§3.17.1ὡς δὴ ταῦτʼ ἤκουσαν οἱ νεανίαι, μεταστάντες ἑτέρωσε καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους προσέρχονται πάλιν ἀποκρινούμενοι καὶ λέγει ὑπὲρ ἁπάντων ὁ πρεσβύτατος τοιάδε· εἰ μὲν ἐλευθέροις ἡμῖν οὖσι καὶ κυρίοις τῆς ἰδίας γνώμης ἐξουσίαν παρεῖχες, ὦ Τύλλε, βουλεύσασθαι περὶ τοῦ πρὸς τοὺς ἀνεψιοὺς ἀγῶνος, οὐθὲν ἔτι διαμελλήσαντες ἀπεκρινάμεθα ἄν σοι τοὺς ἑαυτῶν διαλογισμούς·
当年轻人们听到这些话后,他们退到一旁,彼此简短商议,随后再次走上前来准备答复,最年长者代表他们所有人如此说道:“图路斯啊,如果你允许我们这些自由且能支配自己意志的人,去自行考虑与表兄弟之间的战斗,我们绝不会再有丝毫迟疑,就会向你答复我们的想法。
ἐπειδὴ δὲ περίεστιν ἡμῖν ὁ πατήρ, οὗ χωρὶς οὐδὲ τἀλάχιστα λέγειν ἢ πράττειν ἀξιοῦμεν, αἰτούμεθά σε ὀλίγον ἀναδέξασθαι χρόνον τὴν ἀπόκρισιν ἡμῶν, ἕως τῷ πατρὶ διαλεχθῶμεν.
但是,既然我们的父亲仍然健在,没有他,我们认为连最微小的事情都不应该说或做,我们请求你宽限我们一点时间来作答,直到我们与父亲商量。
§3.17.2ἐπαινέσαντος δὲ τοῦ Τύλλου τὴν εὐσέβειαν αὐτῶν καὶ κελεύσαντος οὕτω ποιεῖν ἀπῄεσαν ὡς τὸν πατέρα.
” 图路斯赞扬了他们的孝心,并让他们这样做,于是他们便退去见父亲。
δηλώσαντες δὲ αὐτῷ τὰς προκλήσεις τοῦ Φουφεττίου καὶ οὓς ὁ Τύλλος διελέχθη λόγους καὶ τελευταίαν τὴν ἑαυτῶν ἀπόκρισιν ἠξίουν εἰπεῖν ἥντινα γνώμην αὐτὸς ἔχει.
他们向父亲说明了弗菲提乌斯的挑战、图路斯所说的话,以及最后他们自己的答复,并请求他表明自己有什么想法。
§3.17.3ὁ δὲ ὑπολαβών, Ἀλλʼ εὐσεβὲς μέν, ἔφη, πρᾶγμα ποιεῖτε, ὦ παῖδες, τῷ πατρὶ ζῶντες καὶ οὐδὲν ἄνευ τῆς ἐμῆς γνώμης διαπραττόμενοι, καιρὸς δὲ καὶ ὑμᾶς αὐτοὺς ἤδη περὶ ὑμῶν τά γε τηλικαῦτα φαίνεσθαι φρονοῦντας.
父亲接着说道:“孩子们,你们在父亲活着时尽孝,没有我的意见便什么也不做,这确实是敬虔之举;但现在也是时候,在如此重大的事情上,由你们自己表现出对自身事务的深思熟虑了。
ὑπολαβόντες οὖν τὸν ἐμὸν βίον ἤδη τέλος ἔχειν φανερὸν ποιήσατέ μοι, τί δή ποτʼ ἂν αὐτοὶ προείλεσθε πράττειν ἄνευ τοῦ πατρὸς περὶ τῶν ἰδίων βουλευσάμενοι.
因此,权且当我的生命已经走到了尽头,向我表明,如果要在没有父亲的情况下自行商议切身之事,你们自己究竟会选择怎么做。
§3.17.4ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβύτατος τοιάδε· ἐδεξάμεθʼ ἄν, ὦ πάτερ, τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα καὶ πάσχειν ὑπεμείναμεν ὅ τι ἂν δοκῇ τῷ δαιμονίῳ· τεθνάναι γὰρ ἂν βουλοίμεθα μᾶλλον ἢ ζῆν ἀνάξιοι γενόμενοι σοῦ τε καὶ τῶν προγόνων.
” 最年长者对他作了如此的回答:“父亲,我们本会接受这场为了霸权的战斗,并且甘愿承受神明所决定的一切;因为我们宁愿选择死亡,也不愿在变得不配于您和祖先的情况下苟活。
τὸ δὲ πρὸς τοὺς ἀνεψιοὺς συγγενὲς οὐχ ἡμεῖς πρότεροι λύσομεν, ἀλλʼ ὡς ὑπὸ τῆς τύχης διαλέλυται στέρξομεν.
至于我们与表兄弟之间的亲缘关系,我们绝不会先去破坏它,而会顺从它已被命运所拆散的事实。
§3.17.5εἰ γὰρ Κορατίοις ἔλαττον κρίνεται τοῦ καλοῦ τὸ συγγενές, οὐδὲ Ὁρατίοις τιμιώτερον φανήσεται τὸ γένος τῆς ἀρετῆς.
因为如果对库里亚提乌斯兄弟来说,亲情被看得低于荣誉,那么对奥拉提乌斯兄弟来说,宗族也不会显得比德行更珍贵。
ὁ δὲ πατὴρ ὡς ἔμαθε τὴν διάνοιαν αὐτῶν περιχαρὴς γενόμενος καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανὸν πολλὰς ἔφη χάριτας εἰδέναι τοῖς θεοῖς, ὅτι παῖδας ἔδωκαν αὐτῷ γενέσθαι καλοὺς καὶ ἀγαθούς· ἔπειτα περιλαβὼν ἕκαστον αὐτῶν καὶ τὰς ἡδίστας ἀποδοὺς ἀσπασμῶν τε καὶ φιλημάτων φιλοφροσύνας, Ἔχετʼ, ἔφη, καὶ τὴν ἐμὴν γνώμην, ὦ παῖδες ἀγαθοί, καὶ πορευθέντες ἀποκρίνασθε Τύλλῳ §3.17.6τήν τʼ εὐσεβῆ καὶ καλὴν ἀπόκρισιν.
”父亲得知他们的想法后,无比欣喜,他向天举起双手,说他非常感谢诸神,赐予他如此高尚而优秀的儿子;接着,他拥抱了他们每个人,给予了最甜蜜的拥抱和亲吻以示关爱,说道:“好孩子们,你们也得到了我的同意,去答复图路斯吧,做出那虔敬而高尚的答复。
οἱ μὲν δὴ χαίροντες ἐπὶ τῇ παρακελεύσει τοῦ πατρὸς ἀπῄεσαν καὶ προσελθόντες τῷ βασιλεῖ ἀναδέχονται τὸν ἀγῶνα, κἀκεῖνος συγκαλέσας τὴν βουλὴν καὶ πολλοὺς ἐπαίνους τῶν νεανίσκων διαθέμενος ἀποστέλλει πρέσβεις πρὸς τὸν Ἀλβανὸν τοὺς δηλώσοντας, ὅτι δέχονται Ῥωμαῖοι τὴν αἵρεσιν καὶ παρέξονται τοὺς Ὁρατίους διαγωνιουμένους ὑπὲρ τῆς ἀρχῆς.
”他们因父亲的鼓励而欢欣地退下,来到国王面前接受了这场战斗。 国王召集了元老院,并对年轻人大加赞赏,随后派遣使者前往阿尔巴人那里宣告:罗马人接受这一选择,并将派奥拉提乌斯兄弟为统治权而战。