§3.16.1δέχεται δὴ τὴν παραίνεσιν ὁ Τύλλος καὶ δεχημέρους ποιησάμενος ἀνοχάς, ἐν αἷς βουλεύσεταί τε καὶ μαθὼν τὴν διάνοιαν τῶν Ὁρατίων ἀποκρινεῖται παρῆν εἰς τὴν πόλιν.
トゥルスはその勧告を受け入れ、十日間の休戦を結んだ。 その間に彼は相談し、ホラティウス兄弟の意向を確かめた上で返答することになっていたが、都市に戻った。
ταῖς δʼ ἑξῆς ἡμέραις βουλευσάμενος ἅμα τοῖς ἀρίστοις, ἐπειδὴ τοῖς πλείστοις ἔδοξε δέχεσθαι τὰς τοῦ Φουφεττίου προκλήσεις, μεταπέμπεται τοὺς τριδύμους ἀδελφοὺς καὶ λέγει πρὸς αὐτούς·
そして続く数日に最も有力な者たちと共に相談し、大多数の者がフフェティウスの提案を受け入れることに決めたので、彼は三つ子の兄弟を呼び出し、彼らに向かって言った。
§3.16.2ἄνδρες Ὁράτιοι, Φουφέττιος ὁ Ἀλβανὸς εἰς λόγους συνελθὼν ἐμοὶ τὴν τελευταίαν ἐπὶ στρατοπέδου σύνοδον ἔφη τοὺς προκινδυνεύσοντας ὑπὲρ ἑκατέρας πόλεως τρεῖς ἄνδρας ἀγαθοὺς κατὰ θείαν γεγενῆσθαι πρόνοιαν, ὧν οὐκ ἂν εὕροιμεν ἑτέρους οὔτε γενναιοτέρους οὔτε ἐπιτηδειοτέρους, Ἀλβανῶν μὲν Κορατίους, Ῥωμαίων δὲ ὑμᾶς·
「ホラティウスの諸君、アルバ人のフフェティウスは、陣営における前回の会合で私と会談した際、それぞれの都市を代表して危険に立ち向かうべき三人の勇士は、神の摂理によって用意されたのであり、彼ら以上に高潔でふさわしい者を他に見出すことはできない、と言った。 すなわち、アルバ人からはコラティウス兄弟、ローマ人からはあなた方である。
τοῦτό τε καταμαθὼν· αὐτὸς ἐξητακέναι πρῶτον εἰ βουλομένοις εἴη τοῖς ἀνεψιοῖς ὑμῶν ἐπιδοῦναι τὰ σώματα τῇ πατρίδι, μαθὼν δὲ αὐτοὺς ἀναδεχομένους τὸν ὑπὲρ ἁπάντων ἀγῶνα κατὰ πολλὴν προθυμίαν θαρρῶν εἰς μέσον ἐκφέρειν ἤδη τὸν λόγον, ἠξίου τε καὶ ἐμὲ πεῖραν ὑμῶν λαβεῖν, πότερον βουλήσεσθε προκινδυνεῦσαι τῆς πατρίδος ὁμόσε χωρήσαντες Κορατίοις ἢ §3.16.3παραχωρεῖτε τῆς φιλοτιμίας ταύτης ἑτέροις.
そして彼自身、このことに気づいて、まずあなた方のいとこたちが祖国のためにその身を捧げることを望んでいるかどうかを確かめてみたところ、彼らが全員のためのこの戦いを大いなる熱意をもって引き受けていることを知ったので、今や確信を持ってこの提案を公表することにしたのだ、と言い、また私に対しても、あなた方がコラティウス兄弟に立ち向かって祖国のために危険を冒して戦うことを望むのか、それともこの名誉ある役割を他の者に譲るのかを尋ねた。
ἐγὼ δὲ ἀρετῆς μὲν ἕνεκα καὶ τῆς κατὰ χεῖρα γενναιότητος, ἣν οὐ λανθάνουσαν ἔχετε, πάντων μάλιστα δεξομένους ὑμᾶς τὸν ὑπὲρ τῶν ἀριστείων κίνδυνον ἄρασθαι, δεδοικὼς μὴ τὸ πρὸς τοὺς Ἀλβανοὺς τριδύμους συγγενὲς ἐμπόδιον ὑμῖν γένηται τῆς προθυμίας, χρόνον ᾐτησάμην εἰς βουλὴν ἀνακωχὰς δεχημέρους ποιησάμενος·
私は、あなた方の徳と、あなた方が隠すことなく持っている武勇のゆえに、誰よりもあなた方が最高の名誉のための危険を引き受けるだろうと思ってはいたが、アルバ人の三つ子との血縁が、あなた方の熱意の妨げになるのではないかと恐れ、相談のための時間を求めて、十日間の休戦を結んだのだ。
ὡς δὲ ἀφικόμην δεῦρο τὴν βουλὴν συνεκάλεσα καὶ προὔθηκα περὶ τοῦ πράγματος ἐν κοινῷ σκοπεῖν·
そして、私がここへ到着すると元老院を招集し、この件について共同で検討するよう提案した。
δόξαν δὲ ταῖς πλείοσι γνώμαις, εἰ μὲν ἑκόντες ἀναδέχοισθε τὸν ἀγῶνα καλὸν ὄντα καὶ προσήκοντα ὑμῖν, ὃν ἐγὼ πρόθυμος ἤμην μόνος ὑπὲρ ἁπάντων διαγωνίσασθαι, ἐπαινεῖν τε καὶ δέχεσθαι τὴν χάριν ὑμῶν, εἰ δὲ τὸ συγγενὲς ἐντρεπόμενοι μίασμα, οὐ γὰρ δὴ κακοὶ ψυχὴν ὁμολογοῦντες εἶναι, τοὺς ἔξω τοῦ γένους ἀξιώσαιτε καλεῖν, μηδεμίαν ὑμῖν ἀνάγκην προσφέρειν.
そして多数意見により、次のように決定された。 もしあなた方が自ら進んで、この美しくあなた方にふさわしい戦い(私自身、全員のために単独でそれを戦い抜く熱意があったのだが)を引き受けるなら、あなた方を称賛し、その厚意を受け入れる。 しかし、もし親族殺しの穢れを恐れて(決して臆病者であることを認めるからではなく)、親族以外の者を呼び出すことを求めるなら、あなた方にいかなる強制も加えない、と。
ταῦτα τῆς· βουλῆς ψηφισαμένης καὶ οὔτε πρὸς ὀργὴν δεξομένης εἰ διʼ ὄκνου τὸ ἔργον λάβοιτε οὔτε μικρὰν χάριν εἰσομένης ὑμῖν εἰ τιμιωτέραν ἡγήσαισθε τῆς συγγενείας τὴν πατρίδα, τυγχάνετε εὖ βουλευσάμενοι.
元老院がこれらを議決し、もしあなた方がためらってその任務を受け止めたとしても怒りを向けることはなく、もしあなた方が親族関係よりも祖国をより尊いと考えるなら、小さからぬ感謝を寄せるであろうと決定したのだから、幸いにもあなた方には今、よく熟慮して決断を下す機会がある。 」