§2.8.1ἑτέρα δὲ αὐτῶν πάλιν τῶν ἀνδρῶν ἡ τὰ φιλάνθρωπα καὶ τὰς τιμὰς διανέμουσα κατὰ τὴν ἀξίαν, ἣν μέλλω διηγεῖσθαι. τοὺς ἐπιφανεῖς κατὰ γένος καὶ διʼ ἀρετὴν ἐπαινουμένους καὶ χρήμασιν ὡς ἐν τοῖς τότε καιροῖς εὐπόρους, οἷς ἤδη παῖδες ἦσαν, διώριζεν ἀπὸ τῶν ἀσήμων καὶ ταπεινῶν καὶ ἀπόρων. ἐκάλει δὲ τοὺς μὲν ἐν τῇ καταδεεστέρᾳ τύχῃ πληβείους, ὡς δʼ ἂν Ἕλληνες εἴποιεν δημοτικούς· τοὺς δʼ ἐν τῇ κρείττονι πατέρας εἴτε διὰ τὸ πρεσβεύειν ἡλικίᾳ τῶν ἄλλων, εἴθʼ ὅτι παῖδες αὐτοῖς ἦσαν, εἴτε διὰ τὴν ἐπιφάνειαν τοῦ γένους, εἴτε διὰ πάντα ταῦτα· ἐκ τῆς Ἀθηναίων πολιτείας, ὡς ἄν τις εἰκάσειε, τῆς κατʼ ἐκεῖνον τὸν χρόνον ἔτι διαμενούσης τὸ παράδειγμα λαβών. §2.8.2ἐκεῖνοι μὲν γὰρ εἰς δύο μέρη νείμαντες τὸ πλῆθος εὐπατρίδας μὲν ἐκάλουν τοὺς ἐκ τῶν ἐπιφανῶν οἴκων καὶ χρήμασι δυνατούς, οἷς ἡ τῆς πόλεως ἀνέκειτο προστασία, ἀγροίκους δὲ τοὺς ἄλλους πολίτας, οἳ τῶν κοινῶν οὐδενὸς ἦσαν κύριοι· σὺν χρόνῳ §2.8.3δὲ καὶ οὗτοι προσελήφθησαν ἐπὶ τὰς ἀρχάς. οἱ μὲν δὴ τὰ πιθανώτατα περὶ τῆς Ῥωμαίων πολιτείας ἱστοροῦντες διὰ ταύτας τὰς αἰτίας κληθῆναί φασι τοὺς ἄνδρας ἐκείνους πατέρας καὶ τοὺς ἐκγόνους αὐτῶν πατρικίους, οἱ δὲ πρὸς τὸν ἴδιον φθόνον ἀναφέροντες τὸ πρᾶγμα καὶ διαβάλλοντες εἰς δυσγένειαν τὴν πόλιν οὐ διὰ ταῦτα πατρικίους ἐκείνους κληθῆναί φασιν, ἀλλʼ ὅτι πατέρας εἶχον ἀποδεῖξαι μόνοι, ὡς τῶν γε ἄλλων δραπετῶν ὄντων καὶ οὐκ ἐχόντων ὀνομάσαι πατέρας ἐλευθέρους. §2.8.4τεκμήριον δὲ τούτου παρέχουσιν, ὅτι τοὺς μὲν πατρικίους, ὁπότε δόξειε τοῖς βασιλεῦσι συγκαλεῖν, οἱ κήρυκες ἐξ ὀνόματός τε καὶ πατρόθεν ἀνηγόρευον, τοὺς δὲ δημοτικοὺς ὑπηρέται τινὲς ἀθρόους κέρασι βοείοις ἐμβυκανῶντες ἐπὶ τὰς ἐκκλησίας συνῆγον. ἔστι δὲ οὔτε ἡ τῶν κηρύκων ἀνάκλησις τῆς εὐγενείας τῶν πατρικίων τεκμήριον, οὔτε ἡ τῆς βυκάνης φωνὴ τῆς ἀγνωσίας τῶν δημοτικῶν σύμβολον, ἀλλʼ ἐκείνη μὲν τιμῆς, αὕτη δὲ τάχους. οὐ γὰρ οἷόντε ἦν ἐν ὀλίγῳ χρόνῳ τὴν πληθὺν καλεῖν ἐξ ὀνόματος.
そして、これら同じ人々の間には、功績に応じて恩恵と名誉を分配するもう一つの区分があり、それについて私はこれから語ろうと思う。ロムルスは、家柄が顕著で、徳によって称賛され、当時の基準において富裕であり、すでに子供のいる人々を、無名で卑しく貧しい人々から区別した。彼は、より劣った境遇にある人々をプレブス(ギリシア人なら平民と呼んだであろう)と呼び、より優れた境遇にある人々を「父たち」と呼んだ。それは彼らが年齢において他者より勝っていたからか、あるいは彼らに子供がいたからか、あるいは家柄の顕著さのためか、あるいはこれらすべての理由によるものであった。彼は、推測されるように、当時まだ存続していたアテネ人の国制からその模範を得たのである。なぜなら、アテネ人は大衆を二つの部分に分け、名門の出身で富に富み、都市の保護を委ねられた人々をエウパトリダイ(貴族)と呼び、公的な事柄において何の権限も持たないその他の市民をアグロイコイ(農民)と呼んだからである。しかし、時が経つにつれて、彼らもまた官職に就くことを認められるようになった。ローマの国制について最も信憑性のある記録を残している歴史家たちは、これらの理由によって、それらの人々が「父たち」と呼ばれ、その子孫が「パトリキ(貴族)」と呼ばれたのだと言っている。しかし、自らの嫉妬からこの出来事を解釈し、この都市の出自が卑しいと中傷する者たちは、彼らがこれらの理由でパトリキと呼ばれたのではなく、彼らだけが自らの父親を指し示すことができたからだと言っている。すなわち、他の人々は逃亡者であり、自由人である父親の名を挙げることができなかったからだというのである。彼らはこれに対する証拠として、王たちが彼らを召集することを決めたとき、伝令官たちがパトリキたちをその個人の名前と父親の名前の両方で呼び出したのに対し、平民たちは下役たちが雄牛の角笛を吹いて、民会へと一斉に集めたという事実を提示している。しかし、伝令官による呼び出しがパトリキたちの高貴さの証拠というわけではなく、角笛の音が平民たちの素性不明の象徴というわけでもない。むしろ、前者は名誉の印であり、後者は迅速さの印であった。なぜなら、短い時間の中で群衆の名前を一人一人呼ぶことは不可能だったからである。