Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.21.6-3.21.10

ホラティウスによる妹の殺害と父親の是認

190 / 962 箇所 · ギリシア語

要旨

生き残ったホラティウスが、祖国の勝利を喜ばずに婚約者である敵の死を嘆く妹を殺害し、父親もその行為を国家への忠誠心から全面的に肯定して、葬儀すら拒否したこと、そしてこれが当時のローマ人の厳格な愛国精神の象徴であったことを記述している。

§3.21.6κἀκεῖνος ὑπολαβών, φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος, ἐάν τε ἀλλότριοι τύχωσιν αὐτῆς ὄντες, ἐάν τε οἰκεῖοι·
そして彼はこう答えて言った。 「これは祖国を愛し、祖国に害をなそうとする者たちを、それが他国人であれ身内であれ処罰する市民の[性質]だ。
ἐν οἷς τίθεμαι καὶ σέ, ἥτις ἑνὶ καιρῷ τὰ μέγιστα ἀγαθῶν τε καὶ κακῶν συμβεβηκότα ἡμῖν ἐπιγνοῦσα τήν τε νίκην τῆς πατρίδος, ἣν ὁ σὸς ἀδελφὸς ἐγὼ πάρειμι κατάγων, καὶ τὸν θάνατον τῶν ἀδελφῶν οὐκ ἐπὶ τοῖς ἀγαθοῖς, ὦ μιαρὰ σύ, τοῖς κοινοῖς τῆς πατρίδος χαίρεις οὔτʼ ἐπὶ ταῖς συμφοραῖς ταῖς ἰδίαις τῆς οἰκίας ἀλγεῖς, ἀλλʼ ὑπεριδοῦσα τῶν σεαυτῆς ἀδελφῶν τὸν τοῦ μνηστῆρος ἀνακλαίεις μόρον, οὐδʼ ὑπὸ τοῦ σκότους ἀποφθαρεῖσά που κατὰ μόνας, ἀλλʼ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς, καί μοι τὴν ἀρετὴν καὶ τοὺς στεφάνους ὀνειδίζεις, ὦ ψευδοπάρθενε καὶ μισάδελφε καὶ ἀναξία τῶν προγόνων.
私はお前をもその中に加える。 お前という者は、我々に起こった最大の幸運と不運、すなわちお前の兄である私がこうして勝ち取って帰ってきた祖国の勝利と、兄弟たちの死を同時に知っておきながら、おお、忌まわしい女よ、祖国の公共の善を喜ぶこともなく、家族の私的な不運を嘆くこともせず、むしろ自分の兄弟たちを軽んじて婚約者の死を泣き悲しみ、どこか陰でひっそりと身を滅ぼすでもなく、すべての人の目の前でそうし、私に向かってその武勇と冠を非難するとは、おお、偽りの処女よ、兄弟を憎む者よ、祖先にとって不届きな者よ。
ἐπειδὴ τοίνυν οὐ τοὺς ἀδελφοὺς πενθεῖς, ἀλλὰ τοὺς ἀνεψιούς, καὶ τὸ μὲν σῶμα ἐν τοῖς ζῶσιν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τῷ νεκρῷ, ἄπιθι πρὸς ἐκεῖνον ὃν ἀνακαλῇ καὶ μήτε τὸν πατέρα μήτε τοὺς ἀδελφοὺς §3.21.7καταίσχυνε.
それゆえ、お前は兄弟を悼むのではなく、従兄弟を悼み、体は生者のうちにあるものの、魂は死者の傍らにあるのだから、お前が呼び呼んでいるあの男のもとへ去り、父をも兄弟をも汚すでない。
ταῦτʼ εἰπὼν οὐκ ἐφύλαξεν ἐν τῷ μισοπονήρῳ τὸ μέτριον, ἀλλʼ ὡς εἶχεν ὀργῆς ὠθεῖ διὰ τῶν πλευρῶν αὐτῆς τὸ ξίφος, ἀποκτείνας δὲ τὴν ἀδελφὴν παρῆν ὡς τὸν πατέρα.
」こう言って、彼は悪を憎むあまり節度を守ることができず、怒りに任せて彼女の脇腹を剣で突き刺し、妹を殺害すると父のもとへ参じた。
οὕτω δὲ ἄρα μισοπόνηρα καὶ αὐθάδη τὰ τῶν τότε Ῥωμαίων ἤθη καὶ φρονήματα ἦν καί, εἴ τις αὐτὰ βούλοιτο παρὰ τὰ νῦν ἔργα καὶ τοὺς ἐφʼ ἡμῶν ἐξετάζειν βίους, ὠμὰ καὶ σκληρὰ καὶ τῆς θηριώδους οὐ πολὺ ἀπέχοντα φύσεως, ὥστε πάθος οὕτω δεινὸν ὁ πατὴρ ἀκούσας οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καλῶς καὶ προσηκόντως ὑπέλαβε τὸ πραχθὲν ἔχειν·
当時のローマ人の性格と精神は、これほどまでに悪を憎み、また妥協のないものであった。 もしこれらを今の行いや我々の時代の生き方に照らして吟味しようとするなら、残酷で冷酷であり、野獣の性質とさほど変わらないものであるが、それゆえに父はこのような恐ろしい出来事を聞いても、憤慨するどころか、なされたことは見事で適切であると受け止めた。
§3.21.8ὅς γε οὔτε εἰς τὴν οἰκίαν εἴασεν εἰσενεχθῆναι τὸν νεκρὸν τῆς θυγατρὸς οὔτʼ ἐν τοῖς πατρῴοις τεθῆναι μνήμασιν ἐπέτρεψεν οὔτε κηδείας καὶ περιστολῆς καὶ τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλʼ οἱ παριόντες αὐτὴν ἐρριμμένην ἐν ᾧ διεχρήσθη χωρίῳ λίθους ἐπιφοροῦντες καὶ γῆν ἐκήδευσαν ὡς πτῶμα ἔρημον κηδομένων.
そればかりか、彼は娘の亡骸を家の中に運び込むことも許さず、先祖代々の墓に納めることも認めず、葬儀や死装束やその他の慣例の礼に与らせることもしなかった。 通りがかった人々が、彼女が殺されたその場所に投げ出されたままの彼女に、石を積み上げ土をかぶせて、弔う親族のいない遺体として葬った。
§3.21.9ταῦτά τε δὴ στερρὰ τοῦ ἀνδρὸς καὶ ἔτι πρὸς τούτοις, ἃ μέλλω λέγειν·
これらはこの男の冷徹な点であったが、さらにこれらに加えて、私が語ろうとすることもそうである。
ὡς γὰρ ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις αὐθημερὸν ἔθυε τοῖς πατρῴοις θεοῖς ἃς εὔξατο θυσίας καὶ τοὺς συγγενεῖς ἑστιάσει λαμπρᾷ τε καὶ καθάπερ ἐν ταῖς μεγίσταις ἑορταῖς ὑπεδέχετο ἐλάττους ἡγούμενος τὰς ἰδίας συμφορὰς τῶν κοινῶν τῆς πατρίδος ἀγαθῶν.
すなわち、あたかも見事で幸運な出来事に対してであるかのように、まさに同じ日に彼は先祖代々の神々に約束していた生贄を捧げ、親族たちを豪華な宴でもてなし、最大の祝祭のときのように彼らを迎え入れた。 自身の私的な不運を祖国の共通の善よりも小さなものとみなしたからである。
§3.21.10τοῦτο δʼ οὐ μόνον ὁ Ὁράτιος, ἀλλὰ καὶ μετʼ ἐκεῖνον ἄλλοι συχνοὶ Ῥωμαίων μνημονεύονται ποιήσαντες ἄνδρες ἐπιφανεῖς·
このようなことをしたのはホラティウスだけでなく、彼に続いて他にも多くのローマの著名な人々が同様の行動をとったことが記憶されている。
λέγω δὲ τὸ θύειν καὶ στεφανηφορεῖν καὶ θριάμβους κατάγειν τέκνων αὐτοῖς ἀπολωλότων ἔναγχος, ὅταν εὐτυχήσῃ διʼ αὐτοὺς τὸ κοινόν·
すなわち、子供を最近亡くしたばかりであっても、その子供たちのおかげで国家が幸運を得たときには、生贄を捧げ、冠を戴き、凱旋式を挙行するということである。
ὑπὲρ ὧν κατὰ τοὺς οἰκείους ἐρῶ καιρούς.
これらについては、それぞれ相応しい時期に語ることにする。

語釈・文法注

  1. 3.21.6φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος — 動詞 `ἔφη` の後に続く属格 `φιλοῦντος... πολίτου ... κολάζοντος` は、性質や特徴、ふさわしい義務を表す属格(所有属格の発展形)である。「(これは)〜する市民の[性質/義務/態度]である」と解釈され、行為や心ばえを指す名詞が省略されている。
  2. 3.21.6ἐν οἷς τίθεμαι καὶ σέ — 関係代名詞 `οἷς` の先行詞は、直前の `τοὺς κακῶς αὐτῇ βουλομένους`(祖国に害をなそうとする者たち)である。これらを複数名詞として受け、ホラティウスが妹をその敵対者の一人として位置づけている(`τίθεμαι` 「〜の中に入れる、数える」)ことを示している。
  3. 3.21.7οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καλῶς καὶ προσηκόντως ὑπέλαβε τὸ πραχθὲν ἔχειν — `οὐχ ὅπως` は「〜するどころか(〜しないばかりか)」という意味の強い否定を導入する慣用表現であり、後ろの `ἀλλά`(むしろ)と相関して機能する。ここでは父親が「怒るどころか、むしろ適切であると見なした」という意味をなす。
  4. 3.21.8ὡς πτῶμα ἔρημον κηδομένων — `κηδομένων` は「心に懸ける、悼む、世話をする」を意味する動詞 `κήδομαι` の現在分詞属格複数形で、ここでは「彼女を悼む者たち」という名詞的用法。これが `ἔρημον`(〜を欠いた、〜のいない)の支配する属格として機能しており、「悼む者たちを欠いた死体として」という意味になる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.21.6-3.21.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.21.6-3.21.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。