§3.10.1ταῦτʼ ἀκούσας ὁ Φουφέττιος χρόνον εἰς βουλὴν ᾐτήσατο, καὶ μεταστὰς ἐκ τοῦ συλλόγου μετὰ τῶν παρόντων Ἀλβανῶν εἰ χρὴ δέχεσθαι τὰς αἱρέσεις ἐσκόπει.
Having heard this, Fufetius requested time for deliberation, and having withdrawn from the assembly with the Albans present, he considered whether they ought to accept the proposals.
ὡς δὲ τὰς ἁπάντων γνώμας ἔλαβεν, ἐπιστρέψας αὖθις εἰς τὸν σύλλογον ἔλεξεν· ἡμῖν μέν, ὦ Τύλλε, τὴν μὲν πατρίδα καταλιπεῖν οὐ δοκεῖ οὐδʼ ἐξερημοῦν ἱερὰ πατρῷα καὶ προγονικὰς ἑστίας καὶ τόπον, ὃν ἐγγὺς ἐτῶν πεντακοσίων οἱ πατέρες ἡμῶν κατέσχον, καὶ ταῦτα μὴ πολέμου κατειληφότος ἡμᾶς μηδʼ ἄλλης θεοπέμπτου συμφορᾶς μηδεμιᾶς· ἓν δὲ καταστήσασθαι βουλευτήριον καὶ μίαν εἶναἰ
When he had received the opinions of everyone, he returned again to the assembly and spoke: "To us, Tullus, it does not seem good to leave our fatherland, nor to abandon and lay waste to our ancestral temples and ancestral hearths and the place which our fathers have possessed for nearly five hundred years, especially since no war has overtaken us nor any other heaven-sent calamity; but to establish one council and that there be one city which shall rule the other does not displease us.
§3.10.2τὴν ἄρξουσαν τῆς ἑτέρας πόλιν οὐκ ἀπαρέσκει. γραφέσθω δὴ καὶ τοῦτο τὸ μέρος ἐν ταῖς συνθήκαις, ει δοκεῖ, καὶ πᾶσα ἀναιρείσθω πολέμου πρόφασις. ὡς δὲ συνέβησαν ἐπὶ τούτοις, περὶ τῆς μελλούσης τὴν ἡγεμονίαν παραλήψεσθαι πόλεως διεφέροντο, καὶ πολλοὶ ἐλέχθησαν εἰς τοῦτο λόγοι παρʼ ἀμφοτέρων δικαιοῦντος ἑκατέρου τὴν αὑτοῦ πόλιν ἄρχειν τῆς ἑτέρας.
Let this part also be written in the treaty, if it seems good, and let every pretext for war be removed." When they had agreed on these terms, they began to dispute about which city was to assume the hegemony, and many arguments were spoken on this subject by both sides, each justifying that his own city should rule the other.
ὁ μὲν οὖν Ἀλβανὸς τοιαῦτα προίσχετο δίκαια· §3.10.3ἡμεῖς, ὦ Τύλλε, καὶ τῆς μὲν ἄλλης ἄρχειν ἄξιοί ἐσμεν Ἰταλίας, ὅτι ἔθνος Ἑλληνικὸν καὶ μέγιστον τῶν κατοικούντων τήνδε τὴν γῆν ἐθνῶν παρεχόμεθα, τοῦ δὲ Λατίνων ἔθνους, εἰ καὶ μηδενὸς τῶν ἄλλων, ἡγεῖσθαι δικαιοῦμεν οὐκ ἄτερ αἰτίας, ἀλλὰ κατὰ τὸν κοινὸν ἀνθρώπων νόμον, ὃν ἡ φύσις ἔδωκεν ἅπασι, τῶν ἐκγόνων ἄρχειν τοὺς προγόνους.
The Alban leader, then, put forward such claims of justice: "We, Tullus, are worthy to rule both the rest of Italy, because we present a Greek race, and the greatest of the races inhabiting this land; and as for leading the Latin race, even if we have no right to lead any of the others, we justify this not without cause, but according to the common law of mankind, which nature has given to all, namely, that ancestors should rule their descendants.
ὑπὲρ ἁπάσας δὲ τὰς ἄλλας ἀποικίας, αἷς μέχρι τοῦ παρόντος οὐδὲν ἐγκαλοῦμεν, τῆς ὑμετέρας οἰόμεθα δεῖν πόλεως ἄρχειν οὐ πρὸ πολλοῦ τὴν ἀποικίαν εἰς αὐτὴν ἀπεσταλκότες, ὥστε ἐξίτηλον εἶναι ἤδη τὸ ἀφʼ ἡμῶν γένος ὑπὸ χρόνου παλαιωθέν, ἀλλὰ τῇ τρίτῃ πρὸ ταύτης γενεᾷ.
And above all other colonies, against which up to the present we have no complaint, we think we ought to rule your city, since we sent out the colony to it not long ago, so that the race descended from us has already become extinct, weakened by time, but in the third generation before this one.
ἐὰν δὲ ἀναστρέψασα τὰς ἀνθρωπίνας δικαιώσεις ἡ φύσις τὰ νέα τάξῃ τῶν πρεσβυτέρων ἄρχειν καὶ τὰ ἔκγονα τῶν προγόνων, τότε καὶ ἡμεῖς ἀνεξόμεθα τὴν μητρόπολιν ὑπὸ τῆς ἀποικίας ἀρχομένην, πρότερον δὲ οὔ.
But if nature, reversing human justifications, should order the young to rule over the elders and the descendants over their ancestors, then we too will tolerate that the mother city be ruled by the colony, but not before.
§3.10.4ἓν μὲν δὴ τοῦτο τὸ δικαίωμα παρεχόμενοι τῆς ἀρχῆς οὐκ ἂν ἀποσταίημεν ὑμῖν ἑκόντες ἕτερον δὲ τοιόνδε· δέξασθε δὲ αὐτὸ μὴ ὡς ἐπὶ διαβολῇ καὶ ὀνειδισμῷ τῷ ὑμετέρῳ λεγόμενον, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα· ὅτι τὸ μὲν Ἀλβανῶν γένος οἷον ἦν ἐπὶ τῶν κτισάντων τὴν πόλιν, τοιοῦτον ἕως τῶν καθʼ ἡμᾶς χρόνων διαμένει, καὶ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι φῦλον ἀνθρώπων οὐδὲν ἔξω τοῦ Ἑλληνικοῦ τε καὶ τοῦ Λατίνων, ᾧ τῆς πολιτείας μεταδεδώκαμεν· ὑμεῖς δὲ τὴν ἀκρίβειαν τοῦ παρʼ ἑαυτοῖς πολιτεύματος διεφθάρκατε Τυρρηνούς τε ὑποδεξάμενοι καὶ Σαβίνους καὶ ἄλλους τινὰς ἀνεστίους καὶ πλάνητας καὶ βαρβάρους πάνυ πολλούς, ὥστε ὀλίγον τὸ γνήσιον ὑμῶν ἐστιν ὅσον ἀφʼ ἡμῶν ὡρμήθη, μᾶλλον δὲ πολλοστὸν τοῦ
Providing, then, this one claim of justice for our rule, we would not willingly yield to you; and the second is as follows—and receive it not as spoken for your slander and reproach, but for the sake of necessity—namely, that the race of the Albans remains such as it was under those who founded the city, down to our own times, and no one could point to any tribe of men outside the Greek and the Latin to whom we have granted citizenship; whereas you have corrupted the purity of your constitution by admitting Tyrrhenians, Sabines, and certain other homeless wanderers and very many barbarians, so that the genuine part of you, which set out from us, is small, or rather a very small fraction of the imported and foreign element.
§3.10.5ἐπεισάκτου τε καὶ ἀλλοφύλου. εἰ δὲ ἡμεῖς παραχωρήσαιμεν ὑμῖν τῆς ἀρχῆς, τὸ νόθον ἄρξει τοῦ γνησίου καὶ τὸ βάρβαρον τοῦ Ἑλληνικοῦ καὶ τὸ ἐπείσακτον τοῦ αὐθιγενοῦς.
And if we should yield the rule to you, the illegitimate will rule the genuine, the barbarian the Greek, and the imported the indigenous.
οὐδὲ γὰρ ἂν τοῦτο ἔχοιτε εἰπεῖν, ὅτι τὸν μὲν ἔπηλυν ὄχλον οὐδενὸς εἰάκατε εἶναι τῶν κοινῶν κύριον, ἄρχετε δʼ αὐτοὶ τῆς πόλεως καὶ βουλεύετε οἱ αὐθιγενεῖς· ἀλλὰ καὶ βασιλεῖς ἀποδείκνυτε ξένους, καὶ τῆς βουλῆς τὸ πλεῖστον ὑμῖν ἐστιν ἐκ τῶν ἐπηλύδων, ὧν οὐδὲν ἂν φήσαιτε ἑκόντες ὑπομένειν.
For you cannot even say this, that you have not allowed the immigrant crowd to be master of any public affairs, and that you the indigenous yourselves rule the city and deliberate; but you even appoint foreign kings, and the greatest part of your senate is from the immigrants, none of which things would you say you tolerate willingly.
τίς γὰρ ἑκουσίως ἄρχεται τῶν κρειττόνων ὑπὸ τοῦ χείρονος;
For who willingly is ruled by a worse person when he is better?
πολλὴ δὴ μωρία καὶ κακότης, ἃ διʼ ἀνάγκην φαίητʼ ἂν ὑμεῖς ὑπομένειν, §3.10.6ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι.
It would indeed be great folly and baseness for us to accept willingly those things which you would say you tolerate through necessity.
τελευταῖός μοι λόγος ἐστίν, ὅτι τῆς Ἀλβανῶν πόλεως οὐθὲν ἔτι παρακινεῖ μέρος τοῦ πολιτεύματος ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένης καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσης, ἡ δʼ ὑμετέρα πόλις ἀδιακόσμητός ἐστιν ἔτι καὶ ἀδιάτακτος, ἅτε νεόκτιστος οὖσα καὶ ἐκ πολλῶν συμφορητὸς ἐθνῶν, ᾗ μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα ὥσπερ νῦν.
My last argument is that no part of the constitution of the Albans is yet disturbed, though it has been inhabited for the eighteenth generation already and performs all the customary and ancestral rites in order; whereas your city is still unorganized and unregulated, since it is newly founded and a collection from many nations, which needs long periods of time and all kinds of trials in order to be settled and to cease being disturbed and in sedition as it is now.
ἅπαντες δʼ ἂν εἴποιεν ὅτι δεῖ τὰ καθεστηκότα τῶν ταραττομένων καὶ τὰ πεπειραμένα τῶν ἀδοκιμάστων καὶ τὰ ὑγιαίνοντα τῶν νοσούντων ἄρχειν· οἷς ὑμεῖς τἀναντία ἀξιοῦντες οὐκ ὀρθῶς ποιεῖτε.
And everyone would say that the established ought to rule the disturbed, and the experienced the untried, and the healthy the diseased; in demanding the opposite of which, you do not act rightly."