§3.18.1ἀπαιτούσης δὲ τῆς ὑποθέσεως καὶ τὸν τρόπον διεξελθεῖν τῆς μάχης ἀκριβῶς καὶ τὰ μετὰ ταύτην γενόμενα πάθη θεατρικαῖς ἐοικότα περιπετείαις μὴ ῥᾳθύμως διελθεῖν πειράσομαι καὶ περὶ τούτων ἐπʼ ἀκριβείας ἕκαστον, ὡς ἐμὴ δύναμις, εἰπεῖν.
しかし、主題が戦闘の様子を詳細に語ること、およびその後に生じた劇的な大逆転に似た受難をいい加減にではなく叙述することを要求しているため、私もこれらについて私の力の及ぶ限りにおいて、各々を詳細に語ることを試みる。
ἐπειδὴ γὰρ ὁ χρόνος ἧκεν ἐν ᾧ τέλος ἔδει λαβεῖν τὰς ὁμολογίας, ἐξῄεσαν μὲν αἱ τῶν Ῥωμαίων δυνάμεις πανστρατιᾷ, ἐξῄεσαν δὲ μετὰ ταῦθʼ οἱ νεανίσκοι τοῖς πατρῴοις θεοῖς εὐξάμενοι καὶ προῆγον ἅμα τῷ βασιλεῖ κατευφημούμενοί τε ὑπὸ παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου καὶ παττόμενοι τὰς κεφαλὰς ἄνθεσιν·
さて、協定が最終的な履行を迎えるべき時が来ると、ローマ軍は全軍を挙げて出撃し、その後に若者たちが先祖代々の神々に祈りを捧げて出発し、市内のすべての群衆から祝福され、頭に花を振りかけられながら王と共に進んだ。
ἤδη δὲ καὶ ἡ τῶν Ἀλβανῶν ἐξεληλύθει στρατιά.
そして、すでにアルバ人の軍勢も出撃していた。
§3.18.2ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο πλησίον ἀλλήλων μεταίχμιον ποιησάμενοι τὸν διείργοντα τὴν Ῥωμαίων ἀπὸ τῆς Ἀλβανῶν ὅρον, ἔνθα καὶ πρότερον εἶχον ἑκάτεροι τοὺς χάρακας, πρῶτον μὲν ἱερὰ θύσαντες ὤμοσαν ἐπὶ τῶν ἐμπύρων στέρξειν τὴν τύχην, ἣν ἂν ἐκ τῆς μάχης τῶν ἀνεψιῶν ἑκατέρα πόλις ἐξενέγκηται, καὶ φυλάξειν τὰς ὁμολογίας βεβαίους μηδένα προσάγοντες αὐταῖς δόλον αὐτοί τε καὶ γένος τὸ ἐξ αὐτῶν·
彼らが、ローマの領土をアルバの領土から分かつ境界を中間地帯として、互いに近くに陣を構えると(そこには以前も双方がそれぞれ陣地を構えていたのであるが)、まず犠牲を捧げ、いとこ同士の戦いからいずれの市が持ち帰るであろう運命を甘んじて受け入れること、そして協定を確実なものとして守り、彼ら自身も彼らの子孫もそれ(協定)にいかなる欺瞞も持ち込まないことを、犠牲の火の上で誓った。
ἐπεὶ δὲ τὰ πρὸς θεοὺς ὅσια διεπράξαντο, θέμενοι τὰ ὅπλα προῆγον ἐκ τοῦ χάρακος ἀμφότεροι θεαταὶ τῆς μάχης ἐσόμενοι τριῶν ἢ τεττάρων σταδίων τὸ μεταξὺ χωρίον τοῖς ἀγωνιζομένοις καταλιπόντες·
神々に対する神聖な義務を果たし終えると、彼らは武具を置き、戦う者たちのために3ないし4スタディオンの間隔を空けて、戦いの見届け人となるために双方が陣地から進み出た。
καὶ μετʼ οὐ πολὺ παρῆν τούς τε Κορατίους ὁ τῶν Ἀλβανῶν στρατηγὸς ἄγων καὶ τοὺς Ὁρατίους ὁ τῶν Ῥωμαίων βασιλεὺς ὡπλισμένους τε κάλλιστα καὶ τὸν ἄλλον ἔχοντας κόσμον οἷον ἄνθρωποι λαμβάνουσιν ἐπὶ θανάτῳ.
そしてまもなくして、アルバ人の将軍がキュリアティウス兄弟を率い、ローマの王がホラティウス兄弟を率いて現れた。 彼らは見事に武装し、死に臨む人々が身にまとうような他の装飾を携えていた。
§3.18.3γενόμενοι δὲ σύνεγγυς ἀλλήλων τὰ μὲν ξίφη τοῖς ὑπασπισταῖς παρέδωκαν, προσδραμόντες δὲ περιέβαλλον ἀλλήλοις κλαίοντες καὶ τοῖς ἡδίστοις ὀνόμασιν ἀνακαλοῦντες, ὥστε εἰς δάκρυα προπεσεῖν ἅπαντας καὶ πολλὴν ἀστοργίαν κατηγορεῖν σφῶν τε αὐτῶν καὶ τῶν ἡγεμόνων, ὅτι παρὸν ἄλλοις τισὶ σώμασι κρῖναι τὴν μάχην εἰς ἐμφύλιον αἷμα καὶ συγγενικὸν ἄγος τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα κατέκλεισαν.
彼らは互いに近づくと、剣を盾持ちたちに渡し、駆け寄って泣きながら互いに抱き合い、最も親愛の情のこもった名前で呼び合った。 その結果、全員が涙を流し、他の人々の身をもってその戦いに決着をつけることが可能であったのに、両市のための戦いを、同族の血を流し親族を殺めるという不義の罪へと追い込んでしまったことについて、自分たち自身と指導者たちのあまりの無情さを非難するほどであった。
παυσάμενοι δὲ τῶν ἀσπασμῶν οἱ νεανίσκοι καὶ τὰ ξίφη παρὰ τῶν ὑπασπιστῶν λαβόντες ἀναχωρησάντων τῶν πέλας ἐτάξαντό τε καθʼ ἡλικίαν καὶ συνῄεσαν ὁμόσε.
抱擁を終えると、若者たちは盾持ちたちから剣を受け取り、傍にいた者たちが退いた後、年齢順に整列して互いに立ち向かった。