§19.18.1ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ἢ ποιεῖν;
「もし彼らがこのようなことを言って私を元老院から除名し、不名誉な市民の部族へと移籍させたなら、彼らに対して私はどんな正しいことを言ったり、行ったりできるだろうか。
τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳ
これほどの不名誉に陥り、我が子孫のすべてを巻き込んで、その後の人生を私はどうやって生きていけばよいのか。
§19.18.2καὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών; σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, διʼ ἃ νῦν ἐσπούδακας περὶ ἐμοῦ;
また、あなた自身にとっても、私が市民たちの間で何らかの力を持ち重んじられること――まさにそのためにあなたは今、私を熱心に誘おうとしたのだが――を失ってしまえば、どうしてこれ以上、役に立つ者と見なされようか。
λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς.
そうなれば、もはや祖国にいかなる地をも占めることのできない者は、自らの見苦しい逃亡を自らに宣告して、家族全員を連れて立ち去るしか残されていない。
§19.18.3ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον;
それから、私は残りの時間をどこで過ごすのだろうか。
ἢ τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός;
あるいは、当然そうなるように、発言の自由を失った私を、どこの地が受け入れてくれるだろうか。
ἡ σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν;
ゼウスにかけて、あなたの王国だろうか。 そしてあなたが私に僭主的な幸福のすべてを提供してくれるというのか。
καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν;
しかし、あなたが、すべての所有物の中で最も尊いものである『自由』を奪うことによって取り去るであろうものに匹敵する、いかなる偉大な善を私に与えてくれるというのか。
§19.18.4πῶς δʼ ἂν ὑπομεῖναι δυναίμην ἐγὼ τοῦ βίου μεταβολὴν ὀψὲ δουλεύειν διδασκόμενος;
そして、人生の晩年になって隷属することを教え込まれながら、どうして私はこの生活の激変に耐えることができようか。
ὅπου γὰρ οἱ γεννηθέντες ἐν βασιλείαις καὶ τυραννίσιν, ὅταν εὐγενῶς ἔχωσι, τῆς ἐλευθερίας γλίχονται καὶ πάνθʼ ἡγοῦνται τἀγαθὰ ταύτης ἐλάττω, ἦ που οἱ ἐν ἐλευθέρᾳ καὶ ἑτέρων ἄρχειν μαθούσῃ πόλει βιώσαντες πρᾴως οἴσουσι τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μεταβολήν, ἐξ ἐλευθέρων ὑπομείναντες δοῦλοι γενέσθαι, ἵνα λαμπρὰς παρατιθῶνται καθʼ ἡμέραν τραπέζας καὶ πολλοὺς θεράποντας περιάγωνται καὶ γυναικῶν καὶ παίδων εὐπρεπῶν ἀφειδεῖς ἀπολαύσεις λαμβάνωσιν, ὥσπερ ἐν τούτοις τῆς ἀνθρωπίνης εὐδαιμονίας κειμένης, ἀλλʼ οὐκ ἐν ἀρετῇ;
なぜなら、王政や僭主政治のもとで生まれた者たちでさえ、高潔な魂を持つときには自由を熱望し、あらゆる善きものがこれより劣ると考えるのであるから、ましてや、自由で他国を支配することに慣れた国家で暮らしてきた者たちが、より良き状態からより悪き状態への変化を穏やかに受け入れることなどあろうか。 自由な身から奴隷になることに甘んじるなど。 それは、毎日豪華な食卓を整え、多くの従者を従えて歩き、端麗な女や子供たちを惜しみなく享受するためなのか。 まるで、人間の幸福が徳の中にではなく、このようなことの中に置かれているかのように。
§19.18.5αὐτῶν δὲ τούτων, ἵνα συγχωρήσῃ τις αὐτὰ πολλῆς εἶναι σπουδῆς ἄξια, τίς γένοιτʼ ἂν ἱλαρὰ χρῆσις οὐκ ἔχουσα τὸ βέβαιον;
まさにこれら自体のことでさえ、仮に誰かが、それらが多大なる熱意に値するものだと譲歩して認めるとしても、確実性を欠いたままで、いかなる喜びある享受があり得ようか。
ἐφʼ ὑμῖν γάρ ἐστι τοῖς παρέχουσι τὰς ἡδονὰς ταύτας, ὅταν αὐτοὶ θέλητε, πάλιν αὐτὰς ἀφαιρεῖσθαι.
なぜなら、このような快楽を提供するあなた方(君主たち)に依存しているからであり、あなた方が望むときにはいつでも、それらを再び奪い去ることができるからである。
ἐῶ γὰρ λέγειν τοὺς φθόνους, τὰς διαβολάς, τὸ μηδένα χρόνον ἄνευ κινδύνου καὶ φόβου ζῆν, τἆλλα πολλά, ὅσα φέρει χαλεπὰ καὶ οὐκ ἄξια γενναίου φρονήματος ὁ παρὰ τοῖς βασιλεῦσι βίος.
嫉妬や、中傷や、いかなる時も危険と恐怖なしには生きられないこと、その他多くの、君主のそばでの生活がもたらす困難で、高潔な精神にふさわしくない事柄については、言わずにおくとしても。
§19.18.6μὴ τοσαύτη μανία κατάσχοι Φαβρίκιον, ὥστε τὴν περιβόητον καταλιπόντα Ῥώμην τὸν ἐν Ἠπείρῳ προελέσθαι βίον, καὶ ἐξὸν ἡγεμόνος ἡγεῖσθαι πόλεως ὑφʼ ἑνὸς ἀνδρὸς ἄρχεσθαι μηθὲν ἴσον τοῖς ἄλλοις φρονοῦντος καὶ τὰ πρὸς ἡδονὴν ἀκούειν παρὰ πάντων ἐθισθέντος.
ファブリキウスをそれほど大きな狂気がとらえることなどありませんように。 名高きローマを捨ててエペイロスでの生活を選び、支配的な都市を率いることができるのに、他者と対等に考えることが全くなく、あらゆる者から耳に心地よい言葉を聞くことに慣れきった一人の男によって支配される道を選ぶような狂気が。
§19.18.7ἀλλάξαι μέν γε τὸ φρόνημα καὶ ταπεινὸν ἐμαυτὸν ποιῆσαι βουλόμενος, ἵνα μηδὲν ὑποπτεύῃς ἐξ ἐμοῦ κακόν, οὐκ ἂν δυναίμην·
しかし、あなたが私からいかなる悪事も疑わないようにするために、私の精神を変え、自分を卑屈にしようと望んだところで、私はそうすることはできない。
διαμένων δὲ τοιοῦτος, οἷον ἡ φύσις καὶ τὰ ἔθη πεποίηκέ με, βαρὺς φανήσομαί σοι καὶ περισπᾶν δόξω τὴν ἡγεμονίαν εἰς ἐμαυτόν.
他方で、生まれと習慣が私を形作った通りの者のままであり続けるなら、私はあなたにとって重荷となり、支配権を自分の方へ引き寄せようとしているかのように思われるだろう。
τὸ δʼ ὅλον ἔχω σοι παραινεῖν, μὴ ὅτι Φαβρίκιον, ἀλλὰ μηδʼ ἄλλον μηδένα δέχεσθαι τῇ βασιλείᾳ μήτε κρείττονα μήτε ἴσον σεαυτῷ, μηδὲ ὅλως ἄνδρα ἐν ἐλευθέροις ἤθεσι τραφέντα καὶ φρόνημα μεῖζον ἢ κατʼ ἰδιώτην ἔχοντα.
要するに、私があなたに助言できるのは、ファブリキウスだけでなく、他のいかなる者も、あなたより優れた者もあるいはあなたと同等の者も、自分の王国に受け入れるべきではないということである。 いやそもそも、自由な習慣の中で育てられ、一私人の枠を超える精神を持つ男を、全く受け入れるべきではないのだ。
§19.18.8οὔτε γὰρ ἀσφαλὴς βασιλεῖ σύνοικος ἀνὴρ μεγαλόφρων οὔτε ἡδύς.
およそ高潔な精神を持つ男は、君主と同居する者として安全でもなければ、快くもないからである。
ἀλλὰ περὶ μὲν τῶν ἰδίων συμφερόντων, ἅ σοι πρακτέον ἐστίν, αὐτὸς διαγνώσῃ, περὶ δὲ τῶν αἰχμαλώτων ἐπιεικές τι βουλευσάμενος ἄφες ἡμᾶς ἀπιέναι.
しかし、あなた自身の個人的な利益、なすべきことについては、ご自身で判断されるがよい。 ただ、捕虜たちについては、何か寛大な決定をして、我々を立ち去らせてほしい。
ὡς δὲ ἐπαύσατο λέγων, ἀγασθεὶς αὐτοῦ τὴν εὐγένειαν τῆς ψυχῆς ὁ βασιλεὺς τῆς δεξιᾶς λαμβάνεται καί φησιν·
彼が話し終えると、彼の魂の高潔さに感銘を受けた王は、彼の右手を取り、こう言った。
οὐκέτι θαυμάζειν ἐπέρχεταί μοι, διὰ τί περιβόητος ἡ πόλις ὑμῶν ἐστι καὶ τοσοῦτον ἡγεμονίας περιβέβληται μέγεθος, τοιούτων ἀνδρῶν οὖσα τροφός·
『お前たちの都市がなぜ名高く、これほど大きな支配力をまとっているのか、このような男たちを育む母体であるからには、私にはもはや不思議に思われない。
καὶ μάλιστα μὲν οὖν ἐβουλόμην ἂν ἐξ ἀρχῆς μηδεμίαν συμβῆναί μοι πρὸς ὑμᾶς διαφοράν, ἐπεὶ δὲ συνέβη, καὶ θεῶν τις ἐβούλετο πειραθέντας ἡμᾶς τῆς ἀλλήλων δυνάμεως καὶ ἀρετῆς τότε συναγαγεῖν, ἕτοιμός εἰμι διαλύεσθαι, καὶ ἵνα πρῶτος ἄρξω τῶν φιλανθρώπων, ἐφʼ ἃ παρακαλεῖτέ με, χαρίζομαι τῇ πόλει τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων.
何よりもまず、最初からお前たちとの間にいかなる紛争も生じないことを私は望んでいたが、それが生じてしまい、また神々のうちの誰かが、我々がお互いの力と徳を試した上で結びつくことを望んだのであるから、私は和解する用意がある。 そして、お前たちが私に求める人道的措置の先鞭をつけるために、身代金なしですべての捕虜を都市に贈ることにしよう。
Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν. στεπη. βψζ. ς. ϝ.
』リビアを大洋に面した諸部族に至るまで従え……。
Ὠκεανός.
オケアノス。 」