Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.10.1-2.10.4

守護者と被護民の相互義務と罰則

101 / 962 箇所 · ギリシア語

要旨

ロムルスが定めたパトロン(守護者)とクライアント(被護民)の相互の具体的義務、裏切りに対する厳格な罰則、そしてこの制度が何世代にもわたって美徳として機能したことが記述される。

§2.10.1ἦν δὲ τὰ ὑπʼ ἐκείνου τότε ὁρισθέντα καὶ μέχρι πολλοῦ παραμείναντα χρόνου Ῥωμαίοις ἔθη περὶ τὰς πατρωνείας τοιάδε·
当時彼によって定められ、ローマ人の間で長い間維持された、パトロネーア(保護関係)に関する慣習は以下のようなものであった。
τοὺς μὲν πατρικίους ἔδει τοῖς ἑαυτῶν πελάταις ἐξηγεῖσθαι τὰ δίκαια, ὧν οὐκ εἶχον ἐκεῖνοι τὴν ἐπιστήμην, παρόντων τε αὐτῶν καὶ μὴ παρόντων τὸν αὐτὸν ἐπιμελεῖσθαι τρόπον ἅπαντα πράττοντας, ὅσα περὶ παίδων πράττουσι πατέρες, εἰς χρημάτων τε καὶ τῶν περὶ χρήματα συμβολαίων λόγον·
すなわち、パトリキたちは自らの被護民に対し、彼らが知識を持たないところの、法(権利や義務)を解説せねばならず、彼らがその場にいるときもいないときも同様の方法で配慮し、金銭および金銭に関する契約に関して、父親が子供に対して行うすべてのことを行うこと。
δίκας τε ὑπὲρ τῶν πελατῶν ἀδικουμένων λαγχάνειν, εἴ τις βλάπτοιτο περὶ τὰ συμβόλαια, καὶ τοῖς ἐγκαλουσιν ὑπέχειν·
また、不当な扱いを受けている被護民のために訴訟を起こし、もし契約に関して誰かが害されたなら、彼らを告発する人々に対して法的に応対すること。
ὡς δὲ ὀλίγα περὶ πολλῶν ἄν τις εἴποι πᾶσαν αὐτοῖς εἰρήνην τῶν τε ἰδίων καὶ τῶν κοινῶν πραγμάτων, ἧς μάλιστα ἐδέοντο, παρέχειν.
要約して言えば、私的および公的な諸事物において、彼らが最も必要としていたあらゆる安寧を彼らに提供することであった。
§2.10.2τοὺς δὲ πελάτας ἔδει τοῖς ἑαυτῶν προστάταις θυγατέρας τε συνεκδίδοσθαι γαμουμένας, εἰ σπανίζοιεν οἱ πατέρες χρημάτων, καὶ λύτρα καταβάλλειν πολεμίοις, εἴ τις αὐτῶν ἢ παίδων αἰχμάλωτος γένοιτο·
他方、被護民は自らの守護者(パトロン)に対し、彼らの娘たちが嫁ぐときに、もし父親たちが資金に窮しているならば、その持参金を共同で供出し、また、彼ら(守護者)自身やその子供たちの誰かが捕虜となった場合には、敵に身代金を支払うこと。
δίκας τε ἁλόντων ἰδίας ἢ ζημίας ὀφλόντων δημοσίας ἀργυρικὸν ἐχούσας τίμημα ἐκ τῶν ἰδίων λύεσθαι χρημάτων, οὐ δανείσματα ποιοῦντας, ἀλλὰ χάριτας·
また、私的な訴訟で敗訴した、あるいは金銭的罰金を科された公的な罰金がある場合に、それを彼ら自身の金銭から(肩代わりして)免れさせること(ただしこれは貸付としてではなく、恩義として行うこと)。
ἔν τε ἀρχαῖς καὶ γερηφορίαις καὶ ταῖς ἄλλαις ταῖς εἰς τὰ κοινὰ δαπάναις τῶν ἀναλωμάτων ὡς τοὺς γένει προσήκοντας μετέχειν.
さらに、官職や名誉ある役職、およびその他の公的な出費を伴う支出において、親族のように費用を分担すること。
§2.10.3κοινῇ δʼ ἀμφοτέροις οὔτε ὅσιον οὔτε θέμις ἦν κατηγορεῖν ἀλλήλων ἐπὶ δίκαις ἢ καταμαρτυρεῖν ἢ ψῆφον ἐναντίαν ἐπιφέρειν ἢ μετὰ τῶν ἐχθρῶν ἐξετάζεσθαι.
そして、両者共同して、裁判において互いに告発すること、証言すること、反対の票を投じること、あるいは敵の側に立って列をなすことは、神法にも人法にも反することであった。
εἰ δέ τις ἐξελεγχθείη τούτων τι διαπραττόμενος ἔνοχος ἦν τῷ νόμῳ τῆς προδοσίας, ὃν ἐκύρωσεν ὁ Ῥωμύλος, τὸν δὲ ἁλόντα τῷ βουλομένῳ κτείνειν ὅσιον ἦν ὡς θῦμα τοῦ καταχθονίου Διός.
もし誰かがこれらの行為のいずれかを行っていることが立証されたなら、ロムルスが制定した反逆罪の法の適用を受け、有罪となった者を、望む者が誰でも、冥界のゼウスへの生贄として殺すことは神聖な(許された)行為であった。
ἐν ἔθει γὰρ Ῥωμαίοις, ὅσους ἐβούλοντο νηποινὶ τεθνάναι, τὰ τούτων σώματα θεῶν ὁτῳδήτινι, μάλιστα δὲ τοῖς καταχθονίοις κατονομάζειν· ὃ καὶ τότε ὁ Ῥωμύλος ἐποίησε.
というのも、ローマ人においては、処罰なしに殺されることを望む者たちの身体を、いずれかの神、特に冥界の神々に奉献することが慣習となっていたからであり、これこそ、当時ロムルスが行ったことでもあった。
§2.10.4τοιγάρτοι διέμειναν ἐν πολλαῖς γενεαῖς οὐδὲν διαφέρουσαι συγγενικῶν ἀναγκαιοτήτων αἱ τῶν πελατῶν τε καὶ προστατῶν συζυγίαι παισὶ παίδων συνιστάμεναι, καὶ μέγας ἔπαινος ἦν τοῖς ἐκ τῶν ἐπιφανῶν οἴκων ὡς πλείστους πελάτας ἔχειν τάς τε προγονικὰς φυλάττουσι διαδοχὰς τῶν πατρωνειῶν καὶ διὰ τῆς ἑαυτῶν ἀρετῆς ἄλλας ἐπικτωμένοις, ὅ τε ἀγὼν τῆς εὐνοίας ὑπὲρ τοῦ μὴ λειφθῆναι τῆς ἀλλήλων χάριτος ἔκτοπος ἡλίκος ἀμφοτέροις ἦν τῶν μὲν πελατῶν ἅπαντα τοῖς προστάταις ἀξιούντων ὡς δυνάμεως εἶχον ὑπηρετεῖν, τῶν δὲ πατρικίων ἥκιστα βουλομένων τοῖς πελάταις ἐνοχλεῖν χρηματικήν τε οὐδεμίαν δωρεὰν προσιεμένων·
それゆえに、被護民と守護者の結びつきは、親族の絆と何ら変わることなく、子々孫々にまで引き継がれて何世代にもわたって存続し、高名な家柄の者たちにとって、先祖伝来のパトロネーアの継承を維持し、さらに自らの徳によって他の被護民をも獲得し、できるだけ多くの被護民を抱えることは大きな称賛の的であった。 また、互いの恩義において後れを取るまいとする好意の競争は、両者にとって驚くほど大きなものであった。 すなわち、被護民の側は、自らの能力の限り、すべてのことにおいて守護者たちに仕えることを当然とし、パトリキの側は、被護民に対して経済的に負担をかけることをまったく望まず、いかなる金銭的な贈り物も受け取らなかったからである。
οὕτως ἐγκρατὴς ὁ βίος ἦν αὐτοῖς ἁπάσης ἡδονῆς καὶ τὸ μακαρίον ἀρετῇ μετρῶν, οὐ τύχῃ.
このように彼らの生活は、あらゆる快楽に対して自制心があり、幸福を運ではなく徳によって測るものであった。

語釈・文法注

  1. 2.10.1ὧν οὐκ εἶχον ἐκεῖνοι τὴν ἐπιστήμην — 関係代名詞 ὧν は先行詞 τὰ δίκαια を指し、属格をとる名詞 τὴν ἐπιστήμην(〜の知識、〜についての理解)を修飾する目的格的属格(objective genitive)として機能している。
  2. 2.10.1παρόντων τε αὐτῶν καὶ μὴ παρόντων — 人称代名詞 αὐτῶν(彼ら、被護民たち)を意味上の主語とする属格独立構文(genitive absolute)。分詞 παρόντων / μὴ παρόντων が条件あるいは状況を付け加えている(「彼らがその場に立ち会っているときも、いないときも」)。
  3. 2.10.2δίκας τε ¦p.v.1p.168¦ ἁλόντων ἰδίας ... ἐκ τῶν ἰδίων λύεσθαι χρημάτων — ἁλόντων は ἁλίσκομαι のアオリスト能動態分詞属格複数で、意味上の主語は守護者たち(προστάταις)。δίκας ἁλόντων で「私的訴訟において敗訴した、有罪宣告を受けた」の意。λύεσθαι は ἔδει に支配される受動態(または中道態)の不定詞で、敗訴にともなう債務や罰金などの義務から守護者を「解放すること(肩代わりすること)」を表す。
  4. 2.10.3τὸν δὲ ἁλόντα τῷ βουλομένῳ κτείνειν ὅσιον ἦν — 非人称表現 ὅσιον ἦν の主語として対格不定詞構造が置かれている。不定詞 κτείνειν(殺すこと)の直接目的格は τὸν ἁλόντα(有罪宣告を受けた者)であり、意味上の動作主(主語)は、与格ではあるが意味上それとして機能する τῷ βουλομένῳ(望む者なら誰でも)である。
  5. 2.10.4ὅ τε ἀγὼν τῆς εὐνοίας ... ἔκτοπος ἡλίκος ἀμφοτέροις ἦν — 文の主たる骨格は「主語 ὅ τε ἀγὼν ... + 繋辞 ἦν + 補語 ἔκτοπος ἡλίκος」。関係(または感嘆)形容詞である ἡλίκος(どれほど大きいか)が感嘆的に用いられ、名詞補語または形容詞 ἔκτοπος(法外な、桁外れの)と並置されて「驚くほど大きかった」という強い度合いを表している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.10.1-2.10.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.10.1-2.10.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。