Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.75.1-2.75.4

ヌマによる信義の神格化と崇拝の確立

166 / 962 箇所 · ギリシア語

要旨

ヌマは契約における正義を確立するため、国家の制度として「信義」(ピスティス)を神格化し、その崇拝を導入した。これにより、信義の尊重がローマの公私の生活に深く根を下ろし、都市全体の秩序が保たれた。

§2.75.1ὁ δὲ Νόμας εἰς μὲν εὐτέλειαν καὶ σωφροσύνην διὰ τοιούτων συνέστειλε νόμων τὴν πόλιν, εἰς δὲ τὴν περὶ τὰ συμβόλαια δικαιοσύνην ὑκηγάγετο πρᾶγμα ἐξευρὼν ἠγνοημένον ὑπὸ πάντων τῶν καταστησαμένων τὰς ἐλλογίμους πολιτείας.
そしてヌマは、このような法律によって都市を倹約と節制へと引き締める一方で、契約に関する正義へと都市を導いた。 それは、名高い国制を定めたすべての人々に見過ごされていたある方法を考案することによってであった。
ὁρῶν γὰρ ὅτι τῶν συμβολαίων τὰ μὲν ἐν φανερῷ καὶ μετὰ μαρτύρων πραττόμενα ἡ τῶν συνόντων αἰδὼς φυλάττει, καὶ σπάνιοί τινές εἰσιν οἱ περὶ τὰ τοιαῦτα ἀδικοῦντες, τὰ δὲ ἀμάρτυρα πολλῷ πλείω τῶν ἑτέρων ὄντα μίαν ἔχει φυλακὴν τὴν τῶν συμβαλόντων πίστιν, περὶ ταύτην ᾤετο δεῖν σπουδάσαι παντὸς ἄλλου μάλιστα καὶ ποιῆσαι θείων σεβασμῶν ἀξίαν.
なぜなら、契約のうち、公然と、かつ証人を伴って行われるものは、同席する者たちへの羞恥心が守り、そのようなことに関して不正を行う者はごく稀であるが、他方、証人のないものは他のものよりはるかに多数であり、契約当事者の信義という唯一の守りしか持たないことを見ていたからである。 彼はこれ(信義)について、他の何よりも入念に努め、かつ神聖な崇拝に値するものとすべきだと考えた。
§2.75.2δίκην μὲν γὰρ καὶ Θέμιν καὶ Νέμεσιν καὶ τὰς καλουμένας παρʼ Ἕλλησιν Ἐρινύας καὶ ὅσα τούτοις ὅμοια ὑπὸ τῶν πρότερον ἀποχρώντως ἐκτεθειῶσθαί τε καὶ καθωσιῶσθαι ἐνόμισε, Πίστιν δέ, ἧς οὔτε μεῖζον οὔτε ἱερώτερον πάθος ἐν ἀνθρώποις οὐδέν, οὔπω σεβασμῶν τυγχάνειν οὔτʼ ἐν τοῖς κοινοῖς τῶν πόλεων πράγμασιν οὔτʼ ἐν τοῖς ἰδίοις.
なぜなら、正義(ディケー)や神的法(テミス)や報い(ネメシス)、またギリシア人の間でエリニュエスと呼ばれるもの、およびこれらに類するすべてのものは、先代の人々によって十分に神格化され、神聖に捧げられていると彼は考えたが、他方、信義(ピスティス)は、これより偉大で神聖な情念は人間の間に何一つないにもかかわらず、都市の公共の事柄においても私的な事柄においても、未だ崇拝を受けていないと考えたからである。
§2.75.3ταῦτα δὴ διανοηθεὶς πρῶτος ἀνθρώπων ἱερὸν ἱδρύσατο Πίστεως δημοσίας καὶ θυσίας αὐτῇ κατεστήσατο, καθάπερ καὶ τοῖς ἄλλοις θεοῖς, δημοτελεῖς.
これらのことを考えて、彼は人間の中で初めて「公の信義」の神殿を建立し、他の神々に対するのと同様に、国家の費用による彼女への犠牲を定めた。
ἔμελλε δὲ ἄρα σὺν χρόνῳ τὸ κοινὸν τῆς πόλεως ἦθος πιστὸν καὶ βέβαιον πρὸς ἀνθρώπους γενόμενον τοιούτους ἀπεργάσασθαι καὶ τοὺς τῶν ἰδιωτῶν τρόπους.
そして時が経つにつれ、人々の間で誠実かつ確実なものとなった都市の共通の気風が、個人の性格をもそのように作り上げるはずであった。
οὕτω γοῦν σεβαστόν τι πρᾶγμα καὶ ἀμίαντον ἐνομίσθη τὸ πιστόν, ὥστε ὅρκον τε μέγιστον γενέσθαι τὴν ἰδίαν ἑκάστῳ πίστιν καὶ μαρτυρίας συμπάσης ἰσχυροτάτην, καὶ ὁπότε ὑπὲρ ἀμαρτύρου συναλλάγματος ἀμφίλογόν τι γένοιτο ἑνὶ πρὸς ἕνα, ἡ διαιροῦσα τὸ νεῖκος καὶ προσωτέρω χωρεῖν οὐκ ἐῶσα τὰς φιλονεικίας ἡ θατέρου τῶν διαδικαζομένων αὐτῶν πίστις ἦν, αἵ τε ἀρχαὶ καὶ τὰ δικαστήρια τὰ πλεῖστα τῶν ἀμφισβητημάτων τοῖς ἐκ τῆς πίστεως ὅρκοις διῄτων.
実際、信義は非常に尊く汚れのないものとみなされたため、各人自身の信義が最大の誓い、かつすべての証言の中で最も強力なものとなり、また、証人のない取引に関して一対一の争いが生じた時には、その紛争を解決し、それ以上争いが進むのを許さなかったのは、当事者のうち一方の側の信義であり、公職者や裁判所もまた、紛争の大部分を信義に基づく誓いによって解決したのである。
§2.75.4τοιαῦτα μὲν δὴ σωφροσύνης τε παρακλητικὰ καὶ δικαιοσύνης ἀναγκαστήρια ὑπὸ τοῦ Νόμα τότε ἐξευρεθέντα κοσμιωτέραν οἰκίας τῆς κράτιστα οἰκουμένης τὴν Ῥωμαίων πόλιν ἀπειργάσατο.
このようにして、当時ヌマによって考案された、節制を促し正義を強制する手段は、ローマの都市を、最も見事に営まれている家よりも秩序正しいものとした。

語釈・文法注

  1. 2.75.1ὑπηγάγετο — 前文の `συνέστειλε ... τὴν πόλιν`(都市を引き締めた)を受けて、動詞 `ὑπηγάγετο`(導いた)の目的語としても「都市」(`τὴν πόλιν`)が省略されている。
  2. 2.75.2ἧς οὔτε μεῖζον οὔτε ἱερώτερον πάθος ἐν ἀνθρώποις οὐδέν — 先行詞 `Πίστιν`(信義)を修飾する関係節。関係代名詞 `ἧς` は属格で、比較級 `μεῖζον`(より偉大な)および `ἱερώτερον`(より神聖な)にかかる「比較の属格」として機能している。
  3. 2.75.3ἔμελλε δὲ ἄρα σὺν χρόνῳ τὸ κοινὸν τῆς πόλεως ἦθος πιστὸν καὶ βέβαιον πρὸς ἀνθρώπους γενόμενον τοιούτους ἀπεργάσασθαι καὶ τοὺς τῶν ἰδιωτῶν τρόπους — 主動詞 `ἔμελλε` が不定詞 `ἀπεργάσασθαι`(作り上げる)を伴って「〜するはずであった」という必然的帰結を表す。不定詞の意味上の主語は `τὸ κοινὸν τῆς πόλεως ἦθος`(都市の共通の気風)であり、その目的語が `τοὺς τῶν ἰδιωτῶν τρόπους`(個人の性格)、補語が `τοιούτους`(そのようなものに)である。主語にかかる分詞 `γενόμενον` は「(人間に対して)信義深くかつ確実なものとなった」を意味する。
  4. 400ἡ διαιροῦσα τὸ νεῖκος ... ἡ θατέρου τῶν διαδικαζομένων αὐτῶν πίστις ἦν — 主語は文末の `ἡ θατέρου τῶν διαδικαζομένων αὐτῶν πίστις`(訴訟当事者のうちの一方の信義)であり、不完全動詞 `ἦν`(であった)を挟んで、分詞句 `ἡ διαιροῦσα τὸ νεῖκος καὶ προσωτέρω χωρεῖν οὐκ ἐῶσα τὰς φιλονεικίας`(紛争を解決し、それ以上の争いを許さなかったもの)が述語部となっている。主語を強調する分裂文(強調構文)的な意味構造を持つ。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.75.1-2.75.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.75.1-2.75.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。