§3.21.6κἀκεῖνος ὑπολαβών, φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος, ἐάν τε ἀλλότριοι τύχωσιν αὐτῆς ὄντες, ἐάν τε οἰκεῖοι·
他答道:“这是一个热爱祖国并惩罚对祖国心怀不轨之人的公民的[品质],无论那些人是外邦人还是自己人;我把你也列入这些人之中。
ἐν οἷς τίθεμαι καὶ σέ, ἥτις ἑνὶ καιρῷ τὰ μέγιστα ἀγαθῶν τε καὶ κακῶν συμβεβηκότα ἡμῖν ἐπιγνοῦσα τήν τε νίκην τῆς πατρίδος, ἣν ὁ σὸς ἀδελφὸς ἐγὼ πάρειμι κατάγων, καὶ τὸν θάνατον τῶν ἀδελφῶν οὐκ ἐπὶ τοῖς ἀγαθοῖς, ὦ μιαρὰ σύ, τοῖς κοινοῖς τῆς πατρίδος χαίρεις οὔτʼ ἐπὶ ταῖς συμφοραῖς ταῖς ἰδίαις τῆς οἰκίας ἀλγεῖς, ἀλλʼ ὑπεριδοῦσα τῶν σεαυτῆς ἀδελφῶν τὸν τοῦ μνηστῆρος ἀνακλαίεις μόρον, οὐδʼ ὑπὸ τοῦ σκότους ἀποφθαρεῖσά που κατὰ μόνας, ἀλλʼ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς, καί μοι τὴν ἀρετὴν καὶ τοὺς στεφάνους ὀνειδίζεις, ὦ ψευδοπάρθενε καὶ μισάδελφε καὶ ἀναξία τῶν προγόνων.
你这卑劣的女人,明明在同一时刻得知了降临在我们身上的最大幸运与灾祸——也就是我这个做哥哥的带回来的祖国的胜利,以及你兄弟们的死亡——你却不对祖国公共的福祉感到高兴,也不对家族私人的灾祸感到悲伤,反而轻视自己的兄弟,去痛哭未婚夫的死,而且不是躲在什么阴暗角落里独自消沉,而是在所有人的注视下这样做,甚至指责我的武勇和花冠,你这个虚假的处女、憎恨兄弟的人,以及配不上祖先的败类!
ἐπειδὴ τοίνυν οὐ τοὺς ἀδελφοὺς πενθεῖς, ἀλλὰ τοὺς ἀνεψιούς, καὶ τὸ μὲν σῶμα ἐν τοῖς ζῶσιν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τῷ νεκρῷ, ἄπιθι πρὸς ἐκεῖνον ὃν ἀνακαλῇ καὶ μήτε τὸν πατέρα μήτε τοὺς ἀδελφοὺς §3.21.7καταίσχυνε.
既然你不为兄弟哀悼,反而为表兄弟哀悼,身体留在活人之中,灵魂却在死者身边,那就去你呼唤的那个人那里吧,不要再给父亲和兄弟丢脸了。
ταῦτʼ εἰπὼν οὐκ ἐφύλαξεν ἐν τῷ μισοπονήρῳ τὸ μέτριον, ἀλλʼ ὡς εἶχεν ὀργῆς ὠθεῖ διὰ τῶν πλευρῶν αὐτῆς τὸ ξίφος, ἀποκτείνας δὲ τὴν ἀδελφὴν παρῆν ὡς τὸν πατέρα.
” 说完这些,他因极度憎恨邪恶而失去了分寸,在愤怒中拔剑刺穿了她的肋旁,杀死了妹妹,然后去见父亲。
οὕτω δὲ ἄρα μισοπόνηρα καὶ αὐθάδη τὰ τῶν τότε Ῥωμαίων ἤθη καὶ φρονήματα ἦν καί, εἴ τις αὐτὰ βούλοιτο παρὰ τὰ νῦν ἔργα καὶ τοὺς ἐφʼ ἡμῶν ἐξετάζειν βίους, ὠμὰ καὶ σκληρὰ καὶ τῆς θηριώδους οὐ πολὺ ἀπέχοντα φύσεως, ὥστε πάθος οὕτω δεινὸν ὁ πατὴρ ἀκούσας οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καλῶς καὶ προσηκόντως ὑπέλαβε τὸ πραχθὲν ἔχειν·
当时罗马人的性格和精神就是如此憎恶邪恶且毫不妥协,如果有人想把它们与现在的行为以及我们这个时代的生存方式进行对比,它们会显得残忍、冷酷,与野兽的本性相差无几。 然而,父亲听闻如此惨剧后,非但没有感到愤怒,反而认为所做的一切都是美好且恰当的。
§3.21.8ὅς γε οὔτε εἰς τὴν οἰκίαν εἴασεν εἰσενεχθῆναι τὸν νεκρὸν τῆς θυγατρὸς οὔτʼ ἐν τοῖς πατρῴοις τεθῆναι μνήμασιν ἐπέτρεψεν οὔτε κηδείας καὶ περιστολῆς καὶ τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλʼ οἱ παριόντες αὐτὴν ἐρριμμένην ἐν ᾧ διεχρήσθη χωρίῳ λίθους ἐπιφοροῦντες καὶ γῆν ἐκήδευσαν ὡς πτῶμα ἔρημον κηδομένων.
他甚至不允许将女儿的尸体抬进屋里,也不允许将她安葬在先祖的陵墓中,更不让她享受葬礼、寿衣或其他习惯性的礼遇;而是过路的人在她被杀的地方,往她身上堆起石头和泥土,将她安葬,就像对待一个没有亲人吊唁的荒野遗尸一样。
§3.21.9ταῦτά τε δὴ στερρὰ τοῦ ἀνδρὸς καὶ ἔτι πρὸς τούτοις, ἃ μέλλω λέγειν· ὡς γὰρ ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις αὐθημερὸν ἔθυε τοῖς πατρῴοις θεοῖς ἃς εὔξατο θυσίας καὶ τοὺς συγγενεῖς ἑστιάσει λαμπρᾷ τε καὶ καθάπερ ἐν ταῖς μεγίσταις ἑορταῖς ὑπεδέχετο ἐλάττους ἡγούμενος τὰς ἰδίας συμφορὰς τῶν κοινῶν τῆς πατρίδος ἀγαθῶν.
这些确实是那人的冷酷之举,此外还有我将要说的事情:因为就在同一天,他仿佛是为了高尚而幸运的功绩一般,向祖先的神明献上了他曾许愿的祭品,并用盛宴款待亲属,像在最重大的节日里一样接待他们,认为私人的灾祸比祖国公共的福祉更为微不足道。
§3.21.10τοῦτο δʼ οὐ μόνον ὁ Ὁράτιος, ἀλλὰ καὶ μετʼ ἐκεῖνον ἄλλοι συχνοὶ Ῥωμαίων μνημονεύονται ποιήσαντες ἄνδρες ἐπιφανεῖς· λέγω δὲ τὸ θύειν καὶ στεφανηφορεῖν καὶ θριάμβους κατάγειν τέκνων αὐτοῖς ἀπολωλότων ἔναγχος, ὅταν εὐτυχήσῃ διʼ αὐτοὺς τὸ κοινόν·
不仅是霍拉提乌斯,在他之后,还有许多其他显赫的罗马人也被记录曾这样做过;我是指在他们的孩子刚刚去世时,只要国家因他们而获得幸运,他们就会举行祭祀、佩戴花冠并举行凯旋式。
ὑπὲρ ὧν κατὰ τοὺς οἰκείους ἐρῶ καιρούς.
关于这些人,我将在适当的时候予以说明。