§3.11.1τοιαῦτα τοῦ Φουφεττίου λέξαντος παραλαβὼν ὁ Τύλλος τὸν λόγον εἶπε·
フフェティウスがこのように語ると、トゥッルスは話を引き継いで言った。
τὸ μὲν ἐκ φύσεως καὶ προγόνων ἀρετῆς δίκαιον, ὦ Φουφέττιε καὶ ὑμεῖς ἄνδρες Ἀλβανοί, κοινὸν ἀμφοτέροις ἡμῖν·
「フフェティウスよ、そしてアルバの男たちよ、自然と祖先の徳に基づく正当な権利は、我々双方に共通している。
τοὺς αὐτοὺς γὰρ εὐχόμεθα προγόνους ἑκάτεροι, ὥστε οὐδὲν δεῖ τούτου χάριν οὔτε πλέον ἡμῶν ἔχειν τοὺς ἑτέρους οὔτʼ ἔλαττον.
なぜなら、我々はそれぞれ同じ祖先をもつと称しているからであり、したがって、これを理由に一方が他方より多くを得ることも少なく得ることも必要ない。
τὸ δὲ ἄρχειν ἐκ παντὸς τῶν ἀποικιῶν τὰς μητροπόλεις ὡς ἀναγκαῖόν τι φύσεως νόμιμον οὔτε ἀληθὲς οὔτε δίκαιον ἠξιοῦτο ὑφʼ ὑμῶν·
しかし、本国が植民都市を何としても支配することが、自然の不可避な法則であるというあなたがたの主張は、真実でもなければ正当でもない。
§3.11.2πολλά γέ τοι φῦλά ἐστιν ἀνθρώπων, παρʼ οἷς αἱ μητροπόλεις οὐκ ἄρχουσιν ἀλλʼ ὑποτάττονται ταῖς ἀποικίαις.
実際、多くの人間たちの民族において、本国が支配するのではなく、むしろ植民都市に従属している。
μέγιστον δὲ καὶ φανερώτατον τοῦ λόγου τοῦδε παράδειγμα ἡ Σπαρτιατῶν πόλις οὐ τῶν ἄλλων μόνον ἄρχειν ἀξιοῦσα Ἑλλήνων, ἀλλὰ καὶ τοῦ Δωρικοῦ γένους ὅθεν ἀπῳκίσθη.
この議論の最大かつ最も明白な例はスパルタ人の都市であり、彼らは他のギリシア人たちを支配することを当然と考えているだけでなく、自らがそこから送り出されたドリス人の系統をも支配している。
καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν;
他のことについて語る必要がどこにあろうか。
αὐτοὶ γὰρ ὑμεῖς οἱ τὴν ἡμετέραν πόλιν ἀποικίσαντες Λαουϊνιατῶν ἐστε ἄποικοι.
我々の都市を植民したあなたがた自身が、ラウィニウム人の植民者なのだから。
§3.11.3εἰ δὴ φύσεώς ἐστι νόμος ἄρχειν τῆς ἀποικίας τὴν μητρόπολιν, οὐκ ἂν φθάνοιεν ἀμφοτέροις ἡμῖν Λαουϊνιᾶται τὰ δίκαια τάττοντες;
もし本当に本国が植民都市を支配することが自然の法であるならば、ラウィニウム人が我々双方に対して支配の法を定めるのに、少しも遅れはしないのではないか。
πρὸς μὲν δὴ τὸ πρῶτον ὑμῶν δικαίωμα καὶ πλείστην ἔχον εὐπροσωπίαν ταῦθʼ ἱκανά·
あなたがたの、最も見栄えの良い最初の正当化に対しては、これらで十分である。
ἐπειδὴ δὲ καὶ τοὺς βίους τῶν πόλεων ἀντιπαρεξετάζειν ἀλλήλοις ἐπεχείρεις, ὦ Φουφέττιε, λέγων ὅτι τὸ μὲν Ἀλβανῶν εὐγενὲς ὅμοιον ἀεὶ διαμένει, τὸ δʼ ἡμέτερον ἐξέφθαρται ταῖς ἐπιμιξίαις τοῦ ἀλλοφύλου, καὶ οὐκ ἠξίους ἄρχειν τῶν γνησίων τοὺς νόθους οὐδὲ τῶν αὐθιγενῶν τοὺς ἐπήλυδας, μάθε καὶ κατὰ τοῦτο ἁμαρτάνων μάλιστα τὸ δικαίωμα.
しかし、フフェティウスよ、あなたが両都市の生活のあり方を互いに比較しようとし、アルバ人の高潔な血統は常に変わらずに維持されているが、我々のそれは異民族との混交によって台無しにされていると述べ、庶子が嫡子を、あるいは外来者が土着の者を支配することはふさわしくないと主張したのだから、この正当化においてもあなたが大いに誤っていることを知りなさい。
§3.11.4ἡμεῖς γὰρ τοσούτου δέομεν αἰσχύνεσθαι κοινὴν ἀναδείξαντες τὴν πόλιν τοῖς βουλομένοις, ὥστε καὶ σεμνυνόμεθα ἐπὶ τούτῳ μάλιστα τῷ ἔργῳ, οὐκ αὐτοὶ τοῦ ζήλου τοῦδε ἄρξαντες, παρὰ δὲ τῆς Ἀθηναίων πόλεως τὸ παράδειγμα λαβόντες, ἧς μέγιστον κλέος ἐν Ἕλλησίν ἐστι, καὶ διὰ τοῦτο οὐχ ἥκιστα εἰ μὴ καὶ
なぜなら、我々は望む者すべてに都市を解放して共有のものとしたことを恥じるどころか、むしろこの行為を最も誇りに思っており、我々自身がこの熱意を始めたのではなく、ギリシア人の間で最大の栄光をもつアテナイ人の都市からその例を得たのであり、このことによってこそ、彼らの国制は最も大いなる栄光を得ているのである。
§3.11.5μάλιστα τὸ πολίτευμα. καὶ τὸ πρᾶγμα ἡμῖν πολλῶν γενόμενον ἀγαθῶν αἴτιον οὔτʼ ἐπίμεμψιν οὔτε μεταμέλειαν ὡς ἡμαρτηκόσι φέρει, ἄρχει τε καὶ βουλεύει καὶ τὰς ἄλλας τιμὰς καρποῦται παρʼ ἡμῖν οὐχ ὁ πολλὰ χρήματα κεκτημένος οὐδὲ ὁ πολλοὺς πατέρας ἐπιχωρίους ἐπιδεῖξαι δυνάμενος, ἀλλʼ ὅστις ἂν ᾖ τούτων τῶν τιμῶν ἄξιος.
そしてこのことは我々に多くの恩恵をもたらし、誤りを犯したとして非難や後悔をもたらすことはない。 我々の間では、多くの財産を所有している者や、地元の祖先を多く示すことができる者ではなく、これら名誉にふさわしい者が支配し、評議し、他の名誉を享受している。
οὐ γὰρ ἐν ἄλλῳ τινὶ τὴν ἀνθρωπίνην εὐγένειαν ὑπάρχειν νομίζομεν, ἀλλʼ ἐν ἀρετῇ.
なぜなら、我々は人間の高貴さが他のいかなるものにではなく、徳に存在すると考えているからである。
ὁ δὲ ἄλλος ὄχλος σῶμα τῆς πόλεώς ἐστιν ἰσχὺν καὶ δύναμιν τοῖς βουλευθεῖσιν ὑπὸ τῶν κρατίστων παρεχόμενος.
その他の大衆は都市の身体であり、最も優れた者たちによって決議されたことに力と強さを与えるものである。
μεγάλη τε ἡμῶν ἡ πόλις ἐκ μικρᾶς καὶ φοβερὰ τοῖς περιοίκοις ἐξ εὐκαταφρονήτου διὰ ταύτην τὴν φιλανθρωπίαν γέγονε, τῆς τε ἡγεμονίας, ὑπὲρ ἧς τῶν ἄλλων Λατίνων οὐδεὶς ἀντιποιεῖται πρὸς ἡμᾶς, τοῦτο Ῥωμαίοις τὸ πολίτευμα ἦρξεν οὗ §3.11.6σὺ κατηγόρεις, ὦ Φουφέττιε.
我々の都市が、この人間愛のおかげで、小さなものから巨大なものへと成長し、侮るべきものから近隣住民にとって恐るべきものとなったのであり、他のラティウム人の誰も我々に対して争うことのないこの覇権も、フフェティウスよ、あなたが非難したこの国制こそが、ローマ人にこれをもたらしたのである。
ἐν ἰσχύι γὰρ ὅπλων κεῖται τὸ τῶν πόλεων κράτος, αὕτη δʼ ἐκ πολλῶν σωμάτων γίνεται·
なぜなら、都市の力は武器の強さに依存しており、その強さは多くの身体から生じるからである。
ταῖς δὲ μικραῖς καὶ ὀλιγανθρώποις καὶ διὰ τοῦτο ἀσθενέσιν οὐκ ἔστιν ἄρχειν ἑτέρων,
小さく、人口が少なく、それゆえに脆弱な都市には、他者を支配することはできない。