Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.10.1-3.10.6

霸权之争与福费提乌斯主张阿尔巴的统领权

第 177 段,共 962 段 · 希腊语

内容简介

福费提乌斯同意将两国统一作为与罗马和解的条件,但双方就由谁掌握领导权产生了争议。他以阿尔巴在历史、血统纯洁性以及国制稳定性上优于罗马为由,主张阿尔巴统治的正当性。

§3.10.1ταῦτʼ ἀκούσας ὁ Φουφέττιος χρόνον εἰς βουλὴν ᾐτήσατο, καὶ μεταστὰς ἐκ τοῦ συλλόγου μετὰ τῶν παρόντων Ἀλβανῶν εἰ χρὴ δέχεσθαι τὰς αἱρέσεις ἐσκόπει.
福费提乌斯听了这些话,请求给予时间商议,并与在场的阿尔巴人一起退出集会,考虑是否应当接受这些选择。
ὡς δὲ τὰς ἁπάντων γνώμας ἔλαβεν, ἐπιστρέψας αὖθις εἰς τὸν σύλλογον ἔλεξεν· ἡμῖν μέν, ὦ Τύλλε, τὴν μὲν πατρίδα καταλιπεῖν οὐ δοκεῖ οὐδʼ ἐξερημοῦν ἱερὰ πατρῷα καὶ προγονικὰς ἑστίας καὶ τόπον, ὃν ἐγγὺς ἐτῶν πεντακοσίων οἱ πατέρες ἡμῶν κατέσχον, καὶ ταῦτα μὴ πολέμου κατειληφότος ἡμᾶς μηδʼ ἄλλης θεοπέμπτου συμφορᾶς μηδεμιᾶς·
当他征得了所有人的意见后,再次返回集会说道:“图路斯啊,对我们来说,我们认为不应当离开祖国,也不应当使我们祖先的神圣祭祀、先祖的炉灶以及我们的父祖占有了近五百年的土地荒废。 更何况,既没有战争袭击我们,也没有任何其他神降的灾祸。
ἓν δὲ καταστήσασθαι βουλευτήριον καὶ μίαν εἶναἰ §3.10.2τὴν ἄρξουσαν τῆς ἑτέρας πόλιν οὐκ ἀπαρέσκει.
但是,设立一个单一的议会,并且有一个城市统治另一个城市,这并不使我们反感。
γραφέσθω δὴ καὶ τοῦτο τὸ μέρος ἐν ταῖς συνθήκαις, ει δοκεῖ, καὶ πᾶσα ἀναιρείσθω πολέμου πρόφασις.
因此,如果可以的话,就让这一条也写进协定中,并消除一切战争的借口。
ὡς δὲ συνέβησαν ἐπὶ τούτοις, περὶ τῆς μελλούσης τὴν ἡγεμονίαν παραλήψεσθαι πόλεως διεφέροντο, καὶ πολλοὶ ἐλέχθησαν εἰς τοῦτο λόγοι παρʼ ἀμφοτέρων δικαιοῦντος ἑκατέρου τὴν αὑτοῦ πόλιν ἄρχειν τῆς ἑτέρας.
” 当他们就这些条款达成一致时,又针对未来由哪个城市接管领导权产生了争议,双方为此发表了许多言论,各自论证自己的城市统治另一个城市是正当的。
ὁ μὲν οὖν Ἀλβανὸς τοιαῦτα προίσχετο δίκαια· §3.10.3ἡμεῖς, ὦ Τύλλε, καὶ τῆς μὲν ἄλλης ἄρχειν ἄξιοί ἐσμεν Ἰταλίας, ὅτι ἔθνος Ἑλληνικὸν καὶ μέγιστον τῶν κατοικούντων τήνδε τὴν γῆν ἐθνῶν παρεχόμεθα, τοῦ δὲ Λατίνων ἔθνους, εἰ καὶ μηδενὸς τῶν ἄλλων, ἡγεῖσθαι δικαιοῦμεν οὐκ ἄτερ αἰτίας, ἀλλὰ κατὰ τὸν κοινὸν ἀνθρώπων νόμον, ὃν ἡ φύσις ἔδωκεν ἅπασι, τῶν ἐκγόνων ἄρχειν τοὺς προγόνους.
阿尔巴人的领袖便提出了如下的正当理由: “图路斯啊,我们不仅有资格统治意大利的其他地区,因为我们展现了希腊血统,并且是居住在这片土地上的诸民族中最伟大的,而且我们有理由领导拉丁民族,即便不能领导其他任何民族,这也绝非毫无根据,而是根据人类的共同法律——这是自然赋予所有人的,即先祖统治子孙。
ὑπὲρ ἁπάσας δὲ τὰς ἄλλας ἀποικίας, αἷς μέχρι τοῦ παρόντος οὐδὲν ἐγκαλοῦμεν, τῆς ὑμετέρας οἰόμεθα δεῖν πόλεως ἄρχειν οὐ πρὸ πολλοῦ τὴν ἀποικίαν εἰς αὐτὴν ἀπεσταλκότες, ὥστε ἐξίτηλον εἶναι ἤδη τὸ ἀφʼ ἡμῶν γένος ὑπὸ χρόνου παλαιωθέν, ἀλλὰ τῇ τρίτῃ πρὸ ταύτης γενεᾷ.
而相比于所有其他直到目前我们都无可指责的殖民城市,我们认为更应该统治你们的城市,因为我们向那里派遣殖民并不是很久以前的事,以至于源自我们的血统已经因时间久远而消亡,而是在这之前的第三代。
ἐὰν δὲ ἀναστρέψασα τὰς ἀνθρωπίνας δικαιώσεις ἡ φύσις τὰ νέα τάξῃ τῶν πρεσβυτέρων ἄρχειν καὶ τὰ ἔκγονα τῶν προγόνων, τότε καὶ ἡμεῖς ἀνεξόμεθα τὴν μητρόπολιν ὑπὸ τῆς ἀποικίας ἀρχομένην, πρότερον δὲ οὔ.
如果自然颠倒了人类的正义,规定年轻者统治年长者、子孙统治先祖,那么到那时我们也会容忍母邦被殖民城市统治,但在那之前决不容忍。
§3.10.4ἓν μὲν δὴ τοῦτο τὸ δικαίωμα παρεχόμενοι τῆς ἀρχῆς οὐκ ἂν ἀποσταίημεν ὑμῖν ἑκόντες ἕτερον δὲ τοιόνδε·
我们提出这第一个关于统治的正当理由,绝不会自愿让给你们。
δέξασθε δὲ αὐτὸ μὴ ὡς ἐπὶ διαβολῇ καὶ ὀνειδισμῷ τῷ ὑμετέρῳ λεγόμενον, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα· ὅτι τὸ μὲν Ἀλβανῶν γένος οἷον ἦν ἐπὶ τῶν κτισάντων τὴν πόλιν, τοιοῦτον ἕως τῶν καθʼ ἡμᾶς χρόνων διαμένει, καὶ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι φῦλον ἀνθρώπων οὐδὲν ἔξω τοῦ Ἑλληνικοῦ τε καὶ τοῦ Λατίνων, ᾧ τῆς πολιτείας μεταδεδώκαμεν· ὑμεῖς δὲ τὴν ἀκρίβειαν τοῦ παρʼ ἑαυτοῖς πολιτεύματος διεφθάρκατε Τυρρηνούς τε ὑποδεξάμενοι καὶ Σαβίνους καὶ ἄλλους τινὰς ἀνεστίους καὶ πλάνητας καὶ βαρβάρους πάνυ πολλούς, ὥστε ὀλίγον τὸ γνήσιον ὑμῶν ἐστιν ὅσον ἀφʼ ἡμῶν ὡρμήθη, μᾶλλον δὲ πολλοστὸν τοῦ §3.10.5ἐπεισάκτου τε καὶ ἀλλοφύλου.
第二个正当理由如下——请你们接受它,不要以为这是为了诽谤和羞辱你们而说,而是出于客观事实的必要:阿尔巴人的种族自建城者时代起,直到我们今天的时代,都一直保持着原样,谁也无法指出我们在希腊人和拉丁人之外,还把公民权授予过任何其他族群;而你们却通过接纳伊特鲁里亚人、萨宾人,以及其他许多无家可归的流浪者和极多蛮族,破坏了你们自身国制的纯洁性。 因此,你们当中源自我们的纯正部分很少,更确切地说,只是外来和异族人口中极小的一部分。
εἰ δὲ ἡμεῖς παραχωρήσαιμεν ὑμῖν τῆς ἀρχῆς, τὸ νόθον ἄρξει τοῦ γνησίου καὶ τὸ βάρβαρον τοῦ Ἑλληνικοῦ καὶ τὸ ἐπείσακτον τοῦ αὐθιγενοῦς.
如果我们把统治权让给你们,那么庶出者将统治嫡出者,蛮族将统治希腊人,外来者将统治土著人。
οὐδὲ γὰρ ἂν τοῦτο ἔχοιτε εἰπεῖν, ὅτι τὸν μὲν ἔπηλυν ὄχλον οὐδενὸς εἰάκατε εἶναι τῶν κοινῶν κύριον, ἄρχετε δʼ αὐτοὶ τῆς πόλεως καὶ βουλεύετε οἱ αὐθιγενεῖς· ἀλλὰ καὶ βασιλεῖς ἀποδείκνυτε ξένους, καὶ τῆς βουλῆς τὸ πλεῖστον ὑμῖν ἐστιν ἐκ τῶν ἐπηλύδων, ὧν οὐδὲν ἂν φήσαιτε ἑκόντες ὑπομένειν.
因为你们甚至不能这样辩解,说你们没有让外来的人群掌握任何公共事务的主权,而由你们土著人自己统治城市并进行决策;相反,你们甚至推戴外国人为王,且你们的议会中大部分人都是外来者,你们绝不能说自己是自愿忍受这些事情的。
τίς γὰρ ἑκουσίως ἄρχεται τῶν κρειττόνων ὑπὸ τοῦ χείρονος;
因为,谁会自愿被比自己差的人统治呢?
πολλὴ δὴ μωρία καὶ κακότης, ἃ διʼ ἀνάγκην φαίητʼ ἂν ὑμεῖς ὑπομένειν, §3.10.6ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι.
如果我们自愿接受这些你们会说是因迫于无奈而忍受的事情,那将是极大的愚蠢和卑劣。
τελευταῖός μοι λόγος ἐστίν, ὅτι τῆς Ἀλβανῶν πόλεως οὐθὲν ἔτι παρακινεῖ μέρος τοῦ πολιτεύματος ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένης καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσης, ἡ δʼ ὑμετέρα πόλις ἀδιακόσμητός ἐστιν ἔτι καὶ ἀδιάτακτος, ἅτε νεόκτιστος οὖσα καὶ ἐκ πολλῶν συμφορητὸς ἐθνῶν, ᾗ μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα ὥσπερ νῦν.
我最后的论据是,阿尔巴城邦在已经居住到第十八代的时间里,国制的任何部分都未曾动摇,并且井然有序地履行着一切习俗和祖传的仪式;而你们的城市由于是新建立的,且是由许多民族拼凑而成的,至今仍然毫无秩序和章法,它需要漫长的时间和各种各样的磨难,才能得以整顿并停止像现在这样混乱和内讧。
ἅπαντες δʼ ἂν εἴποιεν ὅτι δεῖ τὰ καθεστηκότα τῶν ταραττομένων καὶ τὰ πεπειραμένα τῶν ἀδοκιμάστων καὶ τὰ ὑγιαίνοντα τῶν νοσούντων ἄρχειν·
所有人都公认,应当由稳定者统治混乱者,由经验丰富者统治未经验证者,由健康者统治患病者。
οἷς ὑμεῖς τἀναντία ἀξιοῦντες οὐκ ὀρθῶς ποιεῖτε.
而你们却要求相反的事情,这是不对的。 ”

词汇与语法注释

  1. 3.10.1καὶ ταῦτα μὴ πολέμου κατειληφότος ἡμᾶς μηδʼ ἄλλης θεοπέμπτου συμφορᾶς μηδεμιᾶς — 副词性短语 καὶ ταῦτα 意为“而且、特别是在……的情况下”。其后的 μὴ πολέμου κατειληφότος 是带有否定词 μὴ 的属格绝对结构(genitive absolute),用于表示主观背景或让步条件(“尽管并没有战争袭击我们”)。
  2. 3.10.3τῆς ὑμετέρας οἰόμεθα δεῖν πόλεως ἄρχειν οὐ πρὸ πολλοῦ τὴν ἀποικίαν εἰς αὐτὴν ἀπεσταλκότες — 分词短语 οὐ πρὸ πολλοῦ... ἀπεσταλκότες(“因为不久前派遣了殖民”)修饰主句动词 οἰόμεθα 的主语(阿尔巴人)。οὐ πρὸ πολλοῦ 是时间副词短语,引出随后的 ὥστε 结果从句(“以至于源自我们的血统尚未消亡”),以此从时间上的临近性论证阿尔巴对罗马拥有母邦统治权的正当性。
  3. 3.10.4μᾶλλον δὲ πολλοστὸν τοῦ ἐπεισάκτου τε καὶ ἀλλοφύλου — 形容词 πολλοστός 通常表示“众多中的一个(极小部分)”。此处它表示罗马境内纯正的阿尔巴人人口,相对于外来流入的异族人口(τοῦ ἐπεισάκτου τε καὶ ἀλλοφύλου,中性单数名词化的属格)而言,“仅是极小的一部分”。
  4. 3.10.5ὧν οὐδὲν ἂν φήσαιτε ἑκόντες ὑπομένειν — 关系代词属格 ὧν 指代前句所述的罗马整体状况(如推戴外国人为王、议会大部由外来者组成)。它作为不定式 ὑπομένειν(忍受)的宾语,与表示推测的 ἄν +祈愿法 φήσαιτε(你们会说)结合,构成了强烈的否定断言:“这些事情中,你们绝不能说是自愿忍受的”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.10.1-3.10.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.10.1-3.10.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。