Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §20.1.1-20.1.8

アスクルムの戦いにおける両軍の布陣と対象戦車

946 / 962 箇所 · ギリシア語

要旨

アスクルムの戦いを前に、ピュロス王とローマ軍の執政官たちの詳細な布陣、ローマ軍が用意した対象用の特殊戦車、および両軍の兵力数が記述される。

§20.1.1συνθέμενοι δὲ διὰ κηρύκων τὸν χρόνον, ἐν ᾧ διαγωνιοῦνται, κατέβαινον ἐκ τῶν στρατοπέδων καὶ εἰς τάξιν καθίσταντο τοιάνδε·
使者を通じて戦う時間を合意した上で、彼らは陣営から下りてきて、次のような陣形についた。
βασιλεὺς μὲν Πύρρος τὴν Μακεδονικὴν φάλαγγα πρώτην ἔταξεν ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετʼ αὐτὴν τοὺς ἐκ τοῦ Τάραντος μισθοφόρους Ἰταλιώτας.
ピュロス王はマケドニア・ファランクスを右翼の最前面に配置し、その後にタレントンからのイタリア人傭兵を配した。
§20.1.2ἔπειτα τοὺς ἐξ Ἀμπρακίας καὶ μετʼ αὐτοὺς τὴν Ταραντίνων λεύκασπιν φάλαγγα, ἑξῆς δὲ τὸ Βρεττίων καὶ Λευκανῶν συμμαχικόν.
次にアンブラキアからの兵を、その後にタレントン人の白盾ファランクスを、その隣にブロッティオン人とルカニア人の同盟軍を配置した。
ἐπὶ μέσης δὲ τῆς φάλαγγος Θεσπρωτούς τε καὶ Χάονας, τούτοις δὲ συνεχεῖς τοὺς Αἰτωλῶν καὶ Ἀκαρνάνων καὶ Ἀθαμάνων μισθοφόρους, τελευταίους δὲ Σαυνίτας τὸ §20.1.3λαιὸν ἐκπληροῦντας κέρας.
ファランクスの中央にはテスプロティア人とカオニア人を、これらに続けてアイトリア人、アカルナニア人、アタマニア人の傭兵を配置し、最後に左翼を形成するサムニウム人を置いた。
τῆς δὲ ἵππου τὴν μὲν Σαυνῖτιν καὶ Θετταλικὴν καὶ Βρεττίαν καὶ τὴν ἐκ τοῦ Τάραντος μισθοφόρον ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔστησεν, τὴν δὲ Ἀμπρακιῶτιν καὶ Λευκανὴν καὶ Ταραντίνην καὶ τὴν Ἑλληνικὴν μισθοφόρον, ἣν ἐξεπλήρουν Ἀκαρνᾶνές τε καὶ Αἰτωλοὶ καὶ Μακεδόνες καὶ Ἀθαμᾶνες ἐπὶ τοῦ λαιοῦ.
騎兵については、サムニウム、テッサリア、ブロッティオンの騎兵およびタレントンからの傭兵騎兵を右翼に配置し、アンブラキア、ルカニア、タレントンの騎兵および、アカルナニア人、アイトリア人、マケドニア人、アタマニア人から成るギリシア人傭兵騎兵を左翼に配置した。
§20.1.4τοὺς δὲ ψιλοὺς καὶ τοὺς ἐλέφαντας διχῇ νείμας ἀμφοτέρων κατόπιν ἔστησε τῶν κεράτων, σύμμετρόν τι χωρίον ἀφεστῶτας ὀλίγον ἐπανεστηκὸς τοῦ πεδίου.
軽装歩兵と象については、二手に分けて両翼の後方に配置し、平地から少し高くなった適当な距離の場所に置いた。
αὐτὸς δὲ τὸ καλούμενον βασιλικὸν ἄγημα τῶν ἐπιλέκτων ἱππέων ὁμοῦ τι δισχιλίων περὶ αὑτὸν ἔχων ἐκτὸς ἦν τάξεως, ὥστε τοῖς κάμνουσιν αἰεὶ τῶν σφετέρων ἐξ ἑτοίμου παρεῖναι.
彼自身はいわゆる王属近衛兵と呼ばれる精鋭騎兵およそ二千騎を自らの周りに従えて、陣形の外に控え、味方の苦戦している部隊にいつでも即座に加勢できるようにした。
οἱ δὲ ὕπατοι κατὰ μὲν τὸ λαιὸν κέρας ἔστησαν τάγμα τὸ καλούμενον πρῶτον ἐναντίον τῇ Μακεδονικῇ καὶ Ἀμπρακιωτικῇ φάλαγγι καὶ τοῖς μισθοφόροις τῶν Ταραντίνων.
一方、執政官たちは、左翼に第一軍団と呼ばれる部隊を、マケドニアおよびアンブラキアのファランクスとタレントンの傭兵に対峙させて配置した。
ἑπόμενον δὲ τῷ πρώτῳ τάγματι τὸ τρίτον, καθʼ ὃ μέρος ἡ λεύκασπις ἦν τῶν Ταραντίνων φάλαγξ καὶ τὸ Βρεττίων καὶ τὸ Λευκανῶν συμμαχικόν.
第一軍団に続くのは第三軍団であり、これはタレントンの白盾ファランクス、およびブロッティオン人とルカニア人の同盟軍がいる場所に対峙していた。
§20.1.5συναφὲς δὲ τῷ τρίτῳ τὸ τέταρτον ἔστησαν κατὰ τοὺς Μολοττούς τε καὶ Χάονας καὶ Θεσπρωτούς·
第三軍団に隣接して第四軍団をモロッソイ人、カオニア人、テスプロティア人に対峙させて配置した。
τὸ δὲ δεύτερον ἐπὶ τοῦ δεξιοῦ κέρως ἐναντίον τοῖς μισθοφόροις τοῖς ἀπὸ τῆς Ἑλλάδος Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι καὶ Ἀθαμᾶσι καὶ τῇ Σαυνιτῶν θυρεαφόρῳ φάλαγγι.
また、第二軍団を右翼に、ギリシアからの傭兵であるアイトリア人、アカルナニア人、アタマニア人、およびサムニウム人の長盾ファランクスに対峙させて配置した。
Λατίνους δὲ καὶ Καμπανοὺς καὶ Σαβίνους καὶ Ὀμβρικοὺς καὶ Οὐολούσκους καὶ Μαρουγκίνους καὶ Πελίγνους καὶ Φρεντανοὺς καὶ τοὺς ἄλλους ὑπηκόους, εἰς τέτταρα διελόντες μέρη, τοῖς Ῥωμαικοῖς παρενέβαλον
ラティウム人、カンパニア人、サビニ人、ウンブリア人、ウォルスキ人、マルキニ人、ペリグニ人、フレンタニ人、その他の臣属の民については、四つのグループに分け、ローマの軍団の間に配置して、いかなる部分も脆弱にならないようにした。
§20.1.6τάγμασιν, ἵνα μηδὲν αὐτοῖς ἀσθενὲς εἴη μέρος. τὴν δὲ ἵππον τήν τʼ οἰκείαν καὶ τὴν συμμαχικὴν διελόντες ἐπʼ ἀμφοτέρων ἔταξαν τῶν κεράτων.
騎兵については、ローマ自体の騎兵と同盟軍の騎兵を分け、両翼に配置した。
ἐκτὸς δὲ τάξεως τούς τε ψιλοὺς κατέστησαν καὶ τὰς ἁμάξας τριακοσίας τὸν ἀριθμόν, ἃς παρεσκευάσαντο πρὸς τὴν τῶν ἐλεφάντων μάχην.
陣形の外には軽装兵と、象との戦闘のために用意した三百台の戦車を配置した。
αὗται κεραίας εἶχον ἐπιβεβηκυίας στώμιξιν ὀρθαῖς πλαγίας, εὐτρόχους, ὅπη βουληθείη τις ἅμα νοήματι περιάγεσθαι δυναμένας, ἐπʼ ἄκρων δὲ τῶν κεραιῶν ἢ τριόδοντες ἦσαν ἢ κέστροι μαχαιροειδεῖς ἢ δρέπανα ὁλοσίδηρα, ἢ καταρράκτας τινὰς ἐπιρριπτοῦντας ἄνωθεν βαρεῖς κόρακας.
これらの戦車は、垂直の支柱の上に横向きの梁が載せられており、車輪の動きが滑らかで、望む方向に一瞬にして向きを変えることができた。 梁の先端には、三叉の矛、あるいは刃のついた鉄棒、または総鉄製の大鎌、あるいは上方から落下して重い打撃を与える一種の跳ね橋が取り付けられていた。
§20.1.7πολλαῖς δʼ αὐτῶν χεῖρες προσήρτηντο πυρφόροι στυππία πολλῇ πίττῃ λελιπασμένα περὶ αὑτὰς ἔχουσαι, προεκκείμεναι τῶν ἁμαξῶν, αἷς ἔμελλον ἑστηκότες ἐπʼ αὐτῶν τινες, ὅτε πλησίον γένοιντο τῶν θηρίων, πλήσαντες πυρὸς ἐπὶ τὰς προβοσκίδας αὐτῶν καὶ τὰ πρόσωπα τὰς πληγὰς φέρειν.
それらの多くには、大量のピッチを塗った粗麻を巻いた火を放つ器が戦車の前方に突き出る形で取り付けられていた。 戦車の上に立つ者たちは、獣たちが近づいたときに、これらに点火して象の鼻や顔に打撃を負わせることになっていた。
ἐφεστήκεσαν δὲ ταῖς ἁμάξαις τετρακύκλοις ὑπαρχούσαις καὶ τῶν ψιλῶν συχνοὶ τοξόται καὶ χερμάται καὶ τριβόλων σιδηρῶν σφενδονῆται καὶ παρʼ αὐτὰς κάτωθεν ἔτι πλείους ἕτεροι.
四輪であるこれらの戦車の上には、軽装歩兵から多くの弓兵、石投げ兵、鉄のまきびしを放つ投石兵が乗り込み、さらにそれらの脇の地上にはさらに多くの歩兵が控えていた。
§20.1.8τάξις μὲν αὕτη τῶν στρατευσάντων ἦν ἀμφοτέρων, ἀριθμὸς δὲ τοῦ βασιλικοῦ μυριάδες ἑπτὰ πεζῶν, ἐν οἷς Ἕλληνες οἱ τὸν Ἰόνιον κόλπον διαπεράσαντες ἐπὶ μυρίοις ἦσαν ἑξακισχίλιοι·
これが両軍の布陣であった。 兵力としては、王の軍勢は歩兵七万人で、そのうちイオニア湾を渡ってきたギリシア人は一万六千人であった。
τοῦ δὲ Ῥωμαικοῦ πλείους τῶν ἑπτὰ μυριάδων· ἐξ αὐτῆς μέντοι τῆς Ῥώμης ὁμοῦ τι δισμύριοι.
ローマ軍は七万人以上で、そのうちローマ自体からはおよそ二万人であった。
ἱππεῖς δὲ παρεγένοντο Ῥωμαίοις μὲν ἀμφὶ τοὺς ὀκτακισχιλίους, Πύρρῳ δὲ μικρῷ πλείους καὶ θηρία ἑνὸς δέοντα εἴκοσι. ατη.
騎兵は、ローマ側は約八千騎、ピュロス側はそれよりわずかに多く、そして二十から一を欠く数の獣がいた。

語釈・文法注

  1. 20.1.1διαγωνιοῦνται — 関係代名詞の導く節(ἐν ᾧ ...)の中で用いられている直説法未来(中道態3人称複数)。将来の目的や予定を表す。
  2. 20.1.4ἀφεστῶτας — 完了能動態分詞(自動詞的意味)の対格複数男性。先行する対格の目的語 `τοὺς δὲ ψιλοὺς καὶ τοὺς ἐλέφαντας`(軽装歩兵と象)を修飾する。これに続く `σύμμετρόν τι χωρίον` は「適当な距離だけ」を意味する距離の対格。
  3. 20.1.7ἐφεστήκεσαν — 動詞 `ἐφίστημι` の過去完了能動態3人称複数(自動詞的意味)。意味上は未完了過去として機能し、与格 `ταῖς ἁμάξαις`(戦車に)を従えて「戦車の上に配置されていた」を表す。
  4. 20.1.8ἑνὸς δέοντα εἴκοσι — 数詞の19を表す慣用的な表現。現在能動態分詞 `δέοντα`(欠いている)は、主語である中性複数名詞 `θηρία`(獣、象)に一致し、属格 `ἑνός`(1つを)を従えて「20に1つを欠く」すなわち19を意味する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §20.1.1-20.1.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:20.1.1-20.1.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。