§3.1.1τελευτήσαντος δὲ Πομπιλίου γενομένη πάλιν· ἡ βουλὴ τῶν κοινῶν κυρία μένειν ἔγνω ἐπὶ τῆς αὐτῆς πολιτείας, οὐδὲ τοῦ δήμου γνώμην λαβόντος ἑτέραν, καὶ καθίστησιν ἐκ τῶν πρεσβυτέρων τοὺς ἄρξοντας τὴν μεσοβασίλειον ἀρχὴν εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμόν, ὑφʼ ὧν ἀποδείκνυται βασιλεύς, ὸν ἅπας ὁ δῆμος ἠξίου, Τύλλος Ὁστίλιος γένους ὢν τοιοῦδε·
ポンピリウスが亡くなると、再び成立した元老院は同じ国制に留まることを決定し、民衆もまた異なる意見を持たなかったので、年長者たちの中から中間王の職務を一定の日数の間執り行う長官たちを任命した。 彼らによって、全民衆がふさわしいと求めた王、すなわち次のような家系の出身であるトゥッルス・ホスティリウスが指名された。
§3.1.2ἐκ πόλεως Μεδυλλίας, ἣν Ἀλβανοὶ μὲν ἔκτισαν, Ῥωμύλος δὲ κατὰ συνθήκας παραλαβὼν Ῥωμαίων ἐποίησεν ἀποικίαν, ἀνὴρ εὐγενὴς καὶ χρήμασι δυνατὸς Ὁστίλιος ὄνομα μετενεγκάμενος εἰς Ῥώμην τὸν βίον ἄγεται γυναῖκα ἐκ τοῦ Σαβίνων γένους Ἑρσιλίου θυγατέρα τὴν ὑφηγησαμένην ταῖς ὁμοεθνέσι πρεσβεῦσαι πρὸς τοὺς πατέρας ὑπὲρ τῶν ἀνδρῶν, ὅτε Σαβῖνοι Ῥωμαίοις ἐπολέμουν, καὶ τοῦ συνελθεῖν εἰς φιλίαν τοὺς ἡγεμόνας αἰτιωτάτην γενέσθαι δοκοῦσαν.
アルバ人が創建し、ロムルスが協定によって接収してローマ人の植民市としたメドゥリアという都市の出身で、ホスティリウスという名の、身分が高く財産もある一人の男が、ローマに居を移し、サビニ人の血筋から、ヘルシリウスの娘を妻に迎えた。 彼女は、サビニ人がローマ人と戦争をしていた時に、同胞の女性たちに、夫たちのために父親たちのところへ使節として行くように先導し、指導者たちが和解に至る最大の原因となったとみなされている人物である。
οὗτος ὁ ἀνὴρ πολλοὺς συνδιενέγκας Ῥωμύλῳ πολέμους καὶ μεγάλα ἔργα ἀποδειξάμενος ἐν ταῖς πρὸς Σαβίνους μάχαις, ἀποθνήσκει καταλιπὼν παιδίον μονογενὲς καὶ θάπτεται πρὸς τῶν βασιλέων ἐν τῷ κρατίστῳ τῆς ἀγορᾶς τόπῳ στήλης ἐπιγραφῇ τὴν ἀρετὴν μαρτυρούσης ἀξιωθείς.
この男は、ロムルスとともに多くの戦争を戦い抜き、サビニ人との戦闘において多大な功績を示したが、一人息子を残して亡くなり、王たちによって広場の最も目立つ場所に埋葬され、彼の徳を証言する碑文が刻まれた碑を建てられる栄誉に浴した。
§3.1.3ἐκ δὲ τοῦ μονογενοῦς παιδὸς εἰς ἄνδρας ἀφικομένου καὶ γάμον ἐπιφανῆ λαβόντος υἱὸς γίνεται Τύλλος Ὁστίλιος ἀνὴρ δραστήριος, ὃς ἀπεδείχθη βασιλεὺς ψήφῳ τε πολιτικῇ διενεχθείσῃ περὶ αὐτοῦ κατὰ νόμους καὶ τοῦ δαιμονίου δι’ οἰωνῶν αἰσίων ἐπικυρώσαντος τὰ δόξαντα τῷ δήμῳ.
その一人息子が成人し、著名な結婚をしたことで、活動的な男であるトゥッルス・ホスティリウスが息子として生まれた。 彼は、法に従って彼に関して投じられた市民の投票と、また神意が吉兆の鳥占いによって民衆の決定を承認したことによって、王に指名された。
ἔτος δὲ ἦν ἐν ᾧ τὴν ἡγεμονίαν παρέλαβεν ὁ δεύτερος ἐνιαυτὸς τῆς ἑβδόμης καὶ εἰκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Εὐρυβάτης Ἀθηναῖος ἄρχοντος Ἀθήνησι Λεωστράτου.
彼が支配権を引き受けた年は、第27回オリンピアードの第2年であり、その大会ではアテナイ人のエウリュバテスがスタディオン走で優勝し、アテナイではレオストラトスがアルコンであった。
§3.1.4οὗτος ἔργον ἁπάντων μεγαλοπρεπέστατον ἀποδειξάμενος αὐτὸς εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἅπαν τὸ θητικὸν τοῦ δήμου καὶ ἄπορον οἰκεῖον ἔσχεν.
彼は、支配権を引き受けると同時に、自らすべての中で最も壮麗な事業を示し、民衆のうちのすべての傭雇農や困窮した人々を味方に引き入れた。
ἦν δὲ τοιόνδε·
それは次のようなものであった。
χώραν εἶχον ἐξαίρετον οἱ πρὸ αὐτοῦ βασιλεῖς πολλὴν καὶ ἀγαθήν, ἐξ ἧς ἀναιρούμενοι τὰς προσόδους ἱερά τε θεοῖς ἐπετέλουν καὶ τὰς εἰς τὸν ἴδιον βίον ἀφθόνους εἶχον εὐπορίας, ἣν ἐκτήσατο μὲν Ῥωμύλος πολέμῳ τοὺς τότε κατασχόντας ἀφελόμενος, ἐκείνου δὲ ἄπαιδος ἀποθανόντος Πομπίλιος Νόμας ὁ μετʼ ἐκεῖνον βασιλεύσας ἐκαρποῦτο·
彼より前の王たちは、多くの優れた選り抜きの土地を所有しており、そこから収入を得て、神々への儀式を執り行い、自身の生活のための豊かな富を所有していた。 その土地は、ロムルスが戦争によって当時の所有者たちから奪い取って獲得したものであり、彼が子供なくして亡くなったため、彼の後に王となったポンピリウス・ヌマがその果実を享受していた。
ἦν δὲ οὐκέτι δημοσία κτῆσις, ἀλλὰ τῶν ἀεὶ βασιλέων κλῆρος.
それはもはや公有地ではなく、歴代の王たちの相続地となっていた。
§3.1.5ταύτην ὁ Τύλλος ἐπέτρεψε τοῖς μηδένα κλῆρον ἔχουσι Ῥωμαίων κατʼ ἄνδρα διανείμασθαι, τὴν πατρῴαν αὑτῷ κτῆσιν ἀρκοῦσαν ἀποφαίνων εἴς τε τὰ ἱερὰ καὶ τὰς τοῦ βίου δαπάνας.
トゥッルスは、この土地を、ローマ人のうちで相続地を持たない人々に一人一人分配することを許可し、自身の父祖の遺産が、儀式と生活の費用のために十分であると宣言した。
ταύτῃ δὲ τῇ φιλανθρωπίᾳ τοὺς ἀπόρους τῶν πολιτῶν ἀνέλαβε παύσας λατρεύοντας ἐν τοῖς ἀλλοτρίοις· ἵνα δὲ μηδὲ οἰκίας ἄμοιρος εἴη τις προσετείχισε τῇ πόλει τὸν καλούμενον Καίλιον λόφον, ἔνθα ὅσοι Ῥωμαίων ἦσαν ἀνέστιοι λαχόντες τοῦ χωρίου τὸ ἀρκοῦν κατεσκευάσαντʼ οἰκίας, καὶ αὐτὸς ἐν τούτῳ τῷ τόπῳ τὴν οἴκησιν εἶχεν.
そして、この慈悲深い行為によって、市民の中の困窮した人々が他人の土地で小作人として働くことをやめさせて彼らを自立させ、さらに、誰もが家を欠くことがないように、いわゆるカエリウスの丘を都市の囲いの中に組み入れた。 そこで、ローマ人のうちで家を持たない者たちが全員、十分な土地の割り当てを受けて家を建て、彼自身もこの場所に住居を構えた。
πολιτικὰ μὲν δὴ ταῦτα τοῦ ἀνδρὸς ἔργα παραδίδοται λόγου ἄξια·
この男の政治的事業として、語るに値するものとしては、以上のようなことが伝えられている。