§20.1.1συνθέμενοι δὲ διὰ κηρύκων τὸν χρόνον, ἐν ᾧ διαγωνιοῦνται, κατέβαινον ἐκ τῶν στρατοπέδων καὶ εἰς τάξιν καθίσταντο τοιάνδε· βασιλεὺς μὲν Πύρρος τὴν Μακεδονικὴν φάλαγγα πρώτην ἔταξεν ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετʼ αὐτὴν τοὺς ἐκ τοῦ Τάραντος μισθοφόρους Ἰταλιώτας.
双方通过使者约定了交战的时间后,便从各自的营地走下,排成如下阵势:皮洛士国王首先将马其顿方阵部署在右翼,其后是来自塔兰托的意大利人雇佣兵。
§20.1.2ἔπειτα τοὺς ἐξ Ἀμπρακίας καὶ μετʼ αὐτοὺς τὴν Ταραντίνων λεύκασπιν φάλαγγα, ἑξῆς δὲ τὸ Βρεττίων καὶ Λευκανῶν συμμαχικόν.
接着是来自安布拉基亚的士兵,其后是塔兰托人的白盾方阵,再其后是布鲁蒂翁人和卢卡尼亚人的同盟军。
ἐπὶ μέσης δὲ τῆς φάλαγγος Θεσπρωτούς τε καὶ Χάονας, τούτοις δὲ συνεχεῖς τοὺς Αἰτωλῶν καὶ Ἀκαρνάνων καὶ Ἀθαμάνων μισθοφόρους, τελευταίους δὲ Σαυνίτας τὸ §20.1.3λαιὸν ἐκπληροῦντας κέρας.
在方阵的中央,他部署了塞斯普罗蒂亚人和卡奥尼亚人,紧接其后的是埃托利亚人、阿卡纳尼亚人和阿萨马尼亚人的雇佣兵,最后是填补左翼的萨姆奈特人。
τῆς δὲ ἵππου τὴν μὲν Σαυνῖτιν καὶ Θετταλικὴν καὶ Βρεττίαν καὶ τὴν ἐκ τοῦ Τάραντος μισθοφόρον ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔστησεν, τὴν δὲ Ἀμπρακιῶτιν καὶ Λευκανὴν καὶ Ταραντίνην καὶ τὴν Ἑλληνικὴν μισθοφόρον, ἣν ἐξεπλήρουν Ἀκαρνᾶνές τε καὶ Αἰτωλοὶ καὶ Μακεδόνες καὶ Ἀθαμᾶνες ἐπὶ τοῦ λαιοῦ.
至于骑兵,他将萨姆奈特、色萨利、布鲁蒂翁骑兵以及来自塔兰托的雇佣骑兵部署在右翼;而将安布拉基亚、卢卡尼亚、塔兰托骑兵以及由阿卡纳尼亚人、埃托利亚人、马其顿人和阿萨马尼亚人组成的希腊雇佣骑兵部署在左翼。
§20.1.4τοὺς δὲ ψιλοὺς καὶ τοὺς ἐλέφαντας διχῇ νείμας ἀμφοτέρων κατόπιν ἔστησε τῶν κεράτων, σύμμετρόν τι χωρίον ἀφεστῶτας ὀλίγον ἐπανεστηκὸς τοῦ πεδίου.
他将轻装步兵和战象一分为二,部署在两翼的后方,距离稍远、比平地略微升起的一处适中地点。
αὐτὸς δὲ τὸ καλούμενον βασιλικὸν ἄγημα τῶν ἐπιλέκτων ἱππέων ὁμοῦ τι δισχιλίων περὶ αὑτὸν ἔχων ἐκτὸς ἦν τάξεως, ὥστε τοῖς κάμνουσιν αἰεὶ τῶν σφετέρων ἐξ ἑτοίμου παρεῖναι.
他自己则率领着被称为皇家禁卫军、约有两千名精选骑兵的队伍,留在阵形之外,以便随时准备支援任何陷入苦战的己方部队。
οἱ δὲ ὕπατοι κατὰ μὲν τὸ λαιὸν κέρας ἔστησαν τάγμα τὸ καλούμενον πρῶτον ἐναντίον τῇ Μακεδονικῇ καὶ Ἀμπρακιωτικῇ φάλαγγι καὶ τοῖς μισθοφόροις τῶν Ταραντίνων.
执政官们在左翼部署了被称为第一军团的部队,正对着马其顿和安布拉基亚方阵以及塔兰托人的雇佣兵。
ἑπόμενον δὲ τῷ πρώτῳ τάγματι τὸ τρίτον, καθʼ ὃ μέρος ἡ λεύκασπις ἦν τῶν Ταραντίνων φάλαγξ καὶ τὸ Βρεττίων καὶ τὸ Λευκανῶν συμμαχικόν.
紧随第一军团的是第三军团,其位置正对着塔兰托人的白盾方阵以及布鲁蒂翁人和卢卡尼亚人的同盟军。
§20.1.5συναφὲς δὲ τῷ τρίτῳ τὸ τέταρτον ἔστησαν κατὰ τοὺς Μολοττούς τε καὶ Χάονας καὶ Θεσπρωτούς· τὸ δὲ δεύτερον ἐπὶ τοῦ δεξιοῦ κέρως ἐναντίον τοῖς μισθοφόροις τοῖς ἀπὸ τῆς Ἑλλάδος Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι καὶ Ἀθαμᾶσι καὶ τῇ Σαυνιτῶν θυρεαφόρῳ φάλαγγι.
与第三军团相邻,他们将第四军团部署在正对莫洛西亚人、卡奥尼亚人和塞斯普罗蒂亚人的位置;第二军团则部署在右翼,正对来自希腊的雇佣兵——埃托利亚人、阿卡纳尼亚人和阿萨马尼亚人,以及萨姆奈特人的长盾方阵。
Λατίνους δὲ καὶ Καμπανοὺς καὶ Σαβίνους καὶ Ὀμβρικοὺς καὶ Οὐολούσκους καὶ Μαρουγκίνους καὶ Πελίγνους καὶ Φρεντανοὺς καὶ τοὺς ἄλλους ὑπηκόους, εἰς τέτταρα διελόντες μέρη, τοῖς Ῥωμαικοῖς παρενέβαλον §20.1.6τάγμασιν, ἵνα μηδὲν αὐτοῖς ἀσθενὲς εἴη μέρος.
他们将拉丁人、坎帕尼亚人、萨宾人、翁布里亚人、沃尔西人、马鲁奇尼人、佩利尼人、弗伦塔尼人及其他臣属部族分为四部分,混编在罗马的军团之间,以确保他们的防线没有任何薄弱环节。
τὴν δὲ ἵππον τήν τʼ οἰκείαν καὶ τὴν συμμαχικὴν διελόντες ἐπʼ ἀμφοτέρων ἔταξαν τῶν κεράτων.
他们将己方及同盟军的骑兵分开,部署在两翼。
ἐκτὸς δὲ τάξεως τούς τε ψιλοὺς κατέστησαν καὶ τὰς ἁμάξας τριακοσίας τὸν ἀριθμόν, ἃς παρεσκευάσαντο πρὸς τὴν τῶν ἐλεφάντων μάχην.
在阵形之外,他们部署了轻装兵,以及为对付战象而准备的三百辆战车。
αὗται κεραίας εἶχον ἐπιβεβηκυίας στώμιξιν ὀρθαῖς πλαγίας, εὐτρόχους, ὅπη βουληθείη τις ἅμα νοήματι περιάγεσθαι δυναμένας, ἐπʼ ἄκρων δὲ τῶν κεραιῶν ἢ τριόδοντες ἦσαν ἢ κέστροι μαχαιροειδεῖς ἢ δρέπανα ὁλοσίδηρα, ἢ καταρράκτας τινὰς ἐπιρριπτοῦντας ἄνωθεν βαρεῖς κόρακας.
这些战车在垂直立柱上安装了横向的梁,易于转动,且能够随心所欲在瞬间调转方向。 梁的末端装有三叉戟、或剑状铁刺、或纯铁制成的镰刀,亦或是能从上方砸下的某种沉重的铁鸦。
§20.1.7πολλαῖς δʼ αὐτῶν χεῖρες προσήρτηντο πυρφόροι στυππία πολλῇ πίττῃ λελιπασμένα περὶ αὑτὰς ἔχουσαι, προεκκείμεναι τῶν ἁμαξῶν, αἷς ἔμελλον ἑστηκότες ἐπʼ αὐτῶν τινες, ὅτε πλησίον γένοιντο τῶν θηρίων, πλήσαντες πυρὸς ἐπὶ τὰς προβοσκίδας αὐτῶν καὶ τὰ πρόσωπα τὰς πληγὰς φέρειν.
其中许多战车上还附有喷火装置,外面缠绕着涂有大量沥青的粗麻,从战车前部突出。 站在战车上的一些人,在接近猛兽时,准备将这些装置点燃,并将火势和打击引向它们的象鼻和面部。
ἐφεστήκεσαν δὲ ταῖς ἁμάξαις τετρακύκλοις ὑπαρχούσαις καὶ τῶν ψιλῶν συχνοὶ τοξόται καὶ χερμάται καὶ τριβόλων σιδηρῶν σφενδονῆται καὶ παρʼ αὐτὰς κάτωθεν ἔτι πλείους ἕτεροι.
这些四轮战车上还载有许多来自轻装兵的弓箭手、投石手、发射铁蒺藜的投石兵,战车旁边的地面上则有更多其他士兵。
§20.1.8τάξις μὲν αὕτη τῶν στρατευσάντων ἦν ἀμφοτέρων, ἀριθμὸς δὲ τοῦ βασιλικοῦ μυριάδες ἑπτὰ πεζῶν, ἐν οἷς Ἕλληνες οἱ τὸν Ἰόνιον κόλπον διαπεράσαντες ἐπὶ μυρίοις ἦσαν ἑξακισχίλιοι· τοῦ δὲ Ῥωμαικοῦ πλείους τῶν ἑπτὰ μυριάδων· ἐξ αὐτῆς μέντοι τῆς Ῥώμης ὁμοῦ τι δισμύριοι.
这是双方军队的布阵,国王的兵力为七万步兵,在他们之中,跨越爱奥尼亚湾而来的希腊人为一万六千人;罗马的兵力则在七万人以上,然而其中直接来自罗马城的约有两万人。
ἱππεῖς δὲ παρεγένοντο Ῥωμαίοις μὲν ἀμφὶ τοὺς ὀκτακισχιλίους, Πύρρῳ δὲ μικρῷ πλείους καὶ θηρία ἑνὸς δέοντα εἴκοσι. ατη.
骑兵方面,罗马人约有八千骑,而皮洛士则略多一些,战兽则有二十头缺一。