§3.17.1ὡς δὴ ταῦτʼ ἤκουσαν οἱ νεανίαι, μεταστάντες ἑτέρωσε καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους προσέρχονται πάλιν ἀποκρινούμενοι καὶ λέγει ὑπὲρ ἁπάντων ὁ πρεσβύτατος τοιάδε·
若者たちがこれらのことを聞くと、彼らは脇へ退いて互いに少し言葉を交わした後、再び進み出て返答しようとし、彼ら全員を代表して最年長者がこのように言った。
εἰ μὲν ἐλευθέροις ἡμῖν οὖσι καὶ κυρίοις τῆς ἰδίας γνώμης ἐξουσίαν παρεῖχες, ὦ Τύλλε, βουλεύσασθαι περὶ τοῦ πρὸς τοὺς ἀνεψιοὺς ἀγῶνος, οὐθὲν ἔτι διαμελλήσαντες ἀπεκρινάμεθα ἄν σοι τοὺς ἑαυτῶν διαλογισμούς·
「もしあなたが、トゥルスよ、我々が自由であり自分自身の意志の主人である者として、いとこたちとの戦いについて熟慮する権限を与えてくれていたなら、我々は一刻もためらうことなく、あなたに我々の考えを答えたことでしょう。
ἐπειδὴ δὲ περίεστιν ἡμῖν ὁ πατήρ, οὗ χωρὶς οὐδὲ τἀλάχιστα λέγειν ἢ πράττειν ἀξιοῦμεν, αἰτούμεθά σε ὀλίγον ἀναδέξασθαι χρόνον τὴν ἀπόκρισιν ἡμῶν, ἕως τῷ πατρὶ διαλεχθῶμεν.
しかし、我々には父親が健在であり、父なしにはいかなる極めて小さなことさえ言ったり行ったりするべきではないと考えておりますので、我々はあなたに、我々の返答のために少しの間待っていただくよう求めます、我々が父と話し合うまで。
§3.17.2ἐπαινέσαντος δὲ τοῦ Τύλλου τὴν εὐσέβειαν αὐτῶν καὶ κελεύσαντος οὕτω ποιεῖν ἀπῄεσαν ὡς τὸν πατέρα.
」トゥルスが彼らの孝心を称賛し、そのようにするよう命じると、彼らは父親のもとへと去って行った。
δηλώσαντες δὲ αὐτῷ τὰς προκλήσεις τοῦ Φουφεττίου καὶ οὓς ὁ Τύλλος διελέχθη λόγους καὶ τελευταίαν τὴν ἑαυτῶν ἀπόκρισιν ἠξίουν εἰπεῖν ἥντινα γνώμην αὐτὸς ἔχει.
そして彼にフフェティウスの挑戦と、トゥルスが語った言葉、そして最後に自分たちの返答を明らかにした上で、父自身がどのような考えを持っているかを語ってほしいと求めた。
§3.17.3ὁ δὲ ὑπολαβών, Ἀλλʼ εὐσεβὲς μέν, ἔφη, πρᾶγμα ποιεῖτε, ὦ παῖδες, τῷ πατρὶ ζῶντες καὶ οὐδὲν ἄνευ τῆς ἐμῆς γνώμης διαπραττόμενοι, καιρὸς δὲ καὶ ὑμᾶς αὐτοὺς ἤδη περὶ ὑμῶν τά γε τηλικαῦτα φαίνεσθαι φρονοῦντας.
すると父は答えた。 「子たちよ、お前たちが父親の存命中にその意に沿って生き、私の考えなしには何事も行わないのは、確かに敬虔なことである。 しかし、このような重大な事柄においては、もはやお前たち自身が自分たちのことについて分別を持っていることを示すべき時でもある。
ὑπολαβόντες οὖν τὸν ἐμὸν βίον ἤδη τέλος ἔχειν φανερὸν ποιήσατέ μοι, τί δή ποτʼ ἂν αὐτοὶ προείλεσθε πράττειν ἄνευ τοῦ πατρὸς περὶ τῶν ἰδίων βουλευσάμενοι.
それゆえ、私の命がすでに終わりを迎えたと仮定して、もし父親なしに自分自身のことについて相談していたなら、一体何を行うことを自分たちで選んだであろうかを、私に明らかにしておくれ。
§3.17.4ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβύτατος τοιάδε·
」最年長者が彼に対してこのように答えた。
ἐδεξάμεθʼ ἄν, ὦ πάτερ, τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα καὶ πάσχειν ὑπεμείναμεν ὅ τι ἂν δοκῇ τῷ δαιμονίῳ·
「お父さん、我々は覇権のための戦いを受け入れたでしょうし、神霊がお決めになることなら何でも耐え忍んだことでしょう。
τεθνάναι γὰρ ἂν βουλοίμεθα μᾶλλον ἢ ζῆν ἀνάξιοι γενόμενοι σοῦ τε καὶ τῶν προγόνων.
なぜなら、あなたや祖先たちにふさわしくない者となって生きるよりは、むしろ死ぬことを望むからです。
τὸ δὲ πρὸς τοὺς ἀνεψιοὺς συγγενὲς οὐχ ἡμεῖς πρότεροι λύσομεν, ἀλλʼ ὡς ὑπὸ τῆς τύχης διαλέλυται στέρξομεν.
そしていとこたちとの血縁関係については、我々が先にこれを破るのではなく、運命によってそれが破られてしまったものとして、甘んじて受け入れます。
§3.17.5εἰ γὰρ Κορατίοις ἔλαττον κρίνεται τοῦ καλοῦ τὸ συγγενές, οὐδὲ Ὁρατίοις τιμιώτερον φανήσεται τὸ γένος τῆς ἀρετῆς.
なぜなら、もしコラティウス兄弟にとって血縁が美徳よりも劣るものと判断されているなら、ホラティウス兄弟にとっても一族が徳よりも尊いものと見えることはないからです。
ὁ δὲ πατὴρ ὡς ἔμαθε τὴν διάνοιαν αὐτῶν περιχαρὴς γενόμενος καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανὸν πολλὰς ἔφη χάριτας εἰδέναι τοῖς θεοῖς, ὅτι παῖδας ἔδωκαν αὐτῷ γενέσθαι καλοὺς καὶ ἀγαθούς·
」すると父親は、彼らの決意を知って大喜びし、両手を天に差し伸げて、神々に多くの感謝を捧げると言い、自分にこのような美しく高潔な子らを与えてくれたことを感謝した。
ἔπειτα περιλαβὼν ἕκαστον αὐτῶν καὶ τὰς ἡδίστας ἀποδοὺς ἀσπασμῶν τε καὶ φιλημάτων φιλοφροσύνας, Ἔχετʼ, ἔφη, καὶ τὴν ἐμὴν γνώμην, ὦ παῖδες ἀγαθοί, καὶ πορευθέντες ἀποκρίνασθε Τύλλῳ
それから、彼ら一人ひとりを抱きしめ、抱擁と接吻というこの上なく温かい愛情を示した後、こう言った。 「我が良き子たちよ、お前たちは私の同意も得た。 だから行って、トゥルスに答えなさい。
§3.17.6τήν τʼ εὐσεβῆ καὶ καλὴν ἀπόκρισιν.
敬虔にして美しき返答を。
οἱ μὲν δὴ χαίροντες ἐπὶ τῇ παρακελεύσει τοῦ πατρὸς ἀπῄεσαν καὶ προσελθόντες τῷ βασιλεῖ ἀναδέχονται τὸν ἀγῶνα, κἀκεῖνος συγκαλέσας τὴν βουλὴν καὶ πολλοὺς ἐπαίνους τῶν νεανίσκων διαθέμενος ἀποστέλλει πρέσβεις πρὸς τὸν Ἀλβανὸν τοὺς δηλώσοντας, ὅτι δέχονται Ῥωμαῖοι τὴν αἵρεσιν καὶ παρέξονται τοὺς Ὁρατίους διαγωνιουμένους ὑπὲρ τῆς ἀρχῆς.
」彼らは父親の激励を喜んで去って行き、王のもとに進み出てその戦いを引き受けた。 そして王は、元老院を招集して若者たちに多くの称賛を浴びせた後、アルバ人のもとへ使節を派遣し、ローマ人はこの提案を受け入れ、覇権を賭けて戦う者としてホラティウス兄弟を送り出すということを明らかにさせようとした。