§3.2.1πολεμικαὶ δὲ πράξεις πολλαὶ μὲν καὶ ἄλλαι μνημονεύονται, 〈μέγισται δὲ〉 περὶ ὧν ἔρχομαι λέξων τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τοῦ πρὸς Ἀλβανοὺς πολέμου.
虽然还记载了许多其他军事功绩,但〈其中最伟大的〉,是我将要叙述的那些,我将从与阿尔巴人的战争开始讲起。
αἴτιος δὲ τοῦ διαστῆναι τὰς πόλεις καὶ λῦσαι τὸ συγγενὲς ἀνὴρ Ἀλβανὸς ἐγένετο Κλοίλιος ὄνομα τῆς μεγίστης ἀρχῆς ἀξιωθείς, ὃς ἀχθόμενος ἐπὶ τοῖς Ῥωμαίων ἀγαθοῖς καὶ κατέχειν τὸν φθόνον οὐ δυνάμενος φύσει τε αὐθάδης καὶ ὑπομαργότερος ὢν ἐκ- §3.2.2πολεμῶσαι τὰς πόλεις ἔγνω πρὸς ἀλλήλας.
导致两市分裂并消除亲属关系的原因是一个名叫克洛伊留斯的阿尔巴男子,他被选为最高官职。 他因嫉妒罗马人的繁荣而感到痛苦,无法抑制心中的嫉恨,加之天性固执、略显疯狂,于是决定使两市互相开战。
οὐχ ὁρῶν δὲ ὅπως ἂν πείσειε τοὺς Ἀλβανοὺς στρατὸν αὑτῷ κατὰ Ῥωμαίων ἄγειν ἐπιτρέψαι μήτε δικαίας ἔχοντι προφάσεις μήτε ἀναγκαίας, μηχανᾶται δή τι τοιόνδε· τοῖς ἀπορωτάτοις Ἀλβανῶν καὶ θρασυτάτοις ἐφῆκε λῃστεύειν τοὺς Ῥωμαίων ἀγροὺς ἄδειαν ὑπισχνούμενος καὶ παρεσκεύασε πολλοὺς ἀκίνδυνα κέρδη διώκοντας, ὧν οὐδὲ κωλυόμενοι ὑπὸ τοῦ δέους ἀποστήσεσθαι ἔμελλον, ἐμπλῆσαι πολέμου λῃστρικοῦ τὴν ὅμορον.
然而,由于既没有正当也没有必要的借口,他不知道如何才能说服阿尔巴人允许他率军讨伐罗马人,于是他策划了如下的阴谋:他向阿尔巴人中最贫穷、最胆大妄为的人许诺免受惩罚,允许他们去劫掠罗马人的耕作地,并促使许多追求无风险利益的人使邻国充斥着劫掠性战争,这些人即使因恐惧而被制止,也不打算罢手。
§3.2.3τοῦτο δʼ ἔπραττε κατὰ λογισμὸν οὐκ ἀπεικότα, ὡς τὸ ἔργον ἐμαρτύρησε.
正如结果所证实的,他是根据并非不合理的算计来做出此事的。
Ῥωμαίους μὲν γὰρ οὐκ ἀνέξεσθαι τὰς ἁρπαγὰς ὑπελάμβανεν, ἀλλʼ ἐπὶ τὰ ὅπλα χωρήσειν, αὑτῷ δʼ ἐξουσίαν ἔσεσθαι κατηγορεῖν αὐτῶν πρὸς τὸν δῆμον ὡς ἀρχόντων πολέμου, Ἀλβανῶν δὲ τοὺς πλείστους φθονοῦντας τοῖς ἀποίκοις τῆς εὐτυχίας δέξεσθαι τὰς διαβολὰς ἀσμένους καὶ τὸν κατʼ
因为他料定罗马人绝不会容忍掠夺,而是会诉诸武力,而他自己也将有机会在民众面前控告他们是战争的始作俑者,且大多数嫉妒殖民者好运的阿尔巴人会欣然接受这些诽谤,并发动针对他们的战争。
§3.2.4αὐτῶν πόλεμον ἐξοίσειν, ὅπερ καὶ συνέβη.
事实也的确如此。
ἀγόντων γὰρ καὶ φερόντων ἀλλήλους τῶν κακουργοτάτων ἐξ ἑκατέρας πόλεως καὶ στρατιᾶς ποτε Ῥωμαϊκῆς ἐμβαλούσης εἰς τὴν Ἀλβανῶν, ὑφʼ ἧς πολλοὶ τῶν λῃστῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ συνελήφθησαν, συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν ὁ Κλοίλιος, ἐν ᾗ πολλὴν ἐποιήσατο τῶν Ῥωμαίων κατηγορίαν, τραυματίας τε συχνοὺς ἐπιδεικνύμενος καὶ τοὺς προσήκοντας τοῖς ἡρπασμένοις ἢ τεθνηκόσι παράγων καὶ πλείω τῶν γεγονότων ἐπικαταψευδόμενος, πρεσβείαν πέμπειν πρῶτον ἐψηφίσατο δίκας αἰτήσουσαν τῶν γεγονότων· ἐὰν δὲ ἀγνωμονῶσι Ῥωμαῖοι τότε τὸν πόλεμον ἐπʼ αὐτοὺς ἐκφέρειν.
因为,当两市中最邪恶的歹徒互相劫掠时,一支罗马军队曾侵入阿尔巴人的领土,许多劫掠者被其杀死或俘虏,克洛伊留斯召集民众举行集会,他在集会上对罗马人进行了激烈的控诉,展示了许多伤员,并带出那些被抢劫或被杀者的亲属,还凭空捏造了许多超出事实的谎言,他提议投票决定首先派遣使者,要求对所发生的事做出赔偿;如果罗马人蛮不理智,届时再对他们宣战。