§2.9.1ὁ δὲ Ῥωμύλος ἐπειδὴ διέκρινε τοὺς κρείττους ἀπὸ τῶν ἡττόνων, ἐνομοθέτει μετὰ τοῦτο καὶ διέταττεν, ἃ χρὴ πράττειν ἑκατέρους·
ロムルスは、優れた者たちを劣った者たちから区分すると、この後に、それぞれが何をなすべきかを法に定め、命令した。
τοὺς μὲν εὐπατρίδας ἱερᾶσθαί τε καὶ ἄρχειν καὶ δικάζειν καὶ μεθʼ ἑαυτοῦ τὰ κοινὰ πράττειν ἐπὶ τῶν κατὰ τὴν πόλιν ἔργων μένοντας, τοὺς δὲ δημοτικοὺς τούτων μὲν ἀπολελύσθαι τῶν πραγματειῶν ἀπείρους τε αὐτῶν ὄντας καὶ διʼ ἀπορίαν χρημάτων ἀσχόλους, γεωργεῖν δὲ καὶ κτηνοτροφεῖν καὶ τὰς χρηματοποιοὺς ἐργάζεσθαι τέχνας, ἵνα μὴ στασιάζωσιν, ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσιν, ἢ τῶν ἐν τέλει προπηλακιζόντων τοὺς ταπεινοὺς ἢ τῶν φαύλων καὶ ἀπόρων τοῖς ἐν ταῖς ὑπεροχαῖς φθονούντων.
すなわち、貴族たちは神職に就き、官職を務め、裁判を行い、市内の用務にとどまって彼とともに公務を行うこと、他方、平民たちはこれらの雑務から免除され――彼らはそれらに不慣れであり、また資金不足のために余裕がないので――農業を営み、牧畜を行い、実利をもたらす技術に従事することである。 これは、他の諸都市におけるように、支配層が卑しい人々を虐げることによって、あるいは身分の低い者や貧しい者が優位にある者たちを羨むことによって、内紛を起こすことがないようにするためであった。
§2.9.2παρακαταθήκας δὲ ἔδωκε τοῖς πατρικίοις τοὺς δημοτικοὺς ἐπιτρέψας ἑκάστῳ τῶν ἐκ τοῦ πλήθους, ὃν αὐτὸς ἐβούλετο, νέμειν προστάτην ἔθος Ἑλληνικὸν καὶ ἀρχαῖον, ᾧ Θετταλοί τε μέχρι πολλοῦ χρώμενοι διετέλεσαν καὶ Ἀθηναῖοι κατʼ ἀρχάς, ἐπὶ τὰ κρείττω λαβών.
また、彼は平民たちをパトリキたちへの委託物として与え、大衆の一人一人に対し、自分が望む者を守護者として選ぶことを許した。 これはギリシアの古代からの習慣であり、テッサリア人が長きにわたって用い続け、アテナイ人も最初期に用いていたものであったが、彼はこれをより良い方向へと取り入れたのである。
ἐκεῖνοι μὲν γὰρ ὑπεροπτικῶς ἐχρῶντο τοῖς πελάταις ἔργα τε ἐπιτάττοντες οὐ προσήκοντα ἐλευθέροις, καὶ ὁπότε μὴ πράξειάν τι τῶν κελευομένων, πληγὰς ἐντείνοντες καὶ τἆλλα ὥσπερ ἀργυρωνήτοις παραχρώμενοι.
なぜなら、彼らは、被護民を傲慢に取り扱い、自由人にふさわしくない労働を課し、命じられたことを何か一つでも行わないときには、鞭を当て、その他についても金で買われた奴隷のように酷使したからである。
ἐκάλουν δὲ Ἀθηναῖοι μὲν θῆτας τοὺς πελάτας ἐπὶ τῆς λατρείας, Θετταλοὶ δὲ πενέστας ὀνειδίζοντες αὐτοῖς εὐθὺς ἐν τῇ κλήσει τὴν τύχην.
そして、アテナイ人は被護民をその労働から「テース」と呼び、テッサリア人は彼らを「ペネステース」と呼んで、その呼称において直接、彼らの不運を侮辱した。
§2.9.3ὁ δὲ Ῥωμύλος ἐπικλήσει τε εὐπρεπεῖ τὸ πρᾶγμα ἐκόσμησε πατρωνείαν ὀνομάσας τὴν τῶν πενήτων καὶ ταπεινῶν προστασίαν, καὶ τὰ ἔργα χρηστὰ προσέθηκεν ἑκατέροις, καὶ φιλανθρώπους καὶ πολιτικὰς κατασκευαζόμενος αὐτῶν τὰς συζυγίας.
しかしロムルスは、品位のある名称をもってこの制度を飾り、貧しい者や卑しい者の保護を「パトロネーア」と名付け、それぞれに有益な義務を割り当てて、彼らの結びつきを人間味あふれる、市民社会にふさわしいものとした。