Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.11.1-3.11.6

图卢斯的反驳与罗马霸权的正当性

第 178 段,共 962 段 · 希腊语

内容简介

图路斯通过历史实例反驳了母邦理应统治殖民地的阿尔巴式主张,并强调罗马包容性的国制与唯贤是用才是其力量与霸权的源泉。

§3.11.1τοιαῦτα τοῦ Φουφεττίου λέξαντος παραλαβὼν ὁ Τύλλος τὸν λόγον εἶπε· τὸ μὲν ἐκ φύσεως καὶ προγόνων ἀρετῆς δίκαιον, ὦ Φουφέττιε καὶ ὑμεῖς ἄνδρες Ἀλβανοί, κοινὸν ἀμφοτέροις ἡμῖν·
当福费提乌斯这样说完后,图路斯接过来发言道:“福费提乌斯,以及你们阿尔巴的男子汉们,源于自然和祖先美德的正义,对我们双方来说是共同的。
τοὺς αὐτοὺς γὰρ εὐχόμεθα προγόνους ἑκάτεροι, ὥστε οὐδὲν δεῖ τούτου χάριν οὔτε πλέον ἡμῶν ἔχειν τοὺς ἑτέρους οὔτʼ ἔλαττον.
因为我们双方都自称拥有相同的祖先,所以没有任何必要因此让一方比另一方获得更多或更少。
τὸ δὲ ἄρχειν ἐκ παντὸς τῶν ἀποικιῶν τὰς μητροπόλεις ὡς ἀναγκαῖόν τι φύσεως νόμιμον οὔτε ἀληθὲς οὔτε δίκαιον ἠξιοῦτο ὑφʼ ὑμῶν·
然而,关于母邦无论如何都必须统治其殖民地作为某种必然的自然法则的主张,被你们认为理所当然,但这既不真实,也不公正。
§3.11.2πολλά γέ τοι φῦλά ἐστιν ἀνθρώπων, παρʼ οἷς αἱ μητροπόλεις οὐκ ἄρχουσιν ἀλλʼ ὑποτάττονται ταῖς ἀποικίαις.
事实上,在许多人类族群中,母邦不仅不进行统治,反而臣服于其殖民地。
μέγιστον δὲ καὶ φανερώτατον τοῦ λόγου τοῦδε παράδειγμα ἡ Σπαρτιατῶν πόλις οὐ τῶν ἄλλων μόνον ἄρχειν ἀξιοῦσα Ἑλλήνων, ἀλλὰ καὶ τοῦ Δωρικοῦ γένους ὅθεν ἀπῳκίσθη.
这一论点最大且最显而易见的例证就是斯巴达人的城邦,他们不仅要求统治其他希腊人,甚至还要统治他们所由以殖民而来的多利安人种族。
καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν;
又何必谈论其他城邦呢?
αὐτοὶ γὰρ ὑμεῖς οἱ τὴν ἡμετέραν πόλιν ἀποικίσαντες Λαουϊνιατῶν ἐστε ἄποικοι.
因为你们这些对我们的城市进行殖民的人自己,就是拉维尼乌姆人的殖民者。
§3.11.3εἰ δὴ φύσεώς ἐστι νόμος ἄρχειν τῆς ἀποικίας τὴν μητρόπολιν, οὐκ ἂν φθάνοιεν ἀμφοτέροις ἡμῖν Λαουϊνιᾶται τὰ δίκαια τάττοντες;
如果母邦统治殖民地确实是自然的法则,那么拉维尼乌姆人岂不早就应该为我们双方制定规矩了吗?
πρὸς μὲν δὴ τὸ πρῶτον ὑμῶν δικαίωμα καὶ πλείστην ἔχον εὐπροσωπίαν ταῦθʼ ἱκανά·
对于你们第一个、也是最具有体面外表的正当理由,这些反驳已经足够了。
ἐπειδὴ δὲ καὶ τοὺς βίους τῶν πόλεων ἀντιπαρεξετάζειν ἀλλήλοις ἐπεχείρεις, ὦ Φουφέττιε, λέγων ὅτι τὸ μὲν Ἀλβανῶν εὐγενὲς ὅμοιον ἀεὶ διαμένει, τὸ δʼ ἡμέτερον ἐξέφθαρται ταῖς ἐπιμιξίαις τοῦ ἀλλοφύλου, καὶ οὐκ ἠξίους ἄρχειν τῶν γνησίων τοὺς νόθους οὐδὲ τῶν αὐθιγενῶν τοὺς ἐπήλυδας, μάθε καὶ κατὰ τοῦτο ἁμαρτάνων μάλιστα τὸ δικαίωμα.
但是,福费提乌斯,既然你也试图将两座城市的生存方式相互对比,说阿尔巴人的高贵血统始终保持着纯洁,而我们的血统却因与异族混交而败坏,并且认为庶出者统治嫡出者、外来者统治土著人是不妥当的,那么你就要明白,在这一点上,你的正当理由错得最为严重。
§3.11.4ἡμεῖς γὰρ τοσούτου δέομεν αἰσχύνεσθαι κοινὴν ἀναδείξαντες τὴν πόλιν τοῖς βουλομένοις, ὥστε καὶ σεμνυνόμεθα ἐπὶ τούτῳ μάλιστα τῷ ἔργῳ, οὐκ αὐτοὶ τοῦ ζήλου τοῦδε ἄρξαντες, παρὰ δὲ τῆς Ἀθηναίων πόλεως τὸ παράδειγμα λαβόντες, ἧς μέγιστον κλέος ἐν Ἕλλησίν ἐστι, καὶ διὰ τοῦτο οὐχ ἥκιστα εἰ μὴ καὶ
因为我们远不至于为向所有愿意来的人开放我们的城市而感到羞耻,反而对这一举措最为自豪。
§3.11.5μάλιστα τὸ πολίτευμα.
我们自己并不是这种热忱的开创者,而是从雅典人的城市那里得到了榜样,雅典人的城市在希腊人中享有最大的名望,而且在很大程度上——如果不是最为突出的话——其国制获得了威名。
καὶ τὸ πρᾶγμα ἡμῖν πολλῶν γενόμενον ἀγαθῶν αἴτιον οὔτʼ ἐπίμεμψιν οὔτε μεταμέλειαν ὡς ἡμαρτηκόσι φέρει, ἄρχει τε καὶ βουλεύει καὶ τὰς ἄλλας τιμὰς καρποῦται παρʼ ἡμῖν οὐχ ὁ πολλὰ χρήματα κεκτημένος οὐδὲ ὁ πολλοὺς πατέρας ἐπιχωρίους ἐπιδεῖξαι δυνάμενος, ἀλλʼ ὅστις ἂν ᾖ τούτων τῶν τιμῶν ἄξιος.
而这一做法为我们带来了诸多福祉,既没有带来指责,也没有让我们像犯了错一样感到后悔。
οὐ γὰρ ἐν ἄλλῳ τινὶ τὴν ἀνθρωπίνην εὐγένειαν ὑπάρχειν νομίζομεν, ἀλλʼ ἐν ἀρετῇ.
在我们这里,统治、议事并享有其他荣誉职位的,既不是拥有巨额财富的人,也不是能够展示许多本地祖先的人,而是任何配得上这些荣誉的人。
ὁ δὲ ἄλλος ὄχλος σῶμα τῆς πόλεώς ἐστιν ἰσχὺν καὶ δύναμιν τοῖς βουλευθεῖσιν ὑπὸ τῶν κρατίστων παρεχόμενος.
因为我们认为,人类的高贵不存在于任何其他事物中,而只存在于美德之中。
μεγάλη τε ἡμῶν ἡ πόλις ἐκ μικρᾶς καὶ φοβερὰ τοῖς περιοίκοις ἐξ εὐκαταφρονήτου διὰ ταύτην τὴν φιλανθρωπίαν γέγονε, τῆς τε ἡγεμονίας, ὑπὲρ ἧς τῶν ἄλλων Λατίνων οὐδεὶς ἀντιποιεῖται πρὸς ἡμᾶς, τοῦτο Ῥωμαίοις τὸ πολίτευμα ἦρξεν οὗ
其余的大众则是城邦的身体,为最优秀者所决定的事务提供力量和权能。
§3.11.6σὺ κατηγόρεις, ὦ Φουφέττιε.
正是由于这种仁爱,我们的城市才得以从小变大,从令人轻视变得让邻里畏惧;而至于那没有任何其他拉丁人与我们争夺的霸权,也正是由你所控诉的这一国制,福费提乌斯,为罗马人奠定了基础。
ἐν ἰσχύι γὰρ ὅπλων κεῖται τὸ τῶν πόλεων κράτος, αὕτη δʼ ἐκ πολλῶν σωμάτων γίνεται· ταῖς δὲ μικραῖς καὶ ὀλιγανθρώποις καὶ διὰ τοῦτο ἀσθενέσιν οὐκ ἔστιν ἄρχειν ἑτέρων,
因为城邦的权力在于武力的强弱,而这又源于众多的人口;对于那些规模小、人口稀少并因此而软弱无力的城邦,是无法统治他人的。

词汇与语法注释

  1. 436οὐκ ἂν φθάνοιεν... τάττοντες — 动词 φθάνω 连用分词,并带有否定词 οὐκ 和表示推测的 ἄν,是一种表示动作紧迫性或必然性的惯用结构(“毫不延迟地立即做某事”)。在此处作为反问句,意指“拉维尼乌姆人难道不会立刻(最先)为我们双方行使统治权、制定规则吗?”
  2. 436τοσούτου δέομεν αἰσχύνεσθαι — 惯用结构 τοσούτου δέω 连用不定式,意为“远非/绝不做某事”。配合后半句的结果从句 ὥστε,形成“不仅不感到羞耻,反而深感自豪”的强烈对比。此处动词为第一人称复数现在时 δέομεν,与主语 ἡμεῖς 一致。
  3. p.v.1p.291τοῦτο Ῥωμαίοις τὸ πολίτευμα ἦρξεν οὗ σὺ κατηγόρεις — 动词 ἄρχω 在此接属格,意为“成为……的开端/源泉”或“带来”。此处关系代词 οὗ 代指前文的属格先行词 ἡγεμονίας,或者受 ἄρχω 支配而呈属格。直译为:“正是你所控诉的这一国制,为罗马人带来了(霸权的)开端。”

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.11.1-3.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.11.1-3.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。