、である。
ἀλλὰ πάντων ἡγούμενος εἶναι κακῶν ἔσχατον ἐν οὐκ εὐτυχοῦσι τοῖς κοινοῖς μόνος εὐτυχεῖν, ἐνθυμούμενος δὲ ὅτι παρὰ πάντα τὰ νενομισμένα παρʼ ἀνθρώποις ὅσια τὴν ἡγεμονίαν ὑπʼ αὐτῶν ἀφῃρέθημεν, ἐσκόπουν ὅπως ἂν αὐτὴν ἀνακομισαίμεθα μηδεμιᾶς πειραθέντες μεγάλης συμφορᾶς·
しかし、公共の事柄が不幸である中で、自分一人だけが幸福でいることは、あらゆる災いの中で最悪のものであると考え、また、人間において神聖とされているすべての掟に反して、私たちが彼らによって覇権を奪われたことを心に留め、いかにして大惨禍に遭うことなく、それを取り戻すことができるかを検討していた。
πολλοὺς δὲ καὶ παντοδαποὺς λογισμοὺς λαμβάνων μίαν εὕρισκον ὁδὸν ἄγουσαν ἐπὶ τὰ πράγματα ῥᾴστην τε καὶ ἀκινδυνοτάτην, εἴ τις αὐτοῖς ἀνασταίη πόλεμος ἐκ τῶν πλησιοχώρων πόλεων.
そして多くの、またあらゆる種類の熟考を重ねた結果、目標へと導く最も容易で最も危険の少ない道を唯一発見した。 それは、近隣の都市から彼らに対して何らかの戦争が起こることである。 」

語釈・文法注

  1. §3.23.1ἐν ᾧ — 関係代名詞 ᾧ の先行詞は前文の ἐνιαύσιον χρόνον であり、「その(1年の)期間に」という時間の範囲を表す。関係節 ἐν ᾧ πάντα... は、主節の分詞句 ἐνιαύσιον διαλιπὼν χρόνον の内部に埋め込まれている。
  2. §3.23.1ὅτι — 同格の ὅτι 節(または説明的 ὅτι 節)であり、直前の複数名詞 προφάσεις の具体的な中身を詳細に説明している。
  3. §3.23.3ὡς ... ἐγνωκότα — ὡς + 分詞(対格 ἐγνωκότα、意味上の主語は τὸν Μέττιον)の構文。主節の動詞 ἐπῃνει に対し、王トゥッルスが抱いた主観的な理由や判断(「メッティウスが〜と決意したと考えて」)を表す。
  4. §3.23.3μᾶλλον ἢ οὐκ — 比較を示す μᾶλλον ἤ の後に続く οὐκ は虚辞の否定(pleonastic negation)であり、日本語の「〜するよりはむしろ〜しない」のような比較のニュアンスを強める働きをするが、実質的には否定の意味を持たない。
  5. §3.23.4ἐλάνθανε — χανω + 分詞(ταῦτα πράττων τε καὶ διανοούμενος)の代わりに λανθάνω + 分詞の構文を形成しており、「誰にも気づかれずに〜していた」を意味する。対格の ἅπαντας は λανθάνω の直接目的語。
  6. §3.23.7τρίτον ἔτος ἤδη τοῦτο — 時間の長さを表す対格に指示代名詞 τοῦτο が同格的に添えられ、「今年で既に3年目になる」という現在の状況を強調する時を指す副詞的表現。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.23.1-3.23.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.23.1-3.23.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。