§2.9.1ὁ δὲ Ῥωμύλος ἐπειδὴ διέκρινε τοὺς κρείττους ἀπὸ τῶν ἡττόνων, ἐνομοθέτει μετὰ τοῦτο καὶ διέταττεν, ἃ χρὴ πράττειν ἑκατέρους· τοὺς μὲν εὐπατρίδας ἱερᾶσθαί τε καὶ ἄρχειν καὶ δικάζειν καὶ μεθʼ ἑαυτοῦ τὰ κοινὰ πράττειν ἐπὶ τῶν κατὰ τὴν πόλιν ἔργων μένοντας, τοὺς δὲ δημοτικοὺς τούτων μὲν ἀπολελύσθαι τῶν πραγματειῶν ἀπείρους τε αὐτῶν ὄντας καὶ διʼ ἀπορίαν χρημάτων ἀσχόλους, γεωργεῖν δὲ καὶ κτηνοτροφεῖν καὶ τὰς χρηματοποιοὺς ἐργάζεσθαι τέχνας, ἵνα μὴ στασιάζωσιν, ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσιν, ἢ τῶν ἐν τέλει προπηλακιζόντων τοὺς ταπεινοὺς ἢ τῶν φαύλων καὶ ἀπόρων τοῖς ἐν ταῖς ὑπεροχαῖς φθονούντων.
罗穆路斯在将优等者与劣等者区分开之后,接着便立法并规定双方各自应当承担的职责:贵族应当担任祭司、执掌官职、进行审判,并与他一同处理公家事务,留驻城中处理城市事务;而平民则免除这些事务,因为他们对这些既无经验,又因缺乏资金而无暇顾及,他们应当耕种土地、饲养牲畜、从事营利的行业。 这是为了防止他们像其他城邦那样发生内讧,要么是因为当政者侮辱卑微之人,要么是因为平庸和贫穷之人嫉妒身居高位者。
§2.9.2παρακαταθήκας δὲ ἔδωκε τοῖς πατρικίοις τοὺς δημοτικοὺς ἐπιτρέψας ἑκάστῳ τῶν ἐκ τοῦ πλήθους, ὃν αὐτὸς ἐβούλετο, νέμειν προστάτην ἔθος Ἑλληνικὸν καὶ ἀρχαῖον, ᾧ Θετταλοί τε μέχρι πολλοῦ χρώμενοι διετέλεσαν καὶ Ἀθηναῖοι κατʼ ἀρχάς, ἐπὶ τὰ κρείττω λαβών.
他还将平民作为信托物交托给帕特里奇,允许平民大众中的每一个人选择自己所希望的人作为保护人。 这是一种古老的希腊习俗,色萨利人长期保持使用,雅典人最初也曾使用,但罗穆路斯将这一习俗引向了更好的方向。
ἐκεῖνοι μὲν γὰρ ὑπεροπτικῶς ἐχρῶντο τοῖς πελάταις ἔργα τε ἐπιτάττοντες οὐ προσήκοντα ἐλευθέροις, καὶ ὁπότε μὴ πράξειάν τι τῶν κελευομένων, πληγὰς ἐντείνοντες καὶ τἆλλα ὥσπερ ἀργυρωνήτοις παραχρώμενοι.
因为那些希腊人傲慢地对待他们的被保护民,强加给他们不适合自由人的劳动,而且每当被保护民未执行任何命令时,便施以鞭笞,并像对待买来的奴隶一样在其他方面虐待他们。
ἐκάλουν δὲ Ἀθηναῖοι μὲν θῆτας τοὺς πελάτας ἐπὶ τῆς λατρείας, Θετταλοὶ δὲ πενέστας ὀνειδίζοντες αὐτοῖς εὐθὺς ἐν τῇ κλήσει τὴν τύχην.
雅典人因其劳役而称被保护民为“特特斯”,色萨利人则称其为“佩内斯泰”,在称呼中直接羞辱他们的命运。
§2.9.3ὁ δὲ Ῥωμύλος ἐπικλήσει τε εὐπρεπεῖ τὸ πρᾶγμα ἐκόσμησε πατρωνείαν ὀνομάσας τὴν τῶν πενήτων καὶ ταπεινῶν προστασίαν, καὶ τὰ ἔργα χρηστὰ προσέθηκεν ἑκατέροις, καὶ φιλανθρώπους καὶ πολιτικὰς κατασκευαζόμενος αὐτῶν τὰς συζυγίας.
然而,罗穆路斯用一个体面的名称装饰了这一制度,将对贫苦和卑微之人的保护称为“帕特罗内亚”,并为双方规定了有益的职责,使他们的结合变得充满人情味且符合公民社会。